Σάββατο, 26 Φεβρουαρίου 2011

ΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΙΩ. ΒΛΑΔΙΜΗΡΟΥ

 Ποίημα Δανιήλ τινός, διορθωθεῖσα ὑπό Ἀντωνίου Μάρκου
Ψαλλομένη τῆ 22α Μαΐου
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν Στίχους δ’ καί ψάλλομεν τά παρόντα Προσόμοια.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες ὑμᾶς.

ξήστραψε σήμερον ἡμῖν, θεαυγής πανήγυρις, τοῦ θαυμασίου ἐν Μάρτυσι, γενναίου ἀθλητοῦ καί σημειοφόρου, Ἰωάννου Ἄνακτος, οὗ τάς θαυματουργίας ὑμνήσωμεν, ἐκ τῆς σοροῦ αὐτοῦ, ῥῶσιν θείαν ἀρυόμενοι, πάσης νόσου καί κινδύνων λύτρωσιν. (Δίς).στήρ παμφαέστατος δειχθείς καί ἀειλαμπέστατος, τερατουργός ὑπερθαύμαστος, πᾶσιν ἐξέλαμψας, τά τῶν Ὀρθοδόξων ἱερά συστήματα, λαμπρύνων καί φρουρῶν ταῖς πρεσβείαις σου, κλεινέ Βλαδίμηρε, διά τοῦτο σέ γεραίρομεν, εὐφημοῦντες τούς λαμπρούς ἀγῶνας σου.
ς Ἄγγελος ὤφθης ἐν σαρκί, ἐγκρατής καί ὅσιος, τοῦ Βαπτιστοῦ ὡς ἐπώνυμος, ὅθεν ἠξίωσαι, ἀετοῦ ἐν εἴδει ἰδεῖν θεῖον Ἄγγελον, δεικνύοντα Σταυρόν, Χαριτώνυμε, δι’ ὅνπερ ἤθλησας, ὑπ’ ἀνόμων κεφαλήν τμηθείς, διά ζῆλον Ὀρθοδόξου Πίστεως.
Δόξα. Πλ. α’.
Συνδράμωμεν ἀδελφοί καί μετά πόθου προσέλθωμεν, ἐν τῶ σεπτῶ τεμένει τοῦ Σημειοφόρου Βασιλέως καί Μεγαλομάρτυρος, Ἰωάννου τοῦ Βλαδιμήρου. Καί τήν θαυμαστήν μυροθήκην τοῦ σκήνους αὐτοῦ τιμῶντες, εὐφροσύνως πανηγυρίσωμεν καί ἐγκωμιαστικῶς αὐτῶ ἄσματα μέλψωμεν. Χαίροις Ἀνάκτων τό κλέος καί τῶν Μαρτύρων ὁμόσκηνε, τῆς Βουλγαρίας τό καύχημα, Ἰλλυρικοῦ καί Μυσίας ὁ προστάτης, φρουρέ Ἀλβανίας καί θαυματουργέ ἀντιλήπτωρ, Ἰωάννη Πανένδοξε. Ὁ ὑπέρ Χριστοῦ τήν κάραν ἐκτμηθείς ὑπό τῶν ἰδίων συγγενῶν καί ταύτην θαυμασίως ταῖς οἰκείαις χερσί τῶ Βασιλεῖ τῶν αἰώνων προσκομίσας θυσίαν ἄμωμον, ὡς ὁλοκάρπωμα ἱερόν καί δῶρον πολύτιμον. Διό, Παμμάκαρ Μυροβλύτα Πανθαύμαστε, ὡς παρρησίαν ἔχων, πρέσβευε ὑπέρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τήν ἱεράν καί πανέορτον μνήμην σου.
Καί νῦν. Θεοτοκίον. Ἐν τῆ ἐρυθρᾶ θαλάσσῃ.
Εἰς τόν Στίχον Ἦχος β’. Οἶκος τοῦ Εὐφραθᾶ.Φέρων ἐν ταῖς χερσί, Παμμάκαρ, τήν σήν κάραν, τμηθεῖσαν ὑπ’ ἀνόμων, τοῦ μαρτυρίου στέφος ἐδέξω, ὦ Βλαδίμηρε.
Τῶ ὅπλῳ τοῦ Σταυροῦ δυσμενῶν παρατάξεις, ἐσκόρπισας γενναίως καί νικητής ἐδείχθης ἀθλήσας, Παναοίδημε.
λάρναξ τοῦ Σεπτοῦ καί Μυροβλύτου πάλαι, ἰδού εὐωδιάζει, πλουσιοτάτην χάριν τοῖς προσιοῦσι νέμουσα.
Δόξα.Τριάδα τήν σεπτήν καί θεαρχίαν πάντες, Πατέρα καί Υἱόν τε καί Πνεῦμα Ὀρθοδόξως, ὑμνοῦμεν τήν Πανάγιον.
Καί νῦν.Ἄνωθεν οἱ χοροί, Θεοτόκε Παρθένε, ὑμνοῦσι σύν τοῖς κάτω, μετά τοῦ Ἀθλοφόρου, τόν τόκον Σου τόν Ἄχραντον.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝἹστῶμεν Στίχους στ’ καί ψάλλομεν τά παρόντα Προσόμοια.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.σπερ δένδρον κατάκαρπον, νοητῶς ἀνεβλάστησας, ἐν λιμῶνι, Πάντιμε, τῆς ἀθλήσεως, ἐκπέμπων θεῖα χαρίσματα, πηγάς τε ἰάσεων, τῆς πανσέπτου σου σοροῦ, ἐξ ἧς πάντες ἀρρύονται ρῶσιν σώματος. Ἀθλητῶν ὡραιότης, Ἰωάννη. Διά τοῦτο σέ τιμῶμεν, ὡς πρεσβευτήν τῶν ψυχῶν ἡμῶν.
Τόν φιλοῦντα σε Κύριον, ὑπέρ φύσιν ἐφίλησας καί σαρκός ἐμίσησας ἡδυπάθειαν καί τῶ Χριστῶ ἠκολούθησας, ἐπ’ ὤμων ἀράμενος, Μάρτυς, χαίρων τόν Σταυρόν καί πρός βίαιον θάνατον προσεχώρησας. Διά τοῦτο, Παμμάκαρ, εὐφημοῦμεν, ἐν ψαλμοῖς καί ὑμνωδίαις, τήν φωτοφόρον σου ἄθλησιν.
ς καλῶς στρατευσάμενος Βασιλεῖ τῶν δυνάμεων, σεαυτόν Βλαδίμηρε παραδέδωκας, ἐθελουσίως εἰς μάχαιραν, βαλών τόν αὐχένα σου, ἐπαγόμενος χοροῖς τῶν Μαρτύρων, Μακάριε, ἠξιώθης γάρ καί τῆς νίκης δεχθῆναι τούς στεφάνους, μεθ’ ὧν νῦν καθικετεύεις ὑπέρ ἡμῶν, Θαυματόβρυτε.
κ Βουλγάρων ἐξήνθησας, Ἰωάννη Μακάριε, ὥσπερ ρόδον εὔοσμον καί μυρίπνοον καί τῶ Θεῶ εὐηρέστησας. Νηστείας δεήσεις τε καί ἀγρύπνους προσευχάς τῶ Κυρίῳ ἀνέπεμπες, ἐκ καρδίας σου, τῆς καθαρᾶς καί ἁγίας, διά τοῦτο συνελθόντες εὐφημοῦμεν τάς ἀριστείας σου, Ἔνδοξε.
Θηρεῶ εὐσεβείας σε, θωρακίσας ὁ Κύριος, δυνατόν εἰργάσατο πρός παράταξιν τῶν δυσμενῶν ἐξερχόμενον, Ἰωάννη Ἔνδοξε. Οὕς τῶ ξίφει τῆς ἐν σοί καρτερίας, Βλαδίμηρε, κατηφάνισας τάς αὐτῶν βασκανίας καί τῆς νίκης ἐνεδύσω τούς στεφάνους, Σημειοφόρε, Πανθαύμαστε.
Βασιλείας ἐλάμπρυνας τήν στολήν τοῖς σοῖς αἵμασι μαρτυρίου, Ἔνδοξε, καί κατηύγασας. Καί αἱρέσεων ἅπασαν ἀχλύν ἀπεδίωξας καί ἐφώτισας λαούς, σαφηνίζων τά δόγματα θείας χάριτος, Ὀρθοδόξως πιστεύειν ἐν Τριάδι, μίαν φύσιν ἀμερίστως, τρισί προσώποις ὑπάρχουσαν.
Δόξα. Ἦχος δ’.Ἐξέλαμψας, Ἔνδοξε, ὥστερ ἀστήρ ἑωσφόρος ἐν τῆ γῆ τῶν Ἰλλυριῶν, Ἰωάννη Πανένδοξε. Καλῶς γάρ καί δικαίως βασιλεύσας καί τόν Σταυρόν τοῦ Κυρίου σου ἐπ’ ὤμων ἀράμενος, Χριστῶ ἠκολούθησας, ὡς φίλος γνήσιος Θεοῦ. Διό αἰτοῦμέν σε, Ἅγιε, πρέσβευε ὑπέρ τῶν ψυχῶν ὑμῶν.
Καί νῦν. Θεοτοκίον. Ὁ διά σέ Θεοπάτωρ.
Τό Φῶς Ἰλαρόν, τό Προκείμενον τῆς ἡμέρας καί τά Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα.Τάδε λέγει Κύριος. Πάντα τά ἔθνη συνήχθησαν ἅμα καί συναχθήσονται Ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός καί ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καί οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγώ εἰμί καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα.Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσίν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει τῶν ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῶ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καί κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα.Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου. Ὅτι τῆ δεξιᾶ αὐτοῦ σκεπάσει αὐτούς καί τῶ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καί περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῶ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλήσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καί ὡς λαίλαψ ἐκλιμήσει αὐτούς καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν Βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθαι οἱ κρατοῦντες πλήθους καί οἱ γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καί ἡ δυναστεία παρά Ὑψίστου.
Εἰς τήν Λιτήν, Στιχηρά.
Ἦχος α’.
Μαθητής καί ὁπαδός γεγενημένος, τῶν τῆς ὁμοουσίου Τριάδος Ὁμολογητῶν καί Κηρύκων καί σύν αὐτοῖς ὑπέρ εὐσεβείας διωκόμενος, τόν διά ξίφους θάνατον, Ἰωάννη Μακάριε, ὑπέστης, τάς τῶν αἱρετικῶν γλωσσαλγίας καταβαλλόμενος. Ὅτι καί μαρτυρικοῖς στεφάνοις ἐκοσμήθης παρά Χριστοῦ τοῦ Θεοῦ καί παρρησίαν ἔλαβες πρεσβεύειν, τοῦ ρυσθῆναι ἐκ κινδύνων τούς ἐκτελοῦντας τήν μνήμην σου.
Ἦχος β΄.Δεῦτε πιστοί τιμήσωμεν, τόν ἀθλοφόρον τοῦ Χριστοῦ Ἰωάννην τόν Ἔνδοξον, ὡς γενναῖον στρατιώτην, καλῶς ἀγωνισάμενων ὑπέρ τῆς εὐσεβείας, Βασιλέων καί τυράννων τό κράτος καταβαλλόμενον. Διό παρρησίαν ἔχων πρός Θεόν, ἀκαταπαύστως πρεσβεύει, σωθῆναι τάς ψυχάς ἡμῶν.
Ὁ αὐτός.Τοῦ εὐσεβοῦς Ἰωάννου ἡ μνήμη, μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε. Τόν Χριστόν γάρ ποθήσας, εἰδώλων πλάνην κατεφρόνησε. Καί ναούς ἐγείρας ἐπί γῆς, τῶ σταυρωθέντι δι’ ἡμᾶς, ἐν οὐρανοῖς ἀπέλαβε τόν τῆς ἐλπίδος στέφανον.
Ὁ αὐτός.Τῆ χαριτονύμῳ σου κλήσει, τήν πρᾶξιν κατάλληλον ἔδειξας ὡς ἀληθῶς. Τῆ παρθενικῆ σου καθαρότητι ὠκειώθης τῶ Χριστῶ, εὐδοκίᾳ τοῦ Πατρός καί συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Μαρτυρίου δέ παλαίσμασι, τῶν ἡλιακῶν ἀκτίνων λαμπρότερον ὑπερήστραψας. Διό ὡς θυσία καθαρά καί ἄμωμος, τῆ οὐρανίῳ προσηνέχθης τραπέζῃ, μετά Παρθένων καί Μαρτύρων εἰς αἰῶνας συνηδόμενος. Μεθ’ ὧν αἴτησαι, Ἰωάννη Πανεύφημε, δωρήσασθαι ἡμῖν εἰρήνην καί τό μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β’.Δεῦτε ἅπαντες πιστοί, συνελθόντες εὐφημήσωμεν σήμερον, Ἰωάννην τόν Σημειοφόρον. Οὗτος γάρ τήν ἐπίγειον βασιλείαν ἀπώσατο καί τά ὄντα εἰς οὐδέν ἐλογίσατο. Τό ὅπλον τοῦ Σταυροῦ ἐνδυσάμενος, Χριστῶ ἠκολούθησε καί τῆς ἀπεράντου Βασιλείας τῶν Οὐρανῶν ἠξιώθη ἀπολαβεῖν, ὡς πιστός δοῦλος Θεοῦ Παντοκράτορος. Διό αἰτοῦμεν σε, Ἅγιε, πρόφθασον ἐξελοῦ ἡμᾶς ἀπό παντοίας ἀνάγκης, τῶν ἐπεμβαινόντων πειρασμῶν καί τῆς μελλούσης κρίσεως, ταῖς πρός Κύριον πρεσβείαις σου.
Καί νῦν. Θεοτοκίον.
Εἰς τόν Στίχον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.χλοι ἐξεπλήττοντο, θαῦμα φρικτόν καθορῶντες, σέ νεκρόν καθήμενον εὐκλεῶς, Βλαδίμηρε, ἐφ’ ἡμίονος, ἐν χερσί φέροντα τήν ἀποτμηθεῖσαν κεφαλήν σου τήν ὑπέρτιμον, ἥνπερ προσήνεγκας εἰς ναόν Κυρίου εὐξάμενος, ψυχήν σου τήν Ὀρθόδοξον παραθείς Θεῶ τῶ Παντάνακτι. Ἥν λαβών συνῆψεν, Ἀγγέλων καί Ἁγίων τοῖς χοροῖς, τρυφᾶν ἀεί φῶς τό ἄδυτον, Τρισηλίου λάμψεως.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει.λλος ὤφθης ἥλιος ἐν Βασιλεῦσιν, ὦ Ἄναξ, ἀθλητά Βλαδίμηρε, ἐν τῶ στερεώματι θείας Πίστεως, νέμων φῶς τῆς χάριτος, τοῖς προσερχομένοις ὁλοψύχως ἐν τῆ σκέπῃ σου. Σέ γάρ ἐν θαύμασι, ζῶντα καί θανόντα ἐδόξασε καί ἰατῆρα ἔδειξε τοῖς προσκαλουμένοις σόν ὄνομα, τῶν πάντων ὁ Ἄναξ ταχέως εἰσακούων καί διδούς, ἑνί ἑκάστῳ τό αἴτημα, θείαις σου ἐντεύξεσιν.
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.Δεῦτε προσκυνήσωμεν λαός ἐν οἴκῳ Κυρίου, ὅπου τό πανάγιον σκῆνος τεθησαύρισται τοῦ Παμμάκαρος. Ὧ τερπνοῖς ἄσμασι καί φαιδραῖς λαμπάσι λιτανεύοντες βοήσωμεν, Ἅγιε πρόφθασον καί τούς ἐν ἀνάγκαις ἐλέησον καί κλύδωνος ἐξάρπασον καί τῆς καταιγίδος τῶν θλίψεων. Ἵνα τήν τερπνήν σου καί πάντιμον δοξάζωμεν σορόν, ὦ Ἰωάννη Βλαδίμηρε, ρύστα ἑτοιμότατε.
Δόξα. Ἦχος πλ. β’.δαμάντινε τήν ψυχήν, ἀθλητικώτατε ἄναξ, Ἰλλυρικοῦ τό κλέος καί Βουλγαρίας τό ἐγκαλώπισμα. Ἡ βρύσις τῶν θαυμάτων καί τῶν πιστῶν ἀντιλήπτωρ ὁ μέγιστος. Σύ γάρ τό κραταιότατον ὅπλον τοῦ Σταυροῦ παρά Θεοῦ εἰληφῶς, τῶν αἱρετικῶν τάς φάλαγγας γενναίως συνέτριψας καί τήν Ὀρθόδοξον Πίστιν ἐν γῆ Βουλγάρων ἐπηύξησας. Διό ὡς ἡμῶν φρουρός καί προστάτης θερμότατος, πρόφθασον ταῖς λιταῖς σου, Παμμακάριστε Ἰωάννη Βλαδίμηρε, καί ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, ὡς παρρησίαν ἔχων πρός Χριστόν τόν σέ δοξάσαντα.
Καί νῦν. Θεοτοκίον. Ὁ ποιητής καί λυτρωτής.
Νῦν Ἀπολύεις. Τό Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ Μάρτυς σου Κύριε.
Σταυρόν τόν ὀφθέντα σοι ἐξ οὐρανοῦ τηλαυγῶς, τοῖς πᾶσιν ἐκήρυξας, φωτίσας ἔθνη τρανῶς, Βλαδίμηρε ἔνδοξε. Ρύθροις τῶν σῶν αἱμάτων φαιδρυνθείς ἠξιώθης, βραβείων τῶν ἀκηράτων, παρεστώς τῆ Τριάδι. Διό ἐν παρρησίᾳ Χριστῶ πρέσβευε σωθῆναι ἡμᾶς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά τήν α’ Στιχολογίαν Καθίσματα.
Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.
κ τόπου θαυμαστῶς τῶν Βουλγάρων ἐξῆλθες, τοῦ Πνεύματος ὀφθείς καθαρώτατον σκεῦος, Μαρτύρων τό καύχημα καί στεφάνων ἀξίωμα. Ὅθεν αἴτησαι τόν σόν Δεσπότην φωτίσαι τάς ψυχάς ἡμῶν τῶν σέ ὑμνούντων, Παμμάκαρ Ἰωάννη, Πανθαύμαστε.
Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μητέρα Σε Θεοῦ, ἱκετεύομεν πάντες, Παρθένον ἀληθῶς, ἐν οἰκτιρμοῖς Σοι βοῶμεν, οἱ πόθῳ καταφεύγοντες πρός τήν Σήν ἀγαθότητα. Σέ γάρ ἔχομεν, ἁμαρτωλοί σωτηρίαν, Σέ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τήν Μόνην Πανάμωμον.
Μετά τήν β’ Στιχολογίαν Καθίσματα.
Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.
Τόν Σταυρόν τοῦ Κυρίου, Μάκαρ, φορῶν ἐν κρυπτῶ, ὡς ἐπόθης μαρτυρικῶ στεφάνῳ κεκόσμησαι, Βασιλεῦ Παναοίδημε, τοῦ Οὐρανίου Ἄνακτος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν παρρησίαν πρός Αὐτόν κεκτημένος, ἀπαύστως, Βλαδίμηρε Ἰωάννη Πανθαύμαστε, πρέσβευε Αὐτῶ ὡς Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τήν ἁγίαν μνήμην σου.
Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τήν ψυχήν μου, Παρθένε, τήν ταπεινήν, τήν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον ποντουμένην τῶ κλύδωνι, ἁμαρτιῶν τῶ φόρτῳ φανεῖσαν ὑπέραντλον καί εἰς πυθμένα Ἅδου ἐλθεῖν κινδυνεύουσαν, φθάσον, Θεοτόκε, τῆ θερμῆ Σου πρεσβείᾳ, γαλήνην παρέχουσα, εἰς λιμένα Σου ἔδραμον, Θεοτόκε βοήθει μοι, πρέσβευε τῶ Σῶ Υἱῶ καί Θεῶ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι. Σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος Σου.
Μετά τόν Πολυέλαιον Καθίσματα.
Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.
Τά ἐπίγεια πάντα καταλιπών, Βασιλείαν ποθῶν τήν τῶν Οὐρανῶν, Χριστῶ ἠκολούθησας, τῶν Μαρτύρων συμμέτοχε. Τά γάρ παρόντα πάθη νεκρώσας τοῦ σώματος καί τόν Σταυρόν ἐπάρας, ὁπλίτα Μακάριε, νόσους θεραπεύεις ἀνιάτους νοσούντων, Σταυροῦ τῆ δυνάμει γάρ ἀπελαύνεις καί χάριτι, Ἰωάννη Μακάριε. Πρέσβευε Χριστῶ τῶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τήν ἁγίαν μνήμην σου.
Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά προσφέρω Σοι, Δέσποινα, ὑπέρ πασῶν τῶν χαρίτων Σου. Σύ γάρ ὤφθης σκέπη ὁμοῦ καί ἀντίληψις, πειρασμῶν καί θλίψεων ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ρυσθείς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῶ Σῶ Υἱῶ καί Θεῶ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι. Σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος Σου.
Εἶτα οἱ Ἀναβαθμοί. Τό α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Προκείμενον. Ἦχος δ’. Δίκαιος ὡς φοίνιξ.
Στίχος. Εὐφρανθήσεται δίκαιος.
Τό Πᾶσα Πνοή. Εὐαγγέλιον. Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου.
Στίχος. Ἐλέησόν με ὁ Θεός. Ἦχος β’.
Παμμάκαρ Ἰωάννη, Μαρτύρων τό κλέος καί καύχημα Βασιλέων, μιμητής ἐγένου τοῦ Βαπτιστοῦ, Πανένδοξε. Διά φθόνον τῆς σῆς συζύγου, τήν κεφαλήν σου ἔτεμον οἱ ἀπηνεῖς σου συγγενεῖς καί ἀναίσχυντοι. Καί τήν κάραν σου δεχθείς ἰδίαις χερσίν, εἰς τόπον εἰσῆλθες ἐν ὧ τόν θησαυρόν εὗρες ἐν κρυπτῶ τῆς αἰωνίου βασιλείας. Καί νύν αἴτησαι ὑπέρ τῶν πόθῳ τιμώντων σε.

Κανών τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς
«ΤΟΝ ΔΙΚΑΙΟΝ ΥΜΝΩ ΙΩΑΝΝΗΝ ΔΕΣΠΟΤΗΝ. ΔΑΝΙΗΛ».
Ὠδή α’. Ἦχος δ’. Θαλάσσης τό ἐρυθραῖον.Τόν θεῖον καί ἀθλοφόρον σήμερον, ὕμνοις τιμήσωμεν, τόν Ἰωάννην ἅπαντες πιστοί, συνελθόντες δοξάσωμεν. Ὅτι Χριστῶ δεδούλευκεν, ὡς καθαρός καί φίλος γνήσιος.
πάσας τάς ἀρετάς προβλέπων σου Θεός τό πρίν ἐν κρυπτῶ, ἅς ἐκτελῶν, Θεόφρων Ἀθλητά, τοῖς χοροῖς τῶν Δικαίων σε συγκατατάττει, Ἔνδοξε, μετά Ἁγίων εὐφραινόμενον.
Νυμφῶνα τόν ἐπί γῆς, Μακάριε, ἀποσειόμενος, μαρτυρικήν ὑπέφερες πληγήν, Ἰωάννη Βλαδίμηρε. Διό ἡμεῖς οἱ δοῦλοι σου ἀνευφημοῦμεν σε, Πανάριστε.
Θεοτοκίον.Δεήσεις ἱκετηρίας, Ἄχραντε, νῦν Σοι προσάγωμεν. Δίδου ἡμῖν ἐξ ὕψους, Ἀγαθή, τά ἐλέη Σου, Πάναγνε, ἱκετευτικῶς δεόμεθα, Θεομακάριστε Ἀνύμφευτε.
Ὠδή γ’. Εὐφραίνεται ἐπί σοί.άτρευσας τούς πιστῶς ἐν τῶν τεμένει σου, Σοφέ, σπεύδοντας, κινδύνων αὐτούς καί θλίψεων, τῶν προσερχομένων λυτρούμενος.
Καλῶς καί θεοσεβῶς, σύ βασιλεύσας ἐπί γῆς, ἔμπλεως θείου φωτός γεγένησαι, οὗ νῦν ἀπολαύεις γηθόμενος.
γίοις ἐν οὐρανοῖς συναυλιζόμενος, Χριστῶ πρέσβευε, νέμειν ἡμῖν τήν ἄφεσιν καί τῶν πειρασμῶν ἀπολύτρωσιν.
Θεοτοκίον.Ἰδόντες Σου οἱ λαοί τάς τῶν θαυμάτων δαψιλεῖς χάριτας, Μήτερ Θεοῦ Θεόνυμφε, πόθῳ Σε δοξάζομεν, Ἄχραντε.

Κάθισμα. Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.ξέλαμψεν ἡμῖν τοῦ Δικαίου ἡ μνήμη, ὡς ἥλιος ἐν γῆ, τάς ἀκτῖνας ἁπλοῦσα, τοῖς πέρασι καί ἅπαντας Ὀρθοδόξους συνήγειρεν, ἐκτενῶς αὐτῶ ἐν κατανύξει καρδίας ἀνακράζοντας, Ἄναξ Ἀνάκτων τό κλέος, πιστῶς σε μακαρίζομεν.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.Τόν πάντων ποιητήν καί Υἱόν Σου καί κτίστην, Πανάμωμε Ἁγνῆ, διά Πνεύματος Θείου, ἐν μήτρᾳ συνέλαβες καί φθορᾶς δίχα τέτοκας. Ὅν δοξάζοντες, Σέ ἀνυμνοῦμεν Παρθένε, ὡς παλάτιον τοῦ Βασιλέως τῆς Δόξης καί κόσμου προσφύγιον.
Ὠδή δ’. Ἐπαρθέντα σε. τά πάντα σου προβλέπων Θεός, Παμμάκαρ, ἅ ἐν κρυπτῶ προσηύχου, Ἰωάννη Θεόφρων, Χριστός σε ἐδόξασε, σύν πᾶσιν Ἁγίοις τε συγκαταριθμῶν ὁ Φιλάνθρωπος.
Νῦν σε ἅπαντες δοξάζομεν, Θεοφόρε, ὦ Ἰωάννη Ἔνδοξε. Χριστῶ γάρ ἐδούλευσας, γένους περιφανείαν καί δόξαν ἐπίκηρον, Μάρτυς, εἰς οὐδέν λογισάμενος.
μνοις ἅπαντες συμφώνως σέ ἀνυμνοῦμεν, ὡς τούς λιμένας φθάσαντα τούς ἐπουρανίους, ἱστίοις πτερούμενος τοῦ Σταυροῦ τῆς χάριτος, Μάρτυς Χαριτώνυμε Ἔνδοξε.
Θεοτοκίον.Μήτηρ Ἄχραντε, Παρθένε Θεογεννῆτορ, Σέ ἀνυμνοῦμεν πᾶσαι γενεαί τῶν ἀνθρώπων, διά Σοῦ σωζόμεναι καί Σέ ἱκετεύομεν, λύτρωσαι ἡμᾶς ταῖς πρεσβείαις Σου.

Ὼδή ε’. Σύ Κύριε μου φῶς.Νίκην σοι ὁ Χριστός, ἐκ τῶν ἄνωθεν δέδωκε, Θεόσοφε Ἰωάννη, κατά τῶν ἀντιπάλων ἰσχύν τε, Παμμακάριστε.
Μάκαρ Ἀθλητά, Ἀθλοφόρων ὁμόσκηνε, ἡ δόξα τῶν Δικαίων καί ἡμῶν τῶν ὑμνούντων, προστάτης καί ὑπέρμαχος.
δόντες οἱ πιστοί τῶν θαυμάτων τάς χάριτας, Βλα-δίμηρε Ἰωάννη, ἐκ τῆς θείας σοροῦ σου, ἀντλοῦμεν τά ἰάματα.
Θεοτοκίον. Δέσποινα Ἁγνή, Θεοτόκε Πανύμνητε, ἐπίβλεψον ἐφ’ ἡμᾶς νῦν, τούς οἰκτρούς Σου ἱκέτας, τούς πίστει ἀνυμνοῦντας Σε.
Ὠδή στ’. Θύσω σοι μετά φωνῆς.νωθεν ὁ Χριστός σοι τό στέφος χαρίζεται, ὦ Ἰωάννη Παμμάκαρ, διά προσευχῆς σου καί ἀγρυπνίας, ἥν ἐτέλεις ἐν κρυπτῶ Θεῶ, Χαριτώνυμε.
Νίκην σοι ὁ Θεός ὁ τῶν ὅλων δεδώρηται, ὦ Ἰωάννη Θεόφρον, καί ἡμεῖς ἀντλοῦμεν ἐκ τοῦ ἁγίου σου λειψάνου, ἰαμάτων χαρίσματα ἔνδοξε.
Νυμφῶνος τοῦ προσκαίρου διέφυγες, Ἔνδοξε, τήν ἁμαρτίαν καί ταύτης ὁμιλίας πάσας τάς γυναικείας, διά πόθου τοῦ Σταυροῦ καί τήν κάραν σου ἐτέτμησο.
Θεοτοκίον. μόνη διά λόγου τόν Λόγον κηύσασα, τόν ἀλογίας ἁπάσης τούς βροτούς ρυσάμενον καί τῆς ἄνω Βασιλείας τῆς Αὐτοῦ, κοινωνούς ἀναδείξαντα.
Κοντάκιον. Ἦχος πλ. α’. Τῆ Ὑπερμάχῳ.ς θησαυρόν πολυτελῆ καί κρύνην βρύουσαν, τοῖς ἐπί γῆς ἡμῖν κρουνούς νόσους καθαίροντας, ὁ Δεσπότης παρέσχε σκῆνος σου τό θεῖον, ἀρρωστημάτων ὡς Ἀγαθός λύσιν παντοδαπῶν καί χάριν θείαν βραβεῦον πᾶσιν ἡμῖντοῖς τῆ σῆ λάρνακι σπεύδοντας. Διό κράζωμεν, χαῖρε Ἄναξ Βλαδίμηρε.
Ὁ Οἶκος.Ἄνωθεν σοι ἐδόθη βασιλείας τό κράτος, Πανθαύμαστε Σοφέ Ἰωάννη. Καί ταῖς τῶν ἀσωμάτων φωναῖς Ἰλλυριούς τήν πίστιν διδάσκων, ἅπαντας ἐφώτισας καί ἤγειρας βοᾶν σοι μετά πόθου ταῦτα:
Χαῖρε πιστῶν Βασιλέων κλέος, χαῖρε σεπτῶν Ἀθλοφόρων δόξα.
Χαῖρε τῶν παγίδων ἐχθροῦ τό κατάλυμα, χαῖρε τῶν δογμάτων Χριστοῦ τό κραταίωμα.
Χαῖρε ὕψος ἐνδοξότατον βασιλείας εὐσεβοῦς, χαῖρε βάθος ταπεινώσεως, τό ὑπέρ τούς οὐρανούς.
Χαῖρε, ὅτι ἐκτήσω τοῦ Προδρόμου τόν ζῆλον, χαῖρε, ὅτι κατέχεις ταῖς χερσί σου τούς κλήρους.
Χαῖρε ἀστήρ ἐμφαίνων τοῖς πέρασι, χαῖρε πηγή ἐνθέου ἀφέσεως.
Χαῖρε δι’ οὗ ἀπεσβέσθη ἡ πλάνη, χαῖρε δι’ οὗ ἐκυρώθη ἡ Πίστις.
Χαῖρε Ἄναξ Βλαδίμηρε.
ΣυναξάριονΤῆ 22α τοῦ αὐτοῦ μηνός μνήμη τοῦ Ἁγίου Ἐνδόξου, Σημειοφόρου, Μεγαλομάρτυρος, Ἰσαποστόλου καί Μυροβλύτου Ἰωάννου τοῦ Βλαδιμήρου, τοῦ Θαυματουργοῦ.
Χείρ συγγενοῦς τέμνει σε ἡ μιαιφόνος,
χείρ Κυρίου νέμει σοι ἀξίως στέφος.
Εἰκάδι δευτερίῃ ἄορ πέφνεν ἄνακτα Ἰωάννην.
ἐν Μάρτυσι Θαυματουργός καί ἐν Ἡγεμόσι Ἅγιος Ἰωάννης ὁ τοῦ Βλαδιμήρου, ἦτο Βουλγαρικῆς (ἤ τό ἐπικρατέστερον Σερβικῆς καταγωγῆς) καί ἐβασίλευεν θεοφρόνως εἰς τά δυτικά μέρη τῶν Βαλκανίων, παρά τήν Ἀδριατικήν, ὅπου σήμερον ἡ Ἀλβανία καί τό Μαυροβούνιον. Αἰχμαλωτισθείς δέ ὑπό Σαμουήλ τοῦ τῶν Βουλγάρων Ἡγεμόνος, ἐνυμφεύθη τῆ θυγατρί αὐτοῦ, κατά τά τότε κρατοῦντα, καί ὡς αὐτῶ ὑποκείμενος ἐπέτρεψε τῆ πατρίδι αὐτοῦ. Ὑπέρ τῆς Ὀρθοδοξίας ἀγωνιζόμενος ὁ μακάριος καί τῆς σωτηρίας τῆς αὐτοῦ ψυχῆς κηδόμενος μᾶλλον ἤ τῶν κοσμικῶν τέρψεων καί ἡδονῶν, παρθενίαν καί σωφροσύνην ἐτήρησεν καί ὡς μοναχός ἔζη ἐν τω παλατίῳ, νηστεύων, προσευχόμενος καί εὐεργετῶν τούς ἐνδεεῖς. Διό καί ἐφάνη αὐτῶ, ὡς ἄλλῳ Εὐσταθίῳ τῶ Πλακίδᾳ, Ἄγγελος δίκην ἀετοῦ φέρων τόν Τίμιον Σταυρόν! Διά τήν παρθενίαν αὐτοῦ καί σωφροσύνην ἐφονεύθη ὁ δίκαιος, ἀποκεφαλισθείς ὑπό τοῦ ἀδελφοῦ τῆς συζύγου του, τῆ ταύτης ὑποκινήσει, ἐν ἔτει 1016. Κρατήσας δέ εἰς χεῖρας τήν τιμίαν αὐτοῦ κεφαλήν, ἦλθεν εἰς τόν τόπον τῆς θεοσημείας τοῦ Σταυροῦ καί ἐκεῖ ἀπέλειπε τοῦ ζῆν. Τό τίμιον αὐτοῦ Λείψανον ἀνακομισθέν εὑρέθη ἀδιάφθορον καί κεχαριτωμένον ὑπό τοῦ Θεοῦ διά τοῦ χαρίσματος τῶν ἰαμάτων, διεσώζεται δέ τά νῦν ἐν τῆ Ἱερᾶ Ἀρχιεπισκοπῆ Ἀλβανίας.
Αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ΑΜΗΝ.
Ὠδή ζ’. Ἐν τῆ καμίνῳ.Νῦν εἰς τά ἄνω κατοικεῖς τοῦ Χριστοῦ βασίλεια, Μάκαρ, ὡς εὐσεβῶς λατρεύσας τῶ Θεῶ καί πιστῶς ἀνακράζων, εὐλογητός εἶ ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Δεσπόζεις ἐπί πᾶσαν τήν Ἰλλυριῶν γῆν, Πανένδοξε. Σύ γάρ βασιλεύσας, ἐπ’ αὐτῆς, ὡς πιστός δοῦλος καί γνήσιος, εὐλογημένος εἶ ὁ Θεός μου ἀνέκραζες καί Κύριος.
ξ οὐρανοῦ ὁ Χριστός σε δοξάζει, Βλαδίμηρε. Διό πόθῳ καί ἡμεῖς δοξάζομεν τήν πανέορτόν σου ἄθλησιν, εὐλογημένος ὁ Θεός ἡμῶν κραυγάζοντες καί Κύριος.
Θεοτοκίον.Σέ ἀνυμνοῦμεν, Θεοτόκε Θεόνυμφε Δέσποινα. Σύ γάρ τόν τῶν ὅλων Κτίστην τε καί Θεόν, ἐν ἀγκάλαις Σου ἐβάστασας. Εὐλογημένη σύ ἐν γυναιξίν, Πανάμωμε Δέσποινα.
Ὠδή η’. Χεῖρας ἐκπετάσας.Ποθήσας Σταυρόν τόν τοῦ Χριστοῦ, Παμμάκαρ Ἔνδοξε, τήν χάριν δέδεξαι τοῦ ἰᾶσθαι τούς προστρέχοντας σοί μετά πίστεως θερμῆς καί εὐσεβοφρόνως βοῶντας, πάντα τά ἔργα ὑμνεῖτε τόν Κύριον.
πάντων προβλέπων σου Θεός τάς πράξεις, Ἔνδοξε, νῦν σοι δεδώρηται τῶν θαυμάτων τά παράδοξα, ἐκ τῆς Αὑτοῦ θείας χειρός. Ὅν ἀνυμνοῦντες πιστῶς βοῶμεν, πάντα τά ἔργα ὑμνεῖτε τόν Κύριον.
Τήν μνήμην σου ἅπαντες πιστοί ὕμνοις δοξάζοντες, Θεόφρον Πάνσοφε, καί τήν ἁγίαν σου κοίμησιν, θεοφρόνως ἀναμέλπομεν τῶ ἐκ Παρθένου δι’ ἡμᾶς σεσαρκωμένῳ Θεῶ, πάντα τά ἔργα ὑμνεῖτε τόν Κύριον.
μᾶς τούς ὑμνοῦντας σε πιστῶς καί σοί προστρέχοντας, Θεόφρον, ἐλέησον ἐν πᾶσιν, Ἅγιε, τούς τήν σήν χάριν ἱκετεύοντας ἀπαντλῆσαι ἐκ τοῦ λειψάνου σου καί βοῶντας, πάντα τά ἔργα ὑμνεῖτε τόν Κύριον.
Θεοτοκίον.
Νύμφην καί Παρθένον ἀληθῶς, Κυρίαν Ἄχραντον, Μητέρα Ἄνανδρον, πάντες σέ δοξάζομεν λέγοντες, Παναγία Πανάμωμητε, μή ὑπερείδῃς τούς πιστῶς ἀνακράζοντας καί βοῶντας, πάντα τά ἔργα ὑμνεῖτε τόν Κύριον.
Ὠδή θ’. Λίθος ἀχειρότμητος ὄρους.Δέχου τάς δεήσεις, Παμμάκαρ, τῶν σέ ὑμνούντων μετά πόθου, δίδου τήν σήν χάριν, Θεόφρων, ἡμῖν τοῖς πίστει ἀνευφημοῦσι σε. Διό ἡμεῖς οἱ δοῦλοι σου σέ, Ἰωάννη, μεγαλύνομεν.
ναξ Ἰωάννη Θεόφρον, ἡμῖν τοῖς πίστει προσιοῦσι, λύσιν ἁμαρτιῶν παράσχου καί θείας δόξης τυχεῖν ἱκέτευε, τούς πόθῳ ἀνυμνοῦντας σε καί μεγαλύνοντας, Τρισόλβιε.
Νίκην σοι ὁ πάντων Δεσπότης νέμει ἐξ ὕψους, Ἀθλοφόρε, σοῦ τό καρτερόν καί γενναῖον, κατά τῆς πλάνης βραβεύων νικητικοῖς βραβείοις καί ὡς νικητήν ὄντως ἐδόξασε.
δες Κωνσταντῖνος ὡς ἄλλος, Μάκαρ, Σταυρόν τόν τοῦ Κυρίου, ὑφ’ οὗ ὁδηγούμενος ἀνῆλθες εἰς τόπον, ἔνθα νῦν οἱ προστρέχοντες λαμβάνουσιν ἰάματα, Σταυροῦ τῆ χάριτι σωζόμενοι.
θλησας νομίμως τῶ πόθῳ, Χριστοῦ τοῦ πάντων Βασιλέως. Ἔλαμψας ἐν κόσμῳ ἀκτῖσι τῶν ἰαμάτων καί τήν σκοτόμαιναν τῆς πλάνης ἀπεδίωξας, Ὀρθοδοξίᾳ καλλυνόμενος.
Θεοτοκίον.Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων ἐπερχομένων καί τῆς ἄνω θείας Βασιλείας ἀξίους γενέσθαι δεῖξον, Θεοχαρίτωτε, Εὐλογημένη Πάναγνε, Σέ Θεοτόκε μεγαλύνοντες.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.Χριστός σε ἐμεγάλυνε, ἐν θαύμασιν ὁ Κύριος, ὡς Ἑαυτοῦ ὑπηρέτην, Βλαδίμηρε Ἰωάννη. Τοῦτον δοῦναι ἱκέτευε ἁμαρτιῶν τήν ἄφεσιν, ἐν ἄσμασι τήν πάνσεπτον καί παναγίαν σου μνήμην, εὐσεβοφρόνως τελοῦσιν.
Θεοτοκίον. Ὅμοιον.Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχω-ρήτου Τριάδος, δοχεῖον γεγεννημένη, ἐν ὧ Πατήρ ηὐδόκησεν, ὁ δέ Υἱός ἐσκήνωσε καί Πνεῦμα τό Πανάγιον ἐπισκιάσαν σοι, Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τούς Αἴνους Στιχηρά.
Ἦχος πλ. δ’. Ὤ τοῦ παραδόξου θαύματος.
Δεῦτε ἀθροίσθητε ἅπαντες, ἐν τῶ ἁγίῳ ναῶ τοῦ σοφοῦ καί τρισμάκαρος, Ἰωάννου Ἄνακτος, καί δοξάσωμεν Κύριον, τόν δόντα τούτῳ δόξαν καί χάριν τε καί ἰαμάτων βλύζειν τάς χάριτας. Ὦ Παμμακάριστε, τῶν Ἀγγέλων μέτοχε καί πρεσβευτά, σῶσον τάς ψυχάς ἡμῶν, Θεομακάριστε.
Μάρτυς Ἰωάννη ἔνδοξε, σύ τόν Σταυρόν τοῦ Χριστοῦ, ὁλοψύχως ἀράμενος, τῶ Χριστῶ προσέδραμες ὁπαδός μέχρις αἵματος, ἐχθρούς νικήσας τη καρτερίᾳ σου καί τούτων, Μάκαρ, ξηράνας χείμαρρον, χαίρων τό σῶμα σου, πρός σφαγήν παρέδωκας, ὅθεν τήν σήν κάραν ἐστεφάνωσεν ὁ Μεγαλόδωρος.
Πόθῳ τό πάθος μιμούμενος τό ζωηφόρον Χριστοῦ, παρ’ Αὐτοῦ τήν ἐνέργειαν τῶν θαυμάτων εἴληφας, Ἀθλοφόρε Βλαδίμηρε, καί διασώζεις τούς σοί προστρέχοντας, πολλῶν κινδύνων αὐτούς ρυόμενος, ἔχων εὐάρεστον παρρησίαν, Ἔνδοξε, πρός τόν Χριστόν, Ὧ καί νῦν παρίστασαι, δόξης πληρούμενος.
Ξίφει κεφαλήν τεμνόμενος, ἀπό ζωῆς εἰς ζωήν, ἐκ θνητῆς εἰς ἀθάνατον καί φθαρτῆς πρός ἄφθαρτον, προφανῶς μεταβέβηκας, μή ἀναμείνας φύσεως νέκρωσιν, ἀλλ’ αὐθαιρέτως θανεῖν ἑλόμενος. Ὤ τῶν ἀγώνων σου, Βασιλεῦ Πανένδοξε, δι’ ὧν χοροῖς Ἀθλητῶν ἠρίθμησαι, συναγαλλόμενος.
Δόξα. Ἦχος γ’.Καταλιπών τοῦ κόσμου καί τοῦ βίου τά πρόσκαιρα καί ἐπιποθήσας Σταυρόν τόν πανσεβάσμιον, ἀνῆλθες πρός τά ἄνω Βασίλεια, ὡς ἀετός ὑψιπέτης, Ἰωάννη Πανεύφημε. Διό καί ἡμεῖς ἐκ τοῦ σοῦ Λειψάνου χαρίσματα λαμβάνομεν. Καί μῦρα μυρίζεις προχέων, ἀθλητά τοῦ Χριστοῦ, Μάρτυς Πανθαύμαστε, καί εἰς οὐρανούς χορεύεις μετά Ἀγγέλων. Καί νῦν παρά σοῦ αἰτούμεθα, ἱλασμόν ἁμαρτιῶν καί τό μέγα ἔλεος.
Καί νῦν. Θεοτοκίον οἷον βούλει.
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά καί ἐκ τοῦ Κανόνος Ὠδή γ’ καί στ’.
Ὁ Ἀπόστολος. Προκείμενον Ἦχος δ’.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τόν Θεόν.
Πρός Ἐφεσίους Ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα.δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καί ἐν τῶ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τήν πανοπλίαν τοῦ Θεοῦ, πρός τό δύνασθαι ὑμᾶς στῆναι πρός τάς μεθοδείας τοῦ διαβόλου. Ὅτι οὐκ ἔστιν ἡ πάλη πρός αἷμα καί σάρκα, ἀλλά πρός τάς ἀρχάς, πρός τάς ἐξουσίας, πρός τούς κοσμο-κράτορας τοῦ σκότους τοῦ ἀιῶνος τούτου, πρός τά πνευματικά τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις. Διά τοῦτο ἀναλάβατε τήν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῆ ἡμέρᾳ τῆ πονηρᾶ καί ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τήν ὀσφύν ὑμῶν ἐν ἀληθείᾳ καί ἐνδυσάμενοι τόν θώρακα τῆς δικαιοσύνης καί ὑποδησάμενοι τούς πόδας, ἐν τῆ ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἐπί πᾶσιν ἀναλαβόντες τόν θυρεόν τῆς Πίστεως, ἐν ὧ δυνήσεσθε πάντα τά βέλη τοῦ πονηροῦ τά πεπυρωμένα σβέσαι. Καί τήν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καί τήν μάχαιραν τοῦ πνεύματος, ὅ ἔστι ρῆμα Θεοῦ. (Ἐφεσ. 10 – 17).Ἀλληλούϊα. Ἦχος β’.
Ἐπακοῦσαί σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. Στίχ. Κύριε σῶσον τόν βασιλέα καί ἐπάκουσον ἡμῶν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελῶνα αὐτοῦ. Καί συμφωνήσας μετά τῶν ἐργατῶν ἐκ δηναρίου τήν ἡμέραν, ἀπέστειλεν αὐτούς εἰς τόν ἀμπελῶνα. Οἱ δέ ἀπῆλθον. Πάλιν ἐξελθών περί τήν ἕκτην καί ἑνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περί δέ τήν ἐνδεκάτην ἐξελθών εὗρεν ἄλλους ἐστῶτας ἀργούς καί λέγει αὐτοῖς: Τί ὧδε ἑστήκατε ὅλην τήν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῶ, ὅτι οὐδείς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς: Ὑπάγετε καί ὑμεῖς εἰς τόν ἀμπελῶνα καί ὅ ἐάν ἦ δίκαιον λήψεσθε. Ὀψίας δέ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῶ ἐπιτρόπῳ αὐτοῦ. Κάλεσον τούς ἐργάτας καί ἀπόδος αὐτοῖς τόν μισθόν, ἀρξάμενοι ἀπό τῶν ἐσχάτων, ἕως τῶν πρώτων. Καί ἐλθόντες οἱ περί τήν ἐνδεκάτην ὥραν, ἔλαβον ἕνα δηνάριον. Ἐλθόντες δέ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται καί ἔλαβον καί αὐτοί ἀνά δηνάριον. Λαβόντες δέ ἐγόγγυζον κατά τοῦ οἰκοδεσπότου λέγοντες, ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καί ἴσους ἡμῖν αὐτούς ἐποίησας, τοῖς βαστάσασι τό βάρος τῆς ἡμέρας καί τόν καύσωνα. Ὁ δέ ἀποκριθείς εἶπεν ἑνί αὐτῶν. Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχί δηναρίου συνεφώνησάς μοι; Ἆρον τό σόν καί ὕπαγε. Θέλω δέ τούτῳ τῶ ἐσχάτῳ δοῦναι ὡς καί σοί. Ἤ οὐκ ἔξεστί μοι ποιῆσαι ὅ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγώ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καί οἱ πρῶτοι ἔσχατοι. Πολλοί γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί. (Ματθ. κ’, 1 – 16).
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Τόν ἀστέρα πάντες τόν φαεινόν, τόν ἐκ Βλαδιμήρου ἀπαστράψαντα νοητῶς, Μαρτύρων τό κλέος καί Βασιλέων δόξαν, τόν θεῖον Ἰωάννην ὕμνοις τιμήσωμεν.
ΤΕΛΟΣ ΚΑΙ ΤΩ ΘΕΩ ΔΟΞΑ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου