Τρίτη, 15 Νοεμβρίου 2011

ΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΑΝΝΗΣ ΤΟΥ ΚΑΣΙΝ

ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ
ΑΝΝΗΣ ΤΟΥ ΚΑΣΙΝ
ΜΕΓΑΛΗΣ ΠΡΙΓΚΙΠΙΣΣΗΣ ΤΟΥ ΤΒΕΡ (+ 1368)


Ψαλλομένη τῇ 12ῃ Ἰουνίου, τῇ 2ᾳ Ὀκτωβρίου καί μή ὑπαρχούσης ἄλλης καί τῆ 21ῃ Ἰουλίου, ἐπί τῇ Ἀνακομιδῇ τοῦ Λειψάνου της.

Ποίημα Ἀντωνίου Μάρκου (1993)
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής»


 Ἡ Ἀκολουθία τῆς Ὁσίας Ἄννης τοῦ Κασίν, ἐποιήθη τό ἔτος 1993, κατόπιν προτάσεως τοῦ Καθηγητοῦ τῆς Θεολογικῆς, ἤδη μακαριστοῦ Ἰωάννου Φουντούλη, ὡς εὐχαριστήριον γενομένου εἰς ἐμέ θαύματος  καί ὡς δέησις ὑπέρ τῆς θυγατρός μου Ἄννης. Τό αὐτό ἔτος 1993 εἶχεν ὁλοκληρωθεῖ ἡ μελέτη τοῦ Βίου τῆς Ὁσίας, εἰς τά πλαίσια τῶν ἐρευνητικῶν ἐργασιῶν ἐπί τοῦ Ρωσικοῦ Ἁγιολογίου, τοῦ ἡμετέρου Κέντρου Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής». Ὁ Βίος της ἐδημοσιεύθη ἀρχικῶς εἰς τό Περιοδικόν «ΟΡΘΟΔΟΞΗ ΜΑΡΤΥΡΙΑ» Λευκωσίας, (φ. 39, 1993, σελ. 33 – 38) καί εἰς τήν συνέχειαν εἰς τό Περιοδικόν "Ο ΠΟΙΜΗΝ" τῆς Ἱερᾶς Μητροπόλεως Μυτιλήνης (τ. 1993).

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετά τόν Προοιμιακόν, εἰς τό «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους δ’ καί ψάλλομεν Στιχηρά Προσόμοια:
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
ννης θείας τήν ἔξοδον ἐκ τοῦ κόσμου ὑμνήσωμεν, ταύτης τε τήν εἴσοδον εἰς Βασιλείαν Θεοῦ, πανηγυρίσωμεν ἄσμασι πιστοί καί βοήσωμεν· Σύ ὑπάρχεις ἀληθῶς Ἡγεμόνων ἀγλάϊσμα καί τῶν μοναστῶν στολισμός καί τιμή καί ὡραιότης, Μῆτερ Ἄννα, τῆς Ρωσίας θεῖος βλαστός τε καί καύχημα.
Ρωσική πᾶσα χαίρεται γῆ καί θαυμάζει κηρύττουσα, Ἄννης τῆς θεόφρονος τήν τελείωσιν· ὁσιακῶς γάρ ἐβίωσεν, εἰ καί ἡγεμονικήν θέσιν ἐκέκτητο κλεινήν ἧν ἀντήλλαξεν, τῇ πτωχείᾳ καί τῇ ταπεινώσῃ, μοναστῶν τόν θεῖον βίον ἀσπασαμένη ἡ Πάνσεμνος.
γεμονίας τό ἐφήμερον, παρόντος κόσμου τό ἀσταθές, πᾶσαν ἀνθρωπίνης τε ζωῆς μικρότητα, Ἄννα ἡ θεία νοήσασα, τοῦ κόσμου ἐχώρησε καί τῶν τούτου ἡδονῶν καί ἐνοίκησε ἐν κελλίῳ πτωχῷ, ταπεινοτάτην μοναστῶν ζωήν τήν θείαν ἀκολουθῆσαι θελήσασα.
τοῦ Κασίν πόλις χαίρεται, ὅτι κατέχει τό λείψανον, Ἄννης τῆς θεόφρονος καί αὐτῆς τήν λάρνακα· πρός ἅ τά πλήθη προστρέχουσι τῶν πιστῶν, Αὐτῆς λιταῖς πρός τόν Κτίστην αἰτούμενα, ἵνα τύχωσιν ἐπισκέψεως θείας καί ἐλέους καί ἀφέσεως, πρεσβείαις καί ἱκεσίαις τῆς δούλης Του.
Χάριτι θείᾳ καί σύζυγος Πρίγκιπος Μάρτυρος πέφυνας, Ἄννα, μεθ’ οὗ σήμερον τερπνῶς ἀγάλεσαι, περιχορεύουσα Ἀβραάμ τοῖς κόλποις ἐν οὐρανῶ, διό τιμῶμεν Σε καί προβάλλομεν πρός Κύριον πρεσβείαν καί θερμῶς παρακαλοῦμεν, ὑπέρ ἡμῶν Αὐτόν ἱκέτευε.
τε κατ’ ὄναρ ἐπέδειξας τῷ Γεωργίῳ τόν τάφον Σου, ὅν χρόνου ἡ πάροδος λήθῃ ἐκάλυψεν, ἐπιθυμήσασα, Ἔνδοξε, αὐτοῦ τήν ἐμφάνειαν, τῶν πιστῶν τόν σεβασμόν τῶν Σῶν θαυμάτων ἡ τέλεσις προεκάλεσεν καί τῆς πόλεως Κασίν τήν πολιοῦχον Σέ ἀνέδειξεν, ὁσία Ἄννα, Ὀρθοδόξων τό σύστημα.
Δόξα. Ἦχος α’.
τε βαρβαρικαί ὀρδαί Τατάρων, γῆν τήν Ρωσικήν πυρί παρέδωσαν καί ὁ Τβερίας Μιχαήλ Ἡγεμών ὁ μακάριος, μαρτυρίου τόν στέφανον ἔλαβεν, τότε Ἄννα τῆς ἡγεμονικῆς ἔλαχεν ἀλουργίδος. Καί λαόν μέν τοῦ Θεοῦ εὐσεβῶς διηκόνησε, ὑπέρμαχος φανεῖσα τῆς Αὐτοῦ Ἐκκλησίας. Εἶτα δέ, δόξαν ἡγεμονικήν ἀνταλλάξασα πτωχείᾳ, ὁσιακῶς τόν βίον ἐξεμέτρησεν καί ἐν Κασίν τῷ Κυρίῳ τῶ πνεῦμα παρέδωκεν. Τοῦ ἐν αὐτῇ χαρίσματος τῶν ἰαμάτων ὑπό Χριστοῦ μαρτυρουμένου, προσέρχονται αἱ τῶν πιστῶν σειραί, τοῦ ἀσπάσασθαι εὐλαβῶς αὐτῆς τήν θήκην καί τυχεῖν τοῦ ποθουμένου ἕκαστος. Τῷ Σωτήρι οὗν καί ἡμεῖς δεηθῶμεν, ἵνα Ἄννης τῆς δούλης Του τάς λιτάς δεχόμενος, σώσει τόν λαόν Του, ὡς Πολυέλεος.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν Σοί θεωροῦσα ἡ κτίσις ἀγάλλεται. Συνέλαβες γάρ ἀσπόρως καί ἔτεκες ἀφράστως, Ὅν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται. Αὐτόν ἱκέτευε ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ’, 9 – 14).
Τάδε λέγει Κύριος. Πάντα τά ἔθνη συνήχθησαν ἅμα καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός καί ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καί οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγώ εἰμί καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσίν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει τῶν ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῶ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καί κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου. Ὅτι τῆ δεξιᾶ αὐτοῦ σκεπάσει αὐτούς καί τῶ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καί περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῶ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλήσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καί ὡς λαίλαψ ἐκλιμήσει αὐτούς καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία καί ἡ κακοπραγία περιτρέψει θρόνους δυνα-στῶν. Ἀκούσατε οὗν Βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθαι οἱ κρατοῦντες πλήθους καί οἱ γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καί ἡ δυναστεία παρά Ὑψίστου.
Εἰς τήν Λιτήν Στιχηρά Ἰδιόμελα.
Ἦχος α’.
γιοτόκου πατρίδος, τῆς κατά βορρᾶν Θηβαΐδος, τῆς Ρωσικῆς γῆς θεῖον βλάστημα, ὁσία Ἄννα, τυγχάνεις καί καύχημα. Ἐν Τβερίᾳ γάρ τόν ἐκεῖσε ἡγεμονικόν θρόνον ἐκλέησας, δι’ ἔργων εὐποιΐας καί τῇ τοῦ χαρακτῆρος σεμνότητι. Ὅθεν χαῖρει ἐπί Σύ ὁ τῶν Ἁγίων Ἡγεμόνων χορός, σύν ἐκείνῳ τῶν Ὁσίων, εἰς ὧν τήν χορείαν κατετάγης, μοναχικόν βίον ἐνθέρμως ἀσπασαμένη καί ὁσιακῶς τό ζεῖν ἐκμετρήσασα.
Ἦχος β’.
γάλλου ἐν Κυρίῳ καί τέρπου Ρωσία ἅπασα, Ἄννα τήν τοῦ Κασίν ὡς θησαυρόν πλουτοῦσα. Ἐν σοί γάρ ἡγωνίσατο, πρῶτον μέν ἐν τῷ κόσμῳ ὡς ἡμεμονίς, εἶτα δέ ἐν τῷ τῆς ἀσκήσεως σταδίῳ, ταπεινωτάτη μονάστρια. Διό πλουσίαν τήν δωρεάν παρά Χριστοῦ ἔλαβεν, τοῦ ἰᾶσθαι τούς ἀσθενούντας καί τούς τῇ θῆκῃ τοῦ αὐτῆς Λειψάνου προστρέχοντας. Τήν λάρνακα οὗν αὐτῆς κυκλοῦσα, τῷ Σωτῆρι ἔνδακρυς βόησον. Δόξα Σοι Κύριε, ὁ πρεσβείαις τῆς Ὁσίας λυτρωσάμενος τόν λαόν Σου, τόν ὑπ’ ἀθέων τυραννούμενον.
Ἦχος γ’.
Οὐράνιοι Ἄγγελοι σήμερον, σύν πᾶσι τοῖς Ἁγίοις, μετά τῆς ἐπί γῆς Ἐκκλησίας συνεφραίνονται, τούς Σούς ἀσκητικούς τιμῶντες ἀγῶνας. Ὅντως πολύαθλόν Σου τό σῶμα, εἰ καί μαρτυρίου στίγματα οὐ φέρει. Διό ἀφθαρσίᾳ ἐβράβευσεν αὐτό Κύριος καί θαυμάτων πηγήν τοῦτο ἀνέδειξεν, πᾶσαν δαιμονικήν ἀπελαύνουσα ἐνέργειαν. Ἀξιοχρέως οὗν βοῶμεν Σοι, μέμνησω Μῆτερ Ἄννα, τῶν τιμῶντων τήν μνήμην Σου τήν ἀξιοσέβαστον.
Δόξα. Ἦχος πλ. α’.
Σήμερον συγκαλεῖται ἡμᾶς, Ἄννης τῆς Ρωσίδος ἡ τρισενιαύσιος πανήγυρις. Δεῦτε οὗν φιλέορτοι πιστοί, φαιδρῶς ἑορτάσωμεν αὐτῆς τήν μνήμην κράζοντες. Χαῖροις Μῆτερ, Ὁσίων καλλονή καί Ἡγεμόνων καύχημα, Κασίν ἡ πολιούχος, Ῥωσίας συμπάσης τό καταφύγιον. Χαῖροις Ἄννης τῆς Θεοπρομήτορος ἡ ὁμώνυμος καί συγκληρονόμος τῆς Χριστοῦ Βασιλείας. Αὐτόν ἱκέτευε, πάντας λυτρωθῆναι πειραστηρίων καί σωθῆναι, κατά τό μέγα Αὐτοῦ ἔλεος.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μετά Ἀγγέλων τά οὐράνια, μετά ἀνθρώπων τά ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε, βοῶμεν Σοι. Χαῖρε πύλη τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία. Χαῖρε, σεμνή Κεχαριτωμένη, ἡ τεκοῦσα Θεόν σεσαρκωμένον.
Εἰς τό Στίχον. Στιχηρά Προσόμοια. Ἦχος πλ. δ’. Ὦ τοῦ παραδόξου θαύματος.
Μῆτερ ὁσία ἀπέρριψας, διά τήν ὅντως Ζωήν, τήν ζωήν τήν πρόσκαιρον, καταφρονήσασα ἅπαντα· πλοῦτον καί δόξαν, τρυφῆς ἀπόλαυσιν, θρόνον, πορφύραν, κόσμου τερπνότητα· διό προσέδραμες τῷ Κυρίῳ φέρουσα τόν Σόν σταυρόν, Τοῦτον ἀγαπήσασα, Ἄννα ἀξιάγαστε.
βιοτή Σου εὐάρεστος, διό Χριστός ὁ Θεός, ἐν τῷ κόσμῳ Σέ ἐδόξασε, ὅτε παρεχώρησεν παῦσαι ἡ λήθη τοῦ τάφου Σου· ὅτε παρῆλθε δυάς αἰώνων γάρ, τότε εὑρέθη Σόν θεῖον λείψανον· ὅ καί ἀναδέδεικται πηγή θαυμάτων καί παντοειδῶν ὑπέρ ἔννοιαν ἰάσεων.
ννα Ὁσίων ὁ ὅμιλος, Ἱεραρχῶν ὁ χορός, ἡ Μαρτύρων ὁμήγυρις, Πάντων τῶν Ἁγίων τε χοροί Σέ ἐδέξαντο· ἐν οὐρανοῖς γάρ Χριστός Σέ ἐδόξασεν καί ἐπί πάσης γῆς ἐθαυμάστωσεν· ὅντως ἱερώτατον καί ἐπαίνου ἄξιον τό γεγονός, ὅ τιμῶμεν σήμερον, ἡμέραν Σήν γεννέθλιον.
Δόξα. Ἦχος πλ. β’.
πέφανεν σήμερον ἔαρ σωτήριον καί ἑορτή χαρμόσυνος, Ἄννης ἡ μνήμη, τῆς ἀπό Πριγκίπων Ὁσίας τοῦ Θεοῦ. Αὗτη γάρ καλῶς ἀγωνισαμένη, ὁσιακῶς τόν βίον ἐξεμέτρησεν καί νῦν ὡς ἥλιος τηλαυγῆς, τάς τῶν θαυμάτων ἀκτίνας ἐκπέμπει, πᾶσαν πειρασμικήν διαλύουσα σκοτόμαιναν. Αὐτῆ πιστοί βοήσωμεν, μή διαλείπης, Μῆτερ, ὑπέρ ἡμῶν πρεσβεύειν πρός Κύριον, ἐν εἰρήνῃ ἡμᾶς ἐκτελέσαι τόν βίον καί Παραδείσου τυχεῖν τῆς ἀνέσεως.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
ρχή σωτηρίας, ἡ τοῦ Γαβριήλ προσηγορία, πρός τήν Παρθένον γέγονεν. Ἤκουσε γάρ τό χαῖρε καί οὐκ ἀπέφυγε τόν ἀσπασμόν. Οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῆῇ, ἀλλ’ οὔτως ἔλεγεν. Ἰδοῦ ἡ δούλη Κυρίου, γένοιτό μοι κατά τό ῥῆμα σου.
Νῦν ἀπολύεις… Τό Τρισάγιον. Καί τό Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Κοσμικῆς βασιλείας τήν ματαιότητα, Οὐρανῶν Βασιλείας τήν ὡραιότητα, κατανοήσασα, σεμνή Ἄννα, ἀντήλλαξας πᾶσαν τιμήν πριγκιπικήν τῇ πτωχείᾳ τῶν μοναστῶν· διό ἐν ὕμνοις εὐήχοις, ὡς κεκτημένην παρρησίαν, οἱ πιστοί Σέ μακαρίζομεν.
Καί Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετά τόν Ἑξάψαλμον τό Ἀπολυτίκιον, ὡς ἐν τῷ Ἑσπερινῷ.
Μετά τήν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Ὁ ὑψωθείς.
ς τῶν θαυμάτων λαβοῦσα τήν χάριν, παρά τοῦ πάντων χορηγοῦ καί δοτῆρος, μεγάλα καί θαυμάσια καθ’ ἑκάστην ἐκτελεῖς, πᾶσι τοῖς προστρέχουσι πίστῃ τῷ θείῳ ναῷ Σου καί εὐλαβῶς προσψάουσι τοῦ Σοῦ λειψάνου τήν θήκην. Διό δικαίως ἰατρός θαυματουργός καλεῖσαι, Ἄννα, Κασίν θεῖον κόσμημα.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τῇ ἀνατραφείσῃ ἐν τῷ Ναῷ, εἰς τά Ἅγια τῶν Ἁγίων. Τῇ περιβεβλημένῃ τήν πίστιν καί τήν σοφίαν καί τήν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ προσέφερε οὐρανόθεν τόν ἀσπασμόν καί τό χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετά Σοῦ.
Μετά τήν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.
πάντων Βασιλεύς, ὁ ἀφθαρσίᾳ τιμήσας Σόν λείψανον, Σεμνή, οὐρανόθεν μηνύει τήν Σήν ἁγιότητα, διό πάντες συνέδραμον, τοῦ ἀσπάσασθαι χαίροντες τοῦτο καί νόσων ἀπολύτρωσιν λαβεῖν, τυχεῖν τε ἐλέους, διό Ἄννα τιμῶμεν Σε.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μαρία τό σεπτόν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως καί πταισμάτων καί θλίψεων. Σύ γάρ πέφυκας ἁμαρτωλῶν σωτηρία καί βοήθεια καί κραταιά προστασία καί σώζεις τούς δούλους Σου.
Μετά τόν Πολυέλαιον, Κάθισμα.
Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.
Τόν Χριστόν ἀγαπήσασα παντελῶς, ὑπακούουσα, Μῆτερ Ἄννα Κασίν, ταῖς Τούτου ἐντεύξεσι, βίον ἅγιον ἤνυσας, τῶν Ἁγίων ταῖς ἴχνεσι καλῶς ἐφεπόμενη, Ἀβραάμ ἠξιώθης εἰσελθεῖν ἐν τοῖς κόλποις. Ὅθεν καί θαυμάτων λαβοῦσα  τήν χάριν, πηγάζεις ἰάματα καί ἰᾶσαι τούς πάσχοντας, τῷ ναῷ Σου προστρέχοντας. Πρέσβευε οὗν Χριστῶ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τήν ἁγίαν μνήμην Σου.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τήν ψυχήν μου, Παρθένε, τήν ταπεινήν, τήν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τῷ φόρτῳ φανεῖσαν ὑπέραντλον καί εἰς πυθμένα Ἅδου ἐλθεῖν κινδυνεύουσαν· φθάσον, Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, γαλήνην παρέχουσα, εἰς λιμένα Σου ἔδραμον, Θεοτόκε βοήθει μοι, πρέσβευε τῷ Σῷ Υἱῷ καί Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι. Σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος Σου.
Οἱ Ἀναβαθμοί, τό α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
κ νεότητός μου πολλά πολεμεῖ με πάθη, ἀλλ’ αὐτός ἀντιλαβοῦ καί σῶσον, Σωτήρ μου. (Δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύθνητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρί ἔσεσθε ἀπεξηραμένοι. (Δίς).
Δόξα.
γίῳ Πνεύματι πᾶσα ψυχῆ ζωοῦται καί καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καί νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.
Προκείμενον (Ψαλμός ξζ’, 36), Ἦχος δ’.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τά θελήματα Αὐτοῦ ἐν αὐτοῖς (Ψαλμ. ιε’, 3).
Πᾶσα Πνοή. Εὐαγγέλιον. Ὁ Ν’ Ψαλμός.
Δόξα.
Ταῖς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Εἶτα τό Ἰδιόμελον. Ἦχος πλ. β’.
Στιχ. λέησόν με ὁ Θεός, κατά τό μέγα ἔλεόν Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Λαμπρῶς συγκαλεῖται ἡμᾶς, Ἄννης ἡ τρισενιαύσιος μνήμη. Θεαρέστως γάρ βιώσασα, παρά Κυρίου πλουσίαν τήν τῶν ἰάσεων χάριν ἔλαβεν καί προθύμως σπεύδει εἰς ἐπίσκεψιν, τῶν τῆς χάριτος αὐτῆς δεομένων. Νέα Σιλωάμ κολυμβήθρα τό τέμενος αὐτῆς ἀναδέδεικται, πακτωλός δέ ἱερός αὐτῆς τό σκήνωμα κηρύσσεται. Αὐτῆ οὗν, ὡς παρρησίαν πρός Κύριον κεκτημένην, πιστοί βοήσωμεν. Πρόφθασον, Μῆτερ, ταῖς πρεσβείαις Σου ἐλέησον.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς μετά τῶν Θεοτοκίων «ΑΝΝΗ ΥΠΕΡ ΑΝΝΗΣ ΥΜΝΟΣ ΑΔΕΤΑΙ. ΑΝΤΩΝΙΟΥ»
Ὠδή α’. Ἦχος δ’. Ἀνοίξω τό στόμα μου.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
όρατε Κύριε καί Βασιλεῦ πάσης κτίσεως, Θεέ Πολυέλεε, τῶν ἀγαθῶν χορηγέ, ὁ δωρούμενος γνώσιν ἡμῖν τοῖς ἀσόφοις, τόν νοῦν μου καταύγασον τῇ εὐσπλαχνίᾳ Σου.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός Σου ὁ ἅγιος, ἡ ἐν αὐτῷ θήκη ἡ πάντιμος τοῦ θείου λειψάνου Σου, τοῖς πᾶσι πρόκεινται, εἰς ἰατήριον, διό νῦν πάντες βοῶμεν, Ἄννης τήν δέησιν, ἐνωτίζω Φιλάνθρωπε.
Δόξα.
Νίκην ἔσχες νικήσασα, τῇ δυνάμει τοῦ Πνεύματος, τοῦ κόσμου τό δέλεαρ καί τό τῆς θέσεως, ὅτε κατέλειπες Πριγκίπων θρόνον καί δόξαν, Ἀγγέλων ζηλώσασα τόν βίον, Πάνσεμνε.
Καί νῦν. Θεοτοκίον.
σαΐου ἡ πρόρρησις, ἐπί Σύ Ἀειπάρθενε, θαυμασίως πεπλήρωται, ὅθεν τιμῶμεν πιστοί, Σέ τήν κυήσασαν Υἱόν Πατρός εὐδοκίᾳ, ὅτε Πνεῦμα Ἅγιον ἐν Σύ ἐσκήνωσεν.
Ὠδή γ’. Τούς Σούς ὑμνολόγους.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μνῆσαι συνέρχονται τά πλήθη Σήν μνήμην, τήν τε θήκην τοῦ ἱεροῦ προσψεύσαι, Ἄννα, λειψάνου Σου, τοῦ ἀφθάρτως τηρουμένου νῦν. Καί πάντες, Μῆτερ χαίροντες πόθῳ κυκλοῦσι Σήν λάρνακα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Πραότης, εὐγένεια καί ἦθος ἐκόσμησαν Σήν θείαν βιοτήν, τήν ἐν τῷ κόσμῳ, Πάνσεμνε Ἄννα, Κασίν ἀγλάϊσμα, διό ἄφθαρτον διέμεινεν, Μῆτερ Ὁσία, Σόν λείψανον.
Δόξα.
Εὑρόντες Σέ, Μῆτερ, οἱ ἐν κόσμῳ, προστάτην καί στερράν καταφυγήν, τῷ Σῷ ναῷ προστρέχομεν, τυχεῖν Σῆς ἀντιλήψεως, ἧν καί λαμβάνομεν χαίροντες καί εὐχαριστοῦντες κηρύττομεν.
Καί νῦν. Θεοτοκίον.
ήτορες κἄν σοφοί Σε, Κόρη, ἐκήρυξαν δεδοξασμένην ἐν τῇ γῇ, διό τόν ὕμνον πρόσδεξαι, τόν ταπεινόν καί ἄσημον, ταῖς Σαῖς πρεσβείαις οἴκτηρον καί Παραδείσου ἀξίωσον.
Κάθισμα. Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.
Τούς ἀγῶνας καί κόπους τούς Σούς, πιστοί νοερῶς θεωροῦντες, πλήν εὐκρινῶς, πάσης κατανύξεως τάς ψυχάς ἐμπιμπλάμεθα καί πρός θεῖον ὕμνον καί δόξαν καί αἴνεσιν, τοῦ Κυρίου πάντων, τοῦ τῶν ὅλων δεσπόζοντος, πόθῳ ἐγκαρδίῳ ἑαυτούς συγκινοῦμεν, ὠδαῖς Σέ γεραίροντες, ὡς τῆς Προμήτορος σύσκηνον καί πιστῶς ἐκβοῶμεν Σοι· πρόφθασον ἰλέωσαι Κριτήν, ταῖς πρός Αὐτόν Σαῖς ἐνθέρμοις δεήσεσιν· Τοῦτον ἐπίκαμψον τῇ πρεσβείᾳ Σου Ἄννα, ἡ τοῦ Κασίν καί τῆς Ῥωσίας ἀγλάϊσμα.
Δόξα. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι, Δέσποινα, ὑπέρ πασῶν τῶν χαρίτων Σου. Σύ γάρ ὤφθης σκέπη ὁμοῦ καί ἀντίληψις, πειρασμῶν καί θλίψεων ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ρυσθείς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καί Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι· Σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος Σου.
Ὠδή δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ννα, θεία Σου ἡ κλήσις ἐν ἀμφοτέροις, τόν θρόνον γάρ, Κύριος Σοί ἔδωκεν, ἵνα λαόν ποιμάνεις καί ποίμνιον τό ἐν Τβερίᾳ πιστῶς, ἡγεμονίς θεουμένη, εἶτα τῇ χορείᾳ τε τῶν μοναστῶν Σέ ἐκάλεσεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκην ἔσχες, μακαρία Ἄννα, τόν κόσμον νικήσασα, ὅτε μοναστῶν τῇ πτωχείᾳ, σκευήν Πριγκίπων ἀντήλλαξας καί παλατίου τερπνοῦ, μονῆς τήν ἀκροτάτην πτωχείαν προέκρινας, ἐν ἧ καί ἤσκησας.
Δόξα.
Νοητοῦ θηρός παγίδας, κόσμου τήν ματαιότητα, λογισμούς ὑπερηφάνους, τόν τῆς θέσεως κίνδυνον, ὀρθῶς ἀπέφυγας ἐν τῇ μονῇ ἐγκεκλεισμένη, ὅθεν καί ἠγώνισαι, Ἄννα Κασίνσκαγια.
Καί νῦν. Θεοτοκίον.
μεῖς μέν, ὦ Θεοτόκε, ἀνυμνοῦντες Σε οὐ παύομεν, Σύ δέ σπεῦσον μεσιτεῦσαι τῷ Υἱῷ Σου ὑπέρ ἄρσεως, τοῦ βαρυτάτου ζυγοῦ, τοῦ τῆς ἁμαρτίας, ἧ καί βαρύνει ἡμῶν τήν ἀθλίαν προαίρεσιν.
Ὠδή ε’. Ἐξέστη τά σύμπαντα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σκέπην θείαν Σε κέκτηται, Κασίν ἡ πόλις καί ἅπασα, Μῆτερ, Ῥωσική γῆ ὑπερβορείᾳ, πέφυνας τούτων γάρ θεῖος βοηθός, θαυμάτων ποικίλων πακτωλός, τῶν καταφευγόντων νῦν τῷ Σῷ ναῷ καί τῇ λάρνακι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μνος θεῖος Σοί ἄδεται, ὑπέρ παρθένου νεάνιδος, ταύτης τόν γεννήτορα γάρ, Ἄννα, ἔσωσας δίκης, πειρασμῶν τε χαλεπῶν, προφθάσασα καί δείξασα, Σεμνή, αὐτοῦ τήν ἀθωότητα, ὁμοῦ καί πίστιν τήν ἔνθερμον.
Δόξα.
Μάρτυρος σύζυγος πέφυνας, ὅτε Μαρτύρων τόν στέφανον, Μιχαήλ Σός ὁμόζυγος ἀξίως ἔλαβεν, ὅς καί ἐπέπρωτο σφαγεῖν, Τατάρων τῶν βαρβάρων τῇ χειρί, πατρίδος ἀμυνόμενος ὁμοῦ καί Πίστεως, Ἔνδοξε.
Καί νῦν. Θεοτοκίον.
Ναός καί πύλη, παλάτιον τοῦ Βασιλέως ὑπάρχουσα, Κόρη οὐρανῶν ὑψηλοτέρα. Δέχου τόν ὕμνον, σκέπε νοητῶς, ἐμήν ἀθλιωτάτην βιοτήν, ἵνα μακαρίζω Σε καί Σοῦ κηρύττω τό ἔλεος.
Ὠδή στ’. Τήν θείαν ταύτην καί πάντιμον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ρθρου βαθέως τόν φύλακα, ναοῦ τοῦ Κυρίου ἀνέστησας καί αὐτῷ ὑπέδειξας, ἔνθα Σόν Λείψανον ἔκειτο, τοῦτο δ’ εὑρόντες ἐχάρησαν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σειρά θαυμάτων Σου ἔφερεν Ῥωσίας Ἐκκλησίαν καί Ἄνακτα, ἅπαν τό πλήρωμα, ἐπ’ ἐκκλησίαις κηρύξαι Σου τήν ἁγιότητα, Πάνσεμνε.
Δόξα.
νακτος σέβας ἐκύρωσεν, λαοῦ τήν εὐσεβῆ διαπίστωσιν Σῆς ἁγιότητος, ἧν διεκήρυξε σύμπασα ἡ Ἐκκλησία τιμῶσα Σε.
Καί νῦν. Θεοτοκίον.
Δεινῶν παντοίων με λύτρωσαι, τοῦ θείου φωτισμοῦ καταξίωσον, δώρησαι ἄφεσιν, τῷ ἐν πολλοῖς παροργίζοντα τόν Σόν Υἱόν, Ἀειπάρθενε.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Σῶν χαρίτων τήν πληθύν ἀδυνατεῖ ἐξυμνῆσαι, ποιητοῦ ὁ κάλαμος, ἔρωτι θείῳ γάρ Χριστοῦ, Ἄννα, τρωθεῖσα ἐβίωσας τήν Βασιλείαν ἐπί γῆς, διό Σέ μακαρίζομεν.
Ὁ Οἶκος.
Τόν ὑπέρ τῆς ἡμῶν σωτηρίας τηθέντα Κύριον, Χριστόν τόν Θεόν, ποθῶν Ἄννα ἡ τοῦ Κασίν, ἔσπευσε θανεῖν ὑπέρ Αὐτοῦ ἐν τῷ κόσμῳ, πόθον μέγαν τε καί θεῖον ἐν τῇ καρδίᾳ σχοῦσα, διό καί τόν ἀσκητικῶν τοῦ ἡγεμονικοῦ ἀντηλλάξατο βίου. Ταύτην οὗν καί ἡμεῖς, ὡς θερμήν ἡμῶν προστάτιν ἀνυμνήσωμεν, αὐτῇ βοῶντες, Μῆτερ Ἄννα Σέ μακαρίζομεν.
Συναξάριον τῆς 12ης μηνός Ἰουνίου:
Τῆ 12η τοῦ αὐτοῦ μηνός ἡ κοίμησις τῆς Ὁσίας Μητρός ἡμῶν Ἄννης τοῦ Κασίν (1368).
Καρπός εὐκλεής δένδρου εὐγενοῦς ἐδείχθη, Ἄννα Κασίν ἡ θεία πολιούχος.
Λαμπράν Ἄννης τελεῖ πανήγυριν δεκάτῃ δευτέρα τε σεπτή Μονή τῆς Θεοτόκου.

Συναξάριον τῆς 2ας μηνός Ὀκτωβρίου:
Τῆ 2α τοῦ αὐτοῦ μηνός μνήμη τῆς Ὁσίας Μητρός ἡμῶν Ἄννης τοῦ Κασίν (1368).
μοῦ μετά λαμπρᾶς δυάδος τῶν Μαρτύρων, σεπτοῦ Κυπριανοῦ καί θείας Ἰουστίνης, τιμῶμεν τήν σεμνήν Ἄνναν τήν ἐκ Ρωσίας.
Τῇ δευτέρᾳ εἰς χαράν ἡμᾶς καλεῖ ἡ μνήμη, Ἄννης τῆς κλεινῆς, τῆς ἀπό Πριγκίπων.

Συναξάριον τῆς 21ης μηνός Ἰουλίου:
Τῇ 21η τοῦ αὐτοῦ μηνός ἡ ἀνακομιδή τοῦ ἀδιαφθόρου λειψάνου τῆς Ὁσίας Μητρός ἡμῶν Ἄννης τοῦ Κασίν (1611).
Χαίρομεν πιστοί οἱ σύναξιν ποιοῦντες, Ἄννης τῆς θεοφόρου Μητρός, τῆς ἐκ Ρωσίας.
Τῇ εἰκοστί καί πρώτῃ μνημόσυνον ποιοῦμεν, θαυμάτων ἀπαρχῆς καί εὑρέσεως Λειψάνου.
Ὁσία Μήτηρ ἡμῶν Ἄννα, ἡ ἐν Κασίν τῆς Ῥωσίας, ἐγεννήθη ἐν ἔτει 1278 ἐξ’ οἰκογενείας εὐγενῶν, συγγενοῦς ἐξ αἵματος τῶν Ἁγίων Μαρτύρων Μιχαήλ Πρίγκιπος τοῦ Τσερνίκωφ καί Βασιλείου Πρίγκιπος τοῦ Ροστώφ.
Ἐν ἐτει 1299 συνεζεύχθη τῷ Ἡγεμόνι τοῦ Τβέρ Μιχαήλ Γ’ Ἰαροσλάβιτς, ὅστις Μάρτυς ἐδείχθη τῆς ἐν Ῥωσίᾳ Ἐκκλησίας, θανατωθείς ὑπό τῶν Τατάρων ἐν ἔτει 1318, τῆς τε Πατρίδος καί τῆς Πίστεως αὐτοῦ ἀμυνόμενος.
Τόν Μάρτυρα σύζυγον αὐτῆς διαδεχθεῖσα ἡ μακαρία Ἄννα ἐν τοῖς πράγμασι τῆς Ἡγεμονείας, ἠνάλωσεν ἑαυτήν εἰς ἔργα ἀγάπης τε καί εὐποιΐας, περί δέ τό ἔτος 1338 ἠσπάσθη τόν μοναχικόν βίον ἐν τῆ Μονῆ τῆς ἁγ. Σοφίας παρά τό Τβέρ, ἀσκητικῶς ἀγωνισαμένη ἐπί τριάκοντα ἔτη. Ἐκοίμηθη εἰρηνικῶς τῶ 1368, ἐν τῇ Μονῇ τῆς Θεοτόκου Κασίν, ἔνθα καί ἐτάφη.
Ἐν ἔτει 1611, κατ’ ὄναρ ἐμφανισθεῖσα τῷ νεωκόρῳ τῆς Μονῆς Γεωργίῳ, ἐθεράπευσεν μέν αὐτόν ἀπό τῆς κατατρυχούσης αὐτόν ἀσθενείας, ὑπέδειξεν δέ τήν ἀνακομιδήν τοῦ ἑαυτῆς Λειψάνου, ὅ ἀνακομισθέν εὑρέθει ἀδιάφθορον καί εὐωδιάζον.
Ἡ ἁγιότης αὐτῆς διεκηρύχθη ἐν ἔτει 1909, ἐπί Μητροπολίτου Μόσχας ἁγ. Βλαδιμήρου τοῦ Ἱερομάρτυρος (+ 1925), βασιλεύοντος εἰς Ῥωσίαν τοῦ Βασιλομάρτυρος Τσάρου Νικολάου Β’ (+ 1918).
Αὐτῆς ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ὠδή ζ’. Οὐκ ἐλάτρευσαν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὗρεν σύμμαχον, Κασίν ἡ πόλις, ἅγιον Ἄννης κατέχουσα Λείψανον, πρός ὅ πάντες μαζιδόν ἐν πίστει προστρέχουσι, θερμῶς αἰτούμενοι καί τυγχάνοντες τοῦ ποθουμένου ἕκαστος, τήν θείαν Ἄνναν μακαρίζουσι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τήν Ἀλήθειαν, τήν ὄντως ὑπερέχουσαν, πιστῶς κατηκολούθησας, διό ζωήν ἀληθῶς ἐν κόσμῳ ἐβίωσας, Ἄννα θεότιμε, διό ὑμνοῦμεν Σε, τῶν Ὀρθοδόξων τό σύστημα καί τήν μνήμην Σου τελοῦμεν.
Δόξα.
ννα, κήρυκες τά Σά θαύματα πέλουσιν, τῆς Σῆς μακαριότητος, ἧν ἀπολαύεις τά νῦν, ἐν κόλποις ὑπάρχουσα Πατρός Ἀβραάμ, ὅθεν δεήθητι, τυχεῖν ἡμᾶς τούς ὑμνοῦντας Σε οὐρανῶν κληρονομίας.
Καί νῦν. Θεοτοκίον.
ερώτατον Θεοῦ κατοικητήριον, τερπνόν παλάτιον, Σύ ὑπάρχεις Μαριάμ. Μή παύης δεόμεθα πρός Σόν Υἱόν καί Θεόν, ἀναφέρεσθαι καί ἱκετεύειν, Πανάχραντε. Σπεῦσον, Κυρία, ἀπολλύμεθα.
Ὠδή η’. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ννης Θεομήτορος τήν δόξαν, ἡ ταύτης ὁμώνυμος Ἄννα ἐζήλωσεν, ἡ ἐν Κασίν ἀσκήσασα καί ἐν Τβέρ ἡγεμονεύσασα καί ταύτην ὅλην ἐξάπαντος βεβαίαν ἔλαβεν, ὅθεν γεραίρεται καί ὑπό πάντων δοξάζεται.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέμει κρουνηδόν ἡ Ἄννα χάριν, πᾶσι τοῖς προστρέχουσι αὐτῆς τῷ θείῳ ναῷ, τοῖς τε προσεγγίζουσι αὐτῆς παντίμῳ λάρνακι, διό Ῥωσίας κηρύττεται Ἁγίας πρόμαχος, ἡμῶν δέ πάντων βοήθεια καί θερμοτάτη ἀντίληψις.
Δόξα.
Τόπος προσκυνήματος ἐδείχθη ὁ τάφος ὁ πάντιμος τῆς θειοτάτης Μητρός, Ἄννης τῆς θεόφρονος,ὅτε ἐν ὁράματι τοῦτον ἀπεκάλυψε, ἅμα τε ὑπέδειξε, ὅπως αὐτῶ προστρέχουσι πάντες Κασίν οἱ οἰκήτορες.
Καί νῦν. Θεοτοκίον.
Σῆς ὡραιότητος Παρθένε, ἧ πόθον τόν ἅγιον ἡμῖν διήγειρε, ὑμνεῖν Σε τήν Θεόπαιδα, τήν μόνην Ἀειπάρθενον, δι’ Ἧς Χριστός ἐπέφανεν ἡμῖν καί ἐσκήνωσεν, διό ψάλλομεν ὑμνοῦντες τήν ἀκήρατον Αὐτοῦ Μητέρα δεόμενοι.
Ὠδή θ’. Ἅπας γηγενής.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέαν οἱ πιστοί πηγήν τῶν ἰάσεων, σημείων τε εὕρομεν, Ἄννης τό θεῖον λείψανον, πρός ἧν θερμῶς προσπίπτοντες δάκρυσι κρούομεν αὐτῆς τήν θύραν, ἔλεος πίστῃ αἰτούμενοι καί βοῶμεν· Δεσπότην, Μῆτερ, ἱκέτευε ὑπέρ τῶν πόθῳ τιμώντων Σε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
άσεων κρουνός, ἡ ἐν Κασίν δροσίζουσα παθῶν τόν καύσωνα, Ἄννης τό θεῖον λείψανον, ἐδείχθη πᾶσιν, διό βοήσωμεν τῶ ταύτην δοξάσαντα Κυρίῳ ἄδοντες, δέχου Σῶτερ, μή ἐπιλάθου, τῆς μακαρίας τήν δέησιν.
Δόξα.
μμάτων τήν φλόγωσιν, Ἄννα ἡ πανσέβαστος τοῦ αὐτῆς θεράποντος ἔλυσε, ἡμῖν δείξασα σημεῖον πρῶτον θείου χαρίσματος, ὅ αὐτῇ δεδώρηται Χριστός ὁ Κύριος, τοῦ ἰᾶσθαι νόσους ἀνθρώπων καί τῶν χρηζόντων ἀντιλήψεως.
Καί νῦν. Θεοτοκίον.
μνος ἱερός, ὑπό πατρός ὑπέρ παιδός πίστῃ προσφέρεται, Ἄννῃ τῇ θεόφρονι, θερμαῖς ταῖς δεήσεσι, τυχεῖν τῆς σκέπης αὐτῆς, αὐτοῦ καρδίας τό βλάστημα καί τῆς ζωῆς ἡ χαρά· Σύ γάρ προστάτης, μετά Παρθένον, Ἄννα τῆς δούλης Σου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Χριστός τήν Σήν ἐδέξατο ἄσκησιν ὡς θυμίαμα, Ἄννα Ὁσία Μῆτερ, καί ἀντιδόξασεν. Ὅθεν ἡμεῖς καθικετεύομεν, μή παύσης ταῖς πρεσβείαις σου, ἁμαρτημάτων τήν λῦσιν, δοῦνε ἡμῖν, μακαρία, τῶν Σοῦ τιμῶντων τήν μνήμην.
Εἰς τούς Αἴνους.
Ἱστῶμεν Στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Κασίν ἡ ἔνδοξος πόλις χορεύει σήμερον, τῇ εὐκλεῇ Σου μνήμῃ, Ἄννα Πριγκίπων ἡ δόξα, καί μέλπει Σούς ἀγώνας τούς ἱερούς, πᾶσα πιστῶν ἡ ὁμήγυρις, δι’ ὧν καθεῖλες τό θράσος τό τοῦ ἐχθροῦ καί Χριστόν λαμπρῶς ἐδόξασας. (Δίς).
σίων, Μῆτερ, ἐδείχθης καί Ἀγγέλων σύσκηνος, ὅτε τῷ θείῳ πόθῳ τῆς Οὐρανῶν Βασιλείας, τρωθεῖσα τήν καρδίαν πᾶσαν τιμήν ἡγεμονίδα κατέλειπες καί μοναστῶν ἐνετάγης ἐν ἱερῷ κοινοβίῳ καί ἠγώνισαι.
Τῆς Σῆς ἀσκήσεως ἄθλοις ἀνδραγαθείσασα, ἀξίως κατετάγης εἰς χορόν Βασιλέων, Ὁσίων τε τοιοῦτον, ἔνθα χαρᾶς τῆς ἀλήκτου ἀπολαύουσα, Ἄννα Ὁσία, αἰτοῦμεν πάντων ἡμῶν τῶν τιμώντων Σε μνημόνευε.
τε ἀθέων τυρράνων ἥ μῆνις ἤγγισεν, τοῦ Σοῦ ναοῦ τάς πύλας, τήν τε λάρνακα, τότε φρικτῶς Σύ ἐπιστάσα τήν τοῦ λαοῦ καί τήν τοῦ κλήρου ὑπερίσπισας ἁγίαν Πίστιν, ὦ Ἄννα, εἰς ἧν ἡμᾶς, τῇ πρεσβείᾳ Σου στερέωσον.
μᾶς τοῦ πόθῳ, Ὁσία, τούς νῦν τιμῶντας Σε, σκέπε καί φρούρει, Μῆτερ, πειρασμῶν καί κινδύνων, ἀπάλλαξον δ’ ἐν τάχει καί ἀρετῶν ἐργαστήριον τίμιον ἡμᾶς ἀνάδειξον, ἵνα τό τοῦ Χριστοῦ ἐν ἡμῖν τιμᾶται ὄνομα.
Δόξα. Ἦχος πλ. α’.
σκητικῶς ἀγωνισαμένη, τοῦ ἀλάστορος καθεῖλες τό φρύαγμα, διά τῆς ἄνωθεν δυνάμεως, τῆς τοῦ Πνεύματος, Ἄννα ἀξιάγαστε. Ἀπτόητον γάρ τό φρόνημα, ἐν τῷ καιρῷ τῷ τῶν ἀγώνων ἐπεδείξω, κελλίου προκρίνας εὐαρεστωτέραν Θεῷ τήν πτωχείαν ἤ θρόνου καί δυναστείας τήν εὐπρέπειαν. Διό ὁσιότητος ἐδέχθης στέφανον καί τῆς αἰωνίου ἠξίωσαι δόξης καί πρεσβεύεις ὑπέρ τῶν τιμώντων Σε.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τοῦ ἐκ Σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδάμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καί ἡμεῖς ἐζωοποιήθημεν. Διό ἀνυμνοῦντες βοῶμεν, εὐλογητός Χριστός ὁ Θεός ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα Σοι.
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τά Τυπικά, οἱ Μακαρισμοί καί ἀπό τοῦ Κανόνος Ὠδαί γ’ καί στ’.
Ἀπόστολος, Εὐαγγέλιον καί Κοινωνικόν Ὁσιακά.
Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, Ἄννα θεοφόρε, καί Πριγκίπων ὁ στολισμός. Χαίροις Ὀρθοδόξου πληρώματος προστάτης, Ῥωσίας δέ ἁπάσης εὐχαῖς σου πρόμαχος.
Δίστιχον.
Δέχου τόν ὕμνον τοῦτον, Ἄννα μακαρία, ὅν ὑπέρ πταισμάτων, Ἀντώνιος προσφέρει.


ΑΥΤΗΣ ΑΓΙΑΙΣ ΠΡΕΣΒΕΙΑΙΣ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ, ΕΛΕΗΣΟΝ ΚΑΙ ΣΩΣΟΝ ΗΜΑΣ, ΑΜΗΝ.























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου