Δευτέρα, 14 Νοεμβρίου 2011

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣ. ΤΑΡΣΩΣ, ΤΗΣ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΗΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΤΑΡΣΩ
ΤΗΝ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΗΝ
Ποίημα Ἀντωνίου Μάρκου (2011)
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής"

Ἡ πρός τιμήν Ὁσίας Μητρός ἡμῶν ΤΑΡΣΩΣ, τῆς διά Χριστόν Σαλῆς Ἀκολουθία, ἐποιήθη τό ἔτος 1999, ἐντολῆ καί εὐλογίᾳ τοῦ Πνευματικοῦ της Πατρός, ἤδη μακαριστοῦ Ἀρχιεπισκόπου Ἀνδρέου (+ 2005). Ὁ δέ Παρακλητικός πρός αὐτήν Κανών ἐποιήθη τό 2011, κατόπιν αἰτήματος μοναστικῆς ἀδελφότητος εὐλαβουμένης ἰδιαιτέρως τήν μνήμην τῆς νεοφανοῦς αὐτῆς Ὁσίας τῆς Ἐκκλησίας τοῦ Χριστοῦ.

Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῆ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῶ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. ξολολογεῖσθε τῶ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ’. Τῆ Θεοτόκῳ ἐκτενῶς.
Ταῖς τῆς Ὁσίας ἱκεσίαις, Οἰκτῆρμον, ἐν Κερατέᾳ τῆς ἀσκησάσης ἐξήχως, ὁμοῦ Ματθαίου ἀρχιποίμενος τοῦ Ὁμολογητοῦ, πέμψον τά ἐλέη Σου ἐπί λαόν ἀσεβοῦντα καί παραπικραίνοντα, Σέ τόν τῶν ὅλων Δεσπότην. Αὐτούς προσάγωμεν γάρ ὡς πρεσβευτάς, ὡς κεκτημένους τήν χάριν Σου, Κύριε.
Δόξα… Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
ν ὑπαίθρῳ ἀσκήσας, ὥσπερ στρουθίον μονώτατον, ἐν τῶ τῆς σαλότητος, Μῆτερ, τῶ σταυρῶ ἐκαθήλωσας Σόν σῶμα διά βίου, βιοτήν προκρίνασα τήν ἔξηχον, Σεμνή. Διό τῶν θείων ἠξιώθης δωρεῶν, Ταρσώ Ὁσία ἀξιάγαστε. Δόξα οὗν τῶ Σέ δοξάσαντι Χριστῶ, δόξα τῶ Σέ στεφανώσαντι, δόξα τῶ ἐν ἐσχάτοις τοῖς καιροῖς νέαν Ἁγίαν ἀναδείξαντι.
Καί νῦν… Θεοτοκίον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τῆ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῆ θεϊκῆ Σου σκέπασον ἀγάπῃ ἡμᾶς. Σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας. Σοῦ γάρ ὑπάρχει Πευκοβουγιατρίσσης ἡ Εἰκών σκέπη ἡμῶν τε  καί ἀντίληψις.
Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτηρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῶ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῶ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῶ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τῶ θυσιαστήριόν Σου μόσχους.
Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῆ φωνῆ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα (ἐκ τοῦ Ὄρθρου τῆς ἡμετέρας πρός τιμήν τῆς ὁσ. Ταρσώς Ἀκολουθίας), οὗ ἡ ἀκροστιχίς, «ΤΑΡΣΩ ΥΜΝΗΣΘΩ Η ΤΗΣ ΚΕΡΑΤΕΑΣ. ΑΝΤΩΝΙΟΥ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τήν νέαν Ὁσίαν τήν τοῦ Χριστοῦ, Μονῆς Κερατέας τόν ἀτίμητον θησαυρόν, τήν ἐν ἐσχάτοις χρόνοις σαλότητος σταδίῳ ἀγωνισαμένην, πάντες τιμήσωμεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
γίων ἐδείχθης ἐν οὐρανῶ συνόμιλος, Μῆτερ, διά ἀσκήσεως ἐπί γῆς καί κακοπαθείας ζωῆς τῆς ἐν ὑπαίθρῳ, ἐν θέρει καί χειμῶνι, ψύχει καί καύματι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
οῆ τῶν δακρύων Σου συνεχῆ, νηστείᾳ, ἀγρυπνίᾳ, ψευδαδέλφων τοῖς πειρασμοῖς καί τοῦ διαβόλου ταῖς προσβολαῖς, Ὁσία, ζωῆς τῆς αἰωνίου ἀξία γέγονας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σωθῆναι ποθούντας πάντας ἡμᾶς, τῶν τοῦ ἀλλοτρίου ἐπιθέσεων πονηρῶν, ταῖς Σαῖς θεοδέκτοις πρεσβείαις ἐκζητοῦμεν, πρός τόν εὔσπλαχνον Κύριον.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ράϊσμα πάνσεπτον καί τιμή Μονῆς Κερατέας ἐντυγχάνεις, Μῆτερ ἡμῶν, θεσπέσιε λειμών θείας ἀγάπης, τῆ Θεομήτορι τάς χείρας Σου ἔκτεινον.
Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
δωρ βλῦσον μοι, Μῆτερ, ἐξ’ οὐρανοῦ τῆ πρεσβείᾳ Σου, ὅπως κατασβέση τήν φλόγαν ἧν κατακαίει με, τῆς ἁμαρτίας δεινῶς καί τῆς ἐπερχομένης πυρί καταδίκης μου, φρικτῆς προγεύσεως.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μολυνθείς ἁμαρτίαις καί ῥυπαρός εὑρισκόμενος, ὡς τό κατ’ εἰκόνα μολύνας πολυειδέστατα, σπεύδω αἰτήσασθαι τήν πρός Χριστόν Σήν πρεσβείαν, ὅπως καθαρθήσομαι ἐγώ ὁ πολύκλαυστος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μαρτηκότων, ὦ Μῆτερ, τοῦ Κυρίου ἐνώπιον, αἰτούμεθα ἐλέους πρεσβείαις ταῖς Σαῖς δεόμενοι, μή παύεις Τούτῳ θερμῶς ὑπέρ ἡμῶν εὐμενίζειν, ὅπως λυτρωθείημεν δεινῆς κολάσεως.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σῶσαι πάντας, Παρθένε, τούς πρός Σέ καταφεύγοντας, πρεσβείαν δεχομένη Ὁσίας, ἧ ἱκετεύει Σε. Μή παύεις, Δέσποινα, καθικετεύειν Κυρίῳ, βελῶν τῶν τοῦ ἀλάστορος ἡμᾶς λυτρώσασθαι.
Διάσωσον ταῖς τῆς Ὁσίας πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῆ καταφεύγομεν, ὡς ἐχούσης τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τῆς Ὁσίας ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς τήν κάτωθι δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῶ Πατρί καί τῶ Υἱῶ καί τῶ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός. μήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Τῆς Ὁσίας τῆ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτῆς αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.
Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Θεραπείας ἀξίωσον, τόν συντετριμμένον, Μῆτερ, ἱκέτην Σου, καί εὐχαῖς Σου ἐπανάφερων, εἰς τοῦ κάλλους τοῦ ἀρχαίου τήν τερπνότητα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ραιότητος θείας, οὐρανίου τε μενούσης μακαριότητος, νοσταλγός τυγχάνω ὁ ἔκπτωτος, διό με ταῖς πρεσβείαις Σου ἐλέησον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μᾶς πάντας, ὦ Μῆτερ, τούς τῆ σκέπῃ Σου σπεύδοντας, οὐρανίου χαρᾶς κέρασον, ὡς τῶν Ὁσίων γενομένη ὁμόχορος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τῆ αἰτήσι ἐπικλωμένῃ, συμπαθῶς τῶν πιστῶς δεομένων Σοι, Ταρσώ Μῆτερ ἀξιάγαστε, δίδου ἅπασι, χαράν τήν ἀναφαίρετον.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μᾶς πάντας τῶ τόκῳ Σου, γένος τῶν ἀνθρώπων, Μῆτερ Ἀπείρανδρε, Παραδείσου τήν κατοίκησιν, τῆ πρεσβείᾳ τῆς Ὁσίας καταξίωσον.
Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σῶτερ μανικῶς ἡ Ταρσώ Σέ ἠγάπησεν, ὥσπερ γνήσιος ἐραστής μανικός, διό καί ἐν ἀσκήσῃ τήν βιοτήν αὐτῆς ἠνάλωσεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Κώμης καί Μονῆς Κερατέας πέλεις, Ἔνδοξε, πολιοῦχος, Ἄνδρου γόνος ὁ λαμπρός, καί ἀρετῶν θεοειδῶν θεῖον ἐκσφράγισμα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὐσεβῶς πάντων ἡμῶν γεραιρόντων τήν ἀοίδημον καί σεπτήν Σου μνήμην, Μῆτερ ἀγαθή, μή ἐπιλάθου Σαῖς πρός Κύριον δεήσεσι.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ύου τούς πιστῶς Σέ τιμῶντας, θεία Δέσποινα, ὅτι πάντων ἡμῶν πέλεις ὁδηγός καί μεσήτρια πρός Κύριον καί πρόμαχος.
Ὠδή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
λέξανδρον ἐν τῶ τάφῳ ὡς εἶδεν, ἐφιλοσόφησεν ἐπί τοῦ τῆς ζωῆς προσκαίρου, θεῖος Σισώης, διό ἡ μακαρία, τῶν ἠδονῶν τῶν προσκαίρων προέκρινε, τῶν Παραδείσου ἀγαθῶν, ἅ δι’ ἀσκήσεως ὡς ἔξηχος ἔτυχεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ταχέως νῦν, τά τῆς ψυχῆς μου ἰάτρευσον τραύματα, ταῖς Σαῖς λιταῖς, Ὁσία, πρός τόν Λόγον καί ἐκ παθῶν καί μολυσμάτων ἰλύος καί βδελυρῶν με ἀπάλλαξον πράξεων καί δυσωδείας τῶν παθῶν καί Παρακλήτου εὐωδίαν παράσχου μοι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
λπίζοντες Σοί τά νῦν προστρέχομεν, ὡς ἐν πηγῆ θεοπειθῶν αἰτημάτων καί Σύ δεόμεθα, Μῆτερ, μή παύης, ὑπέρ ἡμῶν ἱκετεύειν τόν Κτίσαντα, ἵνα ἐπομβρίση γλυκασμόν καί ἀθανάτου ζωῆς θεῖα νάματα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Αἰνοῦμεν Σε καί εὐλογοῦμεν, Δέσποινα, καί αἰτούμεθα λιτάς Σου τάς ἁγίας, ἵνα παθῶν καί κινδύνων ῥυσθῶμεν καί πρός τήν ἄνω ζωήν καταντήσωμεν, ἔνθα χαρά ἀληθινή, ἐν τῶ φωτί τοῦ Υἱοῦ Σου τό ἀνέσπερον.
Διάσωσον ταῖς τῆς Ὁσίας πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῆ καταφεύγομεν, ὡς ἐχούσης τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τῆς Ὁσίας ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:
Κοντάκιον. Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις τῆς Ὁσίας καί δεήσεσι, τῶ Σῶ λαῶ ἐπίβλεψον καί σῶσον ἡμᾶς. Ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν ἀγαθότητα. Δέχου τήν μεσιτείαν τῆς ἀχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.
Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῶ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένοι ἐν τῶ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῶ Λιβάνῳ πληθυνθήσεται.
Ὁ Ἱερεύς:
Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός: Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός: Καί τῶ πνεύματί σου.
Ὁ Ἱερεύς: κ τοῦ κατά Ἰωάννην ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῶ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῶ Θεῶ. (ιε’ 17 – 27 καί ιστ’ 1 - 2).
Ὁ χορός: Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα…
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. λεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τήν κλεινήν Ταρσώ, τῆς Κερατεάς, ἐν ὕμνοις καί ὡδαῖς τιμήσωμεν, οἱ αὐτῆ προσπίπτοντες μετά πίστεως. Τῶ Θεῶ αὗτη γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπιδαψιλεύουσα ἡμῖν τό τοῦ Κυρίου ἔλεος καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν. Χαίρε αὐτῆ βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ ὁμηγύρεως μέλος τιμιώτατον.
Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν κόσμον Σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καί κατάπεμψον ὑμῖν τά ἐλέη Σου τά πλούσια.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
κεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου. Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου Ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυ ματουργῶν.Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων.

Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν.
Τῆς Ὁσίας Μητρός ἡμῶν Ταρσώς τῆς διά Χριστόν Σαλῆς.
(Τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω).
Τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων τῆς ἡμέρας).
Καί Πάντων Σου τῶν Ἁγίων.
κετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον (12).
Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:
λέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῶ Παναγίῳ καί Ἀγαθῶ καί Ζωοποιῶ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος.
Ὠδή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σῶζε τούς ἐν πίστει προσπίπτοντας, ὦ Μῆτερ, τῆ Σῆ πρεσβείᾳ καί χάριτι, Πάνσεμνε. Χριστῶ συμβασιλεύεις γάρ ἐν Παραδείσῳ, διό ἀνακράζωμεν. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μνήσθητι τῆς φωνῆς μου, ἧν δέχου ὡς θυσίαν καί ὡς εὐῶδες τερπνόν τε θυμίαμα, παθῶν δέ ἀκαθάρτων μάκρυνον δυσωδίαν ἀπό τοῦ δούλου Σου ψάλλοντος. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Κύριος τῶν πάντων, ἐδέχθη μαρτυρίου τήν πρόθεσιν Ταρςῶς τῆς ψυχῆς, τῆς ἐν ἐσχάτοις χρόνοις σημεῖοις κηρυχθεῖσαν, διό ἐκβοῶμεν Αὐτῆ. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναέ τοῦ Ζωοδότου, ὕμνον Σοί Θεοτόκε, προσφέρομεν ἐντόνως κραυγάζοντες, πύλην τῆς μετανοίας ὑπάνοιξον, Παρθένε, τοῖς βοῶσι τῶ τόκῳ Σου. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ὠδή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μεῖς, ὧ Μῆτερ, κηρύττομεν Σούς ἀγῶνας, σεπτή Ταρσώ, ὑπέμεινας γάρ θλίψεις ἐν τῆ ὑπαίθρῳ, διά Χριστόν τόν Κτίστην.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σωφροσύνην, ὦ Μῆτερ, τοῖς Σέ τιμῶσι, χορήγει Σαῖς πρεσβείαις πρός τόν Λόγον, Ὅν ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Αὔγασον, Μῆτερ, θείαις αὐγαῖς τήν ψυχήν μου, ἐσκοτισμένη γάρ ὑπάρχει ἁμαρτίᾳ, Σῆ ἱκεσίᾳ πρός Κύριον τῆς δόξης.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νικῆσαι θέλων Βελίαρ τάς δεινάς παγίδας, ἅς καθ’ ἡμέραν πρό ποδῶν μου ἐφαπλώνει, ἐπικαλοῦμαι θερμήν τήν Σήν πρεσβείαν.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τιμιωτέρα τῶν Χερουβείμ ὑπάρχεις καί ἐνδοξωτέρα τῶν Σεραφείμ, Μαρία, ὡς τοῦ Κυρίου Θεοῦ ἡμῶν Μητέρα.
Ὠδή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ράϊσμα καί κλέος καί ἄνθος ἐρημίας, δι’ ἐγκρατείας ἐφάνης καί ἀσκήσεως, Ταρσώ Μῆτερ ἀγαθή, καί ἀσκουμένων ὑπόδειγμα καί τύπος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός τοῦ Παρακλήτου, δι’ ἀσκήσεως ἐγένου καί ἀρετῶν καταγώγιον, Μῆτερ σεπτή, ὡς τοῦ Ἀνδρέου μιμητής καί Συμεών τοῦ θείου συνέκδημος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
σχύει Παρακλήτου Ταρσώ ἐγεγόνεις, πειραζομένων ἀλείπτης καί μέγας φωστήρ, τῶν ἐν σαλότητι Ἁγίων, διό τιμῶμεν Σε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μότροπος Ὁσίων πέλεις, Ὁσία Μῆτερ, καί ἀσκητῶν συνοδίτης, Χριστοῦ μιμητής, καί μοναζόντων κοσμήτωρ καί ἐγκαλλώπισμα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μνοῦμεν, Θεοτόκε, τό κάλλος τῆς Σῆς δόξης καί τόν ἐκ Σοῦ γεννηθέντα δοξάζομεν καί σύν Ἁγίων χορείαις Σέ μεγαλύνομεν.
Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, Ταρσώ θεοφόρε, καί σαλότητος στολισμός. Χαίροις Ὀρθοδόξου πληρώματος προστάτης, Ἑλλάδος δέ ἁπάσης εὐχαῖς Σου πρόμαχος.
Χαῖροις ἡ τῆς Ἄνδρου γόνος λαμπρά, Μονῆς Κερατεάς πολιοῦχος καί βοηθός πάντων Ὀρθοδόξων τῶν ἐπικαλουμένων, τήν Σήν θερμήν πρεσβείαν καί τήν ἀντίληψιν.
Ταρσώ γλυκητάτη Μήτηρ ἡμῶν, τούς Σοί προσφυγόντας σπεῦσον τοῦ σῶσαι τῶν πονηροῦ προσβολῶν ματαίων καί τείχισον εὐχαῖς Σου, πάντας τούς Ὀρθοδόξους, τούς ἀνυμνοῦντας Σε.
Τούς ἀθροιζομένους ἐν τῆ Μονῆ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι, ὑπό τῆς χάριτός Σου, Ταρσώ ἀοίδημε.
Τά πεπυρωμένα βέλη τά τοῦ ἐχθροῦ, ἔνεδρα παγίδας διασκέδασον ἐξ ἡμῶν, τῆ δυνάμει, Μῆτερ, τῆ ἐκ Θεοῦ δοθείσῃ, ὅπως αὐτῶν ῥυσθέντες Σέ μεγαλύνωμεν.
Κράζωμεν εὐγνωμόνως, χαῖρε Σεμνή, ὅτι εὐαρεστῆσαι τῶ Λειψάνῳ Σου τῶ σεπτῶ, τῶ ἀποκειμένῳ Ξένης Παρεκκλησίῳ, δοξάζοντες Κυρίου τό ἄμετρον ἔλεος.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
ν ὑπαίθρῳ ἀσκήσας, ὥσπερ στρουθίον μονώτατον, ἐν τῶ τῆς σαλότητος, Μῆτερ, τῶ σταυρῶ ἐκαθήλωσας Σόν σῶμα διά βίου, βιοτήν προκρίνασα τήν ἔξηχον, Σεμνή. Διό τῶν θείων ἠξιώθης δωρεῶν, Ταρσώ Ὁσία ἀξιάγαστε. Δόξα οὗν τῶ Σέ δοξάσαντι Χριστῶ, δόξα τῶ Σέ στεφανώσαντι, δόξα τῶ ἐν ἐσχάτοις τοῖς καιροῖς νέαν Ἁγίαν ἀναδείξαντι.
Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται τοῦτο τεσσαράκοντα (40).
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν (ἤ Μονήν) καί πόλιν (ἤ νῆσον) ταύτην καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου. Ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν Ἀγαθόν καί Φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας Αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
τι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν, φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
πάκουσον ἡμῶν, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῶ Πατρί καί τῶν Υἱῶ καί τῶ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Ὁσίας καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε προσκυνήσωμεν πιστοί, ἱεράν εἰκόνα καί θήκην θείων Λειψάνων τε, Ταρσώς τήν τόν ἔξηχον βίον προκρίνασαν, σύν Ματθαίῳ καί εἴπωμεν αὐτοῖς μελωδοῦντες, χαίρετε τρισόλβια δοχεῖα Πνεύματος, Ἅγιοι νεοφανεῖς Ἐκκλησίας καί ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.


























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου