Κυριακή, 13 Νοεμβρίου 2011

ΠΑΡΑΚΛΗΣΙΣ ΔΙΑ ΤΗΝ ΚΡΙΣΙΝ ΕΙΣ ΠΑΝΑΓΙΑΝ ΣΙΤΟΔΟΤΡΙΑΝ


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ἐπί τῆς δυσπραγίας καί κρίσεως τῆς Ἑλλάδος
ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΣΙΤΟΔΟΤΡΙΑΝ
Ποίημα 'Αντωνίου  Μάρκου


ΠΡΟΛΟΓΟΣ
Ὁ παρών Παρακλητικός Κανών πρός τήν Παναγίαν τήν Σιτοδότριαν, ἐποιήθη ὡς αἴτημα προσευχῆς πρός τήν τροφόν τῶν Ὀρθοδόξων Χριστιανῶν καί σύμπαντος τοῦ κόσμου Ὑπεραγίαν Θεοτόκον, λόγῳ τῆς κρίσεως τήν ὁποίαν ἀντιμετωπίζει ἡ πατρίς μας Ἑλλάς καί ὁ δεινός βασανιζόμενος Ἑλληνικός λαός.
Ἡ ἱερά Εἰκών τῆς Παναγίας τῆς Σιτοδοτρίας σχετίζεται μετά τοῦ ἁγ. Ἀμβροσίου, Στάρετς τῆς Ὄπτινα Ρωσίας (+ 1891). Ὁ Ὅσιος αὐτός εἶναι ὁ πλέον γνωστός οἰκομενικῶς Στάρετς τῆς Ρωσικῆς Ὀρθοδοξίας, μετά τόν ὅσ. Σεραφείμ τοῦ Σάρωφ (+ 1833). Τήν Σιτοδότριαν τήν ἐσχεδίασεν ὁ ἴδιος καί εἰς τήν συνέχειαν ἁγιογραφήθηκε κατόπιν ἐντολῆς του, μάλιστα ἐνταφιάσθηκε κατά τήν ἡμέραν τιμῆς τῆς ἱερᾶς αὐτῆς Εἰκόνος (15ην Ὀκτωβρίου).
Εἰς τήν Εἰκόνα ἡ Θεοτόκος εἰκονίζεται ἐντός δόξης καί ἐπί λευκῆς νεφέλης, νά εὐλογῇ ἀγρόν καί δεμάτια σίτου. Ὁ Ὅσιος Στάρετς Ἀμβρόσιος διά τῆς εἰκόνος αὐτῆς, ήθελε νά ὑπενθυμίσῃ εἰς τόν Ρωσικόν λαόν (ὁ ὁποῖος κατά τόν 19ον αἰ. ἀντιμετώπιζε πολλά καί ποικίλα προβλήματα καί εὑρίσκετο εἰς κατάστασιν διαρκούς κρίσεως, ἡ ὁποία τελικῶς ὁδήγησεν εἰς τήν Ἐπανάστασιν τοῦ 1917), ὅτι ἡ Θεοτόκος ὡς κατά χάριν μητέρα τῶν Ὀρθοδόξων, εἶναι ἡ μόνη τροφός καί ἐλπίς καί παραμυθία καί λύσις πάσης κρίσεως. «Ἐν Ὄπτίνᾳ αὗτη γάρ – ψάλλομεν - ὑπό Ἀμβροσίου ἱστορήθη, ἵνα πάντοτε ἡμῖν ὑπομιμνήσκει τά ἐλέη (τῆς Θεομήτορος)· σώζει δέ ἐκ θλίψεων, τούς ἐν πίστει Ταύτῃ προστρέχοντας». Βεβαίως καί δι’ ἡμᾶς τούς Ἕλληνας Ὀρθοδόξους, ἡ Παναγία εἶναι ἡ μητέρα μας καί πρός Αὐτήν καταφεύγωμεν μετά Θεόν, ἰδιαιτέρως κατά τήν παρούσαν κρίσιν, ἡ ὁποία δέν εἶναι μόνον οἰκονομικῆς φύσεως, ἀλλά εἶναι καί κρίσις θεσμῶν, εἶναι κρίσις αὐτῆς τῆς ἰδίας τῆς Ἑλληνορθοδόξου ταυτότητος τῆς χώρας μας.
Ὁ ὅσ. Ἀμβρόσιος, κατά κόσμον Ἀλέξανδρος Γκρένκωφ, ἐγεννήθη τό ἔτος 1812 εἰς Ἱερατικήν οἰκογένειαν. Μετά τήν φοίτησίν του εἰς τό ἐνοριακόν σχολεῖον τῆς πατρίδος του, ἐφοίτησεν εἰς τό Σεμινάριον τοῦ Ταμπώφ καί ἔπειτα ἠργάσθη ὡς διδάσκαλος. Ἔγινε μοναχός μετά τήν θαυματουργικῷ τῷ τρόπῳ διάσωσίν του ἀπό σοβαράν ἀσθένειαν καί κατόπιν συμβουλῆς τοῦ μακαρίου Ἰλλαρίωνος τοῦ Ταμπώφ, ἐνετάχθη εἰς τήν περίφημον Μονήν τῆς Ὄπτινα καί ὑπετάγη εἰς τόν Στάρετς Λεωνίδαν.
Ὑπῆρξεν ὑποδειγματικός μοναχός. Αἱ γνώσεις του ἐπί τῆς Ἑλληνικῆς καί Λατινικῆς γλώσσης τοῦ ἐπέτρεψαν νά βοηθήσῃ τόν Στάρετς Μακάριον εἰς τήν ἔκδοσιν Πατερικῶν ἔργων. Ἀγωνιζόμενος ἠλεήθη ὑπό τοῦ Θεοῦ διά τῶν χαρισμάτων τῆς προοράσεως, τῆς διοράσεως καί τῶν θαυμάτων. Ὑπῆρξεν ἱδρυτής τῆς μεγάλης γυναικείας Μονῆς τοῦ Σαμορντῖνο.
Χάρις εἰς τόν Στάρετς Ἀμβρόσιον, ὅλοι οἱ δρόμοι τῆς Ρωσικῆς πνευματικότητος τοῦ 19ου αἰ. ὁδηγοῦσαν εἰς τήν Ὄπτινα. Κορυφαῖοι ἐκρπόσωποι τοῦ πνεύματος, βρῆκαν κοντά του τόν δρόμον πρός τόν Θεόν καί ἐπηρεάσθηκαν εἰς τά ἔργα τους. Ὁ Φ. Ντοστογιέφσκυ τόν περιγράφει εἰς τούς «Ἀδελφούς Καραμάζωφ», εἰς τό φανταστικόν πρόσωπον τοῦ Στάρετς Ζωσιμᾶ. Καί ὁ Κ. Λεόντιεφ, «αὐτός ὁ ἰδιότρο-πος καί ἐμπαθής ἄνθρωπος, ἀφ’ ὅτου τόν συνάντησε, δέν θέλησε πιά νά τόν ἐγκαταλείψῃ». Πέρασε 45 χρόνια εἰς ἕνα μικρό ξύλινο σπιτάκι εἰς τόν περίβολο τῆς Μονῆς καί μέ τήν καθοδήγησιν τοῦ Ὁσίου ἔγινε Μοναχός τό 1890, εἰς τήν Λαύραν τῆς Ἁγίας Τριάδος - ἁγ. Σεργίου. Ἀκόμη, ὁ μέγας Λ. Τολστόϊ, ὁ Ρωζάνωφ, ὁ Στράχωφ, κ.ἄ. ἠσθάνθησαν εἰς τό πρόσωπόν του τήν πνευματικήν ἔλξιν τῆς Ὄπτινα.
Ὁ Ὅσιος ἐκοιμήθη εἰρηνικῶς τήν 10ην Ὀκτωβρίου 1891. Πρό τῆς κοιμήσεώς του εἶχε προφητεύσει εἰς τόν Στάρετς Ἰωσήφ, ὅτι τό λείψανό του θά ἀνέδιδε ὀσμήν σήψεως (ὅπως περιγράφει ὁ Ντοστογιέφσκυ εἰς τό μνημονευόμενο ἔργο του), ἐπειδή εἰς τήν ζωήν του εἶχε ἀπολαύσει πολλήν δόξαν. Πράγματι, εἰς τήν ἀρχήν ἔγινε αἰσθητή κάποια δυσάρεστη μυρωδιά, ἡ ὁποία ὅμως εἰς τήν συνέχειαν ἔδωσε τήν θέσιν της εἰς μίαν οὐράνια εὐωδία!
Ὁ Ὅσιος ἐνεταφιάσθη εἰς τήν Ὄπτινα, τήν 15ην Ὀκτωβρίου 1891, ἡμέραν τιμῆς τῆς Εἰκόνος τῆς Σιτοδότριας, ἡ ὁποία εἶχε ἁγιογραφηθεῖ κατ’ ἐντολήν του. Τό Λείψανόν του ἀνεκομίσθη ἀδιάφθορον, κατά τήν ἐπαναλειτουργίαν τῆς Μονῆς, μετά τήν κατάρρευσιν τοῦ Κομμουνιστικοῦ καθεστώτος (1988) καί εὑρίσκεται σήμερον κατατεθειμένον ἐκεῖ, εὐωδιάζων ἀρρήτως. Ἡ μνήμη τοῦ τιμᾶται τήν 10ην Ὀκτωβρίου.

 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ἐπί τῆς δυσπραγίας καί κρίσεως τῆς Ἑλλάδος
ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΣΙΤΟΔΟΤΡΙΑΝ

 Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: μήν.

Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῆ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. ξολολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…

Εἶτα τά παρόντα Τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Σιτοδοτρίας τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, δυσπραγίᾳ καί πόνοις ὑπάρχοντες, προσπίπτωμεν ἐν πίστει πολλῇ· Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τόν ζυγόν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· Σέ γάρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καί τῇ Σῇ σκέπῃ ὡς νήπια σπεύδομεν.

Δόξα. Ἀπολυτίκιον τῆς Σιτοδοτρίας. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ Σου Εἰκόνι Σιτοδοτρίας προσπίπτωμεν, κλίνοντες τό γόνυ, Παρθένε, τῆς ψυχῆς καί τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα ὑπερβαλόντως, Κόρη, τῇ δυναστείᾳ Σου.

Ἀπολυτίκιον τοῦ ἁγ. Ἀμβροσίου τῆς Ὄπτινα. Ἦχος ὁ αὐτός.
Τῶν ἐν Ὄπτινᾳ Γερόντων ἀνυμνοῦμεν τόν πρύτανην, τόν ἐν ἁγιότητι μέγαν, θεοφόρον Ἀμβρόσιον· καί τούτου τῇ Εἰκόνι τῇ σεπτῇ Σιτοδοτρίας τῆς Παρθένου, εὐλαβῶς προσπίπτωμεν κινδυνεύοντες οἱ πιστοί, μετά θέρμης ἀναβοῶντες· πρόφθασον ταῖς λιταῖς Σου πρός Θεόν, ἄρον δεινήν περίστασιν, ἔπαρον ὑπέρ ἡμῶν τάς χεῖρας, Ὅσιε.

Καί νῦν. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς περιστάσεως καί τῆς δαιμόνων μανίας· Σύ γάρ ὑπάρχες Σιτοδότρια ἡμῶν, πάντων προστάτις, σκέπη τε καί ἀντίληψις.

Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῇ φωνῇ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς «ΕΙΚΟΝΙ ΣΙΤΟΔΟΤΡΙΑΣ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ».

Ὠδή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Εἰκόνι Σου, Παρθένε, οἱ ἐν πειρασμοῖς ὑπάρχοντες, Κόρη, Θεοπόθητε Μαριάμ, προσπίπτωμεν· Σοί τάς ἱκεσίας, ὡς εἰς Μητέρα προσφέροντες, Δέσποινα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
δεῖν τοῦ Υἱοῦ Σου τήν φοβεράν ἡμέραν, Παρθένε, καταξίωσον Σαῖς λιταῖς· καί Τοῦτον ὄμματι ἐλέους, Σαῖς ἱκεσίαις κατάστησον βλέποντα.

Δόξα.
Κυρία Παρθένε χῶρας ἡμῶν κρίσιν δεινοτάτην καί τόν πόνον καί τήν φθοράν ἀπέλασον καί τήν ἁμαρτίαν, τήν ταῦτα πάντα ἡμῖν προκαλέσαντα.

Καί νῦν.
δόν μετανοίας καί ἐπιστροφῆς εὑρεῖν, Θεοτόκε, καθοδήγησον Σαῖς λιταῖς, δεόμεθα καί πρός τόν Υἱόν Σου, Σύ ἡμᾶς ὁδήγησον, ὡς Ὁδηγήτρια.

Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναῷ, Παρθένε, τεμένει τῷ ἐν τῇ Ὄπτινᾳ κείμενον, ἐν ὅ ἡ Σῆ Εἰκών ἡ ἁγία ἀποθησαύρισται, τά νῦν προσφεύγομεν τῶν Ὀρθοδόξων, κακεῖσε τήν δέησιν προσφέρομεν Σοί τῇ Μητρί ἡμῶν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
δε, Κόρη Ἁγία, τούς τῇ Εἰκόνι Σου σπεύδοντας καί δεινοῦ ἄλγους καί λύπης ἡμᾶς ἀπάλλαξον, τούς τῇ Σῇ χάριτι γονυκλινῶς αἰτουμένοις· πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις Σου.

Δόξα.
Σῇ Εἰκόνι τῇ θείᾳ, Μαρία, ὦ Σιτοδότρια, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καί ἐν κρίσει ὑπάρχοντες· αὐτῇ γάρ δέδοκας πλουσίαν τήν Σήν χάριν, ἧν ἡμῖν ἐπόμβρισον, Ἁγία Δέσποινα.

Καί νῦν.
δε πάντας, Παρθένε, τούς τῇ σκέπῃ Σου σπεύδοντας καί θερμῶς αἰτουμένους Σῆς ἀντιλήψεως· ἄρον τό ἄχθος τά νῦν ἀπό τῆς χώρας, Παρθένε, ἵνα ἀνυμνοῦμεν Σε, ὦ Σιτοδότρια.

Διάσωσον, τούς Σύ προσπίπτοντας, Σιτοδότρια Κόρη, εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σῆ χάρις.
πίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερεύς τήν κάτωθι δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός. μήν.

Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Σιτοδοτρίας τῇ σεπτῇ Εἰκόνι νῦν προσπίπτωμεν, οἱ ἐν πόνῳ ψυχῆς καί ἀνάγκῃ νῦν ὑπάρχοντες καί δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τό ἄμετρον ἔλεος καί τήν ταχεῖαν Ταύτης συνδρομήν καί τήν βεβαίαν Αὐτῆς ἀντίληψιν.

Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῆς Ἑλλάδος προστάτιδα, Ὀρθοδόξων πάντων τήν ἀντιλήπτορα καί τήν κόσμου χαρᾶς πρόξενον, Παναγία Σέ κηρύττομεν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
πτινας τῇ Εἰκόνι τῆς Παρθένου προσπίπτωμεν οἱ ἐν θλίψεσι ὑπάρχοντες, αἰτούμενοι ἄχθους βαρυτάτου ἀπολύτρωσιν.

Δόξα.
Δέησιν καί ὕμνον τε, τόν πρός Σέ, Παρθένε, μή ὑπερείδης μου· ἀλλά σπεῦσον ὡς φιλόστοργος, Ἄνασσα, καί ἐλέησον τόν κάμνοντα.

Καί νῦν.
λος ἐν βορβόρῳ νῦν, τόν τῆς ἁμαρτίας, ὡς κύων εὕροιμι καί ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους Σου τυγχάνω ἀνεπίδεκτος.

Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ταῖς τῆς Σῆς Μητρός ἱκεσίαις, Πολυέλεε, Ἀμβροσίου τε δεήσῃ τοῦ σεπτοῦ, ἐφ’ ἡμᾶς τούς δεομένους νῦν ἐπίβλεψον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ῦσαι πειρασμοῦ καί θλιβούσης περιστάσεως, Σῆς Μητρός ἐπικαμπτόμενος Χριστέ, μεσιτείᾳ καί πρεσβείᾳ καί δεήσεσι.

Δόξα.
δε τήν ἡμῶν δυσπραγίαν ὡς Φιλάνθρωπος, τῆς Μητρός Σου ἐπικαπτόμενος Σωτήρ τῇ πρεσβείᾳ, ὅτι Αὐτῇ νῦν καταφεύγωμεν.

Καί νῦν.
ρον ἀφ’ ἡμῶν τόν ζυγόν τῶν ξένων Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καί λιταῖς, Σιτοδοτρίας γάρ τῇ Εἰκόνι νῦν προσπίπτωμεν.

Ὠδή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωθῆναι ἀπό τῆς κρίσεως ἐλπίζομεν, οἱ πολλαπλῶς πταίοντες τῷ Κυρίῳ· Σιτοδοτρίας γάρ προσπεσόντες τῇ Εἰκόνι, τῇ Θεοτόκῳ μετά δακρύων προσφεύγομεν, αἰτούμενοι τήν παρ’ Αὐτῆς πρός τόν Θεόν μεσιτείαν καί ἔλεος.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καί κακώσεων, τραυμάτων τε, Παρθένε· Σιτοδοτρίας γάρ τῇ Εἰκόνι προσπίπτων, τήν παρά Σοῦ αἰτοῦμαι βοήθειαν· καί Σέ θαυμάτων τήν πηγήν ὁμολογῶ καί κηρύττω, Πανύμνητε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ωσίας τε καί Ὀρθοδόξων ἁπάντων, τά Σά θαυμάσια κηρύσσουσι προστάτην· καί τριχομένων κακίαις παντοίαις καί ὀχλουμένων Βελίαρ προσκρούσεσι· καί πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.

Δόξα.
ρμησον τήν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς Σαῖς θερμαῖς πρός Θεόν ἱκεσίαις καί τῇ πρεσβείᾳ Σου τήρησον ἄτρωτον· καί ἐπί πέτραν ἀσφαλῇ τῆς πρός Υἱόν Σου πίστεως, Ἄχραντε.

Καί νῦν.
Συμπνίγομαι ταῖς τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μήτερ, τήν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα· ἀλλά Σύ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καί στεναγμοῖς, ἅ δώρησαί μοι, σεπτή Σιτοδότρια.

Διάσωσον, τούς Σύ προσπίπτοντας, Σιτοδότρια Κόρη, Εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σῆ χάρις.
χραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:

Κοντάκιον. Ἦχος γ’. Τήν ὡραιότητα.
Σεπτήν Εἰκόνα Σου, Ὄπτινας καύχημα τιμῶμεν, Δέσποινα, Σοί ἀναμέλποντες ὠδάς καί ὕμνους, Ἀγαθή, πρεσβείας Σου ἐξαιτοῦντες· πᾶσι γάρ θαυμάσια ἐκτελεῖ Σόν ἐκτύπωμα, προσαγορευόμενον παρ’ ἡμῖν Σιτοδότρια· καί νῦν ὑπέρ ἡμῶν ἐκδυσώπει τόν Υἱόν Σου Θεοτόκε.

Καί εὐθύς τό Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ. (Δίς).
Στίχ. κουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.

Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.

Ὁ χορός: Κύριε ἐλέησον (γ’).

Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ χορός: Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς: κ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου, τό ἀνάγνω-σμα. Σοφία, πρόσχωμεν.

Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.

Δόξα. Ἦχος β’.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Τῆς Σιτοδοτρίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. λεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
λβον ἀναφαίρετον, τήν θαυμαστήν Σου Εἰκόνα, ἡ Ῥωσία ἔχουσα, θείᾳ εὐδοκίᾳ Σου, Κόρη Πάντιμε· ἐν Ὀπτίνᾳ αὗτη γάρ, ὑπό Ἀμβροσίου ἱστορήθη ἵνα πάντοτε ἡμῖν ὑπομιμνήσκει τά ἐλέει Σου· σώζει δέ ἐκ θλίψεων, τούς ἐν πίστει ταύτῃ προστρέχοντας. Ὅθεν πάντας σκέπε ἡμᾶς τούς καταφεύγοντας πρός Σέ καί αἰτουμένους, Πανύμνητε, τήν Σήν θείαν ἀντίληψιν.

Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν κόσμον Σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καί κατάπεμψον ἡμῖν τά ἐλέη Σου τά πλούσια.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας, Ἧς τήν Εἰκόνα τῆς Σιτοδοτρίας τιμῶμεν.
Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
κεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν.
(Τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω).
Τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων τῆς ἡμέρας).
Καί Πάντων Σου τῶν Ἁγίων.
κετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.

Ὁ χορός: Κύριε ἐλέησον (12).

Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:
λέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: μήν.

Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος:

Ὠδή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Θεοτόκε, ὡς Πόλεως Κωνσταντίνου ποτέ· Ὑπέρμαχον γάρ ταύτης καί Στρατηγόν ἐν πίστει Σέ ἐπιγράφεται ψάλουσα· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καί πρόμαχος· Σῆ γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Δόξα.
Πῦρ τό τῆς ἁμαρτίας, Παρθένε, τόν Σόν δοῦλον καταναλίσκει, πλήν σπεῦσον ῥυσθῆναι με· κατάσβεσον τήν φλόγαν, εὐχαῖς πρός τόν Υἱόν Σου, ἵνα εὐγνωμόνως κραυζάγω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Καί νῦν.
Τίμιος ἐναντίον Κυρίου τοῦ Ὁσίου ἀναδέδεικται θάνατος, Δέσποινα· τοῦ θείου Ἀμβροσίου, αὐτόν γάρ ἡ Εἰκών Σου Σιτοδοτρίας ηὐλόγησε ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Ὠδή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ραιοτάτη ἡ μορφή Σῆς Εἰκόνος, Σιτοδοτρίας, εὐσυμπάθητε Κόρη, πρός ἧν τό γόνυ ψυχῆς κλίνωμεν πάντες.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
νασσα Κόρη, Σιτοδοτρίας Εἰκόνι προσπεσόντες οἱ πιστοί ἀναβοῶμεν· σπεῦσον, Παρθένε, ἀπάλλαξον ἐν τάχει.

Δόξα.
Ναῷ Σου θείῳ ἐν Ὄπτινα, Παρθένε, χαίρουσα σπεύδει πληθύς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους τε βοηθείας.

Καί νῦν.
Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ Σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, Σῇ μεσιτείᾳ, δεήσι καί βοηθείᾳ.

Ὠδή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ Σός Υἱός πρός Ὅν τήν δέησιν ἔκχεε, ἵνα ῥυσθῶμεν διά Σοῦ κρίσεως βαρυτάτης.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νικῆσαι τοῦ Βελίαρ τάς μηχανάς, Παρθένε, Σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρός Σόν Υἱόν ταῖς Σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ασαι τῆς ψυχῆς μου τό ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τόν δοῦλον Σου· καί δώρησαί μοι τήν χαράν, ἵνα ὑμνῶ Σε, κλεινή Σιτοδότρια.

Δόξα.
μματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καί τοῖς δούλοις Σου χείραν ἔκτεινον· Σέ γάρ μητέρα ἡμῶν κατά χάριν κηρύττομεν.

Καί νῦν.
Σάλον τόν τῆς ψυχῆς μου καί ἄλγος καί ὀδύνην, ταῖς Σαῖς πρεσβείαις κατάστειλον δέομαι· Σῆ γάρ προσφεύγω τά νῦν, σεπτή Σιτοδότρια.

Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Εἰκόνι Σου τῇ θείᾳ πανευλαβῶς προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
λλάδος ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν προστάτην καί βοηθόν Σιτοδοτρίας τήν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.
Βάρος, Παρθένε, ἐν τῇ ψυχῇ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐφ’ ἡμᾶς· Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει ἡμᾶς.
Φράγκων, Σαξώνων καί  Ἀλανῶν, Βανδάλων, Λατίνων, Βησιγότθων, Σκανδιναυῶν ταπείνωσον, Κόρη, ὀφρύν  τήν  ἐπηρμένην, ἐπιβουλῆς  δέ  τούτων  ἡμᾶς  ἀπάλλαξον.
ς  πᾶλαι  ἐδωρήσω  θείαν  ἰσχύν  τῷ  Νέβσκι  Ἀλαξάνδρῳ, καθυποτάξαι  τούς  Ἀλανούς, Τεύτονας  τε  ἄλλους  ἐχθρούς  Ὀρθοδοξίας, οὕτω  καί  νῦν,  Παρθένε, ἡμᾶς  ἐνίσχυσον.
μβροσίῳ τῷ Γέροντι οἱ πιστοί, προσπίπτομεν πάντες οἱ κινδυνεύοντες εὐλαβῶς· ἆρον τάς χεῖρας Πάτερ θεῖε πρός τήν Παρθένον καί ἔλεος ὄμβρισον.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται τοῦτο τεσ-σαράκοντα (40).

λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν (ἤ Μονήν) καί πόλιν (ἤ νῆσον) ταύτην καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου. Ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν Ἀγαθόν καί Φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας Αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
τι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν, φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
πάκουσον ἡμῶν, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.

Ὁ χορός: μήν.

Δόξα. Ἀπολυτίκιον τῆς Σιτοδοτρίας. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ Σου Εἰκόνι Σιτοδοτρίας προσπίπτωμεν, κλίνοντες τό γόνυ, Παρθένε, τῆς ψυχῆς καί τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα ὑπερβαλόντως, Κόρη, τῇ δυναστείᾳ Σου.

Ἀπολυτίκιον τοῦ ἁγ. Ἀμβροσίου τῆς Ὄπτινα. Ἦχος ὁ αὐτός.
Τῶν ἐν Ὄπτινᾳ Γερόντων ἀνυμνοῦμεν τόν πρύτανην, τόν ἐν ἁγιότητι μέγαν, θεοφόρον Ἀμβρόσιον· καί τούτου τῇ Εἰκόνι τῇ σεπτῇ Σιτοδοτρίας τῆς Παρθένου, εὐλαβῶς προσπίπτωμεν κινδυνεύοντες οἱ πιστοί, μετά θέρμης ἀναβοῶντες· πρόφθασον ταῖς λιταῖς Σου πρός Θεόν, ἄρον δεινήν περίστασιν, ἔπαρον ὑπέρ ἡμῶν τάς χεῖρας, Ὅσιε.

Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου καί τοῦ ἁγ. Ἀμβροσίου καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ Σῇ πανυπερτίμῳ Εἰκόνι, Σιτοδοτρίας σεπτῆς, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δέ διάλυσον τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σύ γάρ ἡμῶν ἡ προστάτις καί πιστῶν ἁπάντων ἡ σκέπη πέλεις, οἷα Μήτηρ τοῦ Παντάνακτος.

Ἦχος πλ. δ’.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β’.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.









































































































































































































Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου