Παρασκευή, 18 Νοεμβρίου 2011

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓ. ΣΙΣΩΗ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΣΙΣΩΗΝ ΤΟΝ ΑΙΓΥΠΤΙΟΝ

Ποίημα Ἀντωνίου Μάρκου (2011).
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής».

ΠΡΟΛΟΓΟΣ
Ὁ παρών Παρακλητικός Κανών ἐποιήθη κατόπιν αἰτήματος τοῦ ἰδιαιτέρως ἀγαπητοῦ ἡμῖν φίλου καί συνεργάτου τοῦ ἡμετέρου Κέντρου Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής», Παν/του Ἀρχιμανδρίτου π. Νεκταρίου Μουρᾶ, πτ. Θεολογίας.
Ὁ ἐν Ὁσίοις Πατήρ ἡμῶν ΣΙΣΩΗΣ, ἦτο Αἰγύπτιος εἰς τήν καταγωγήν καί ὑπῆρξε μεγάλος ἀσκητής τῆς Αἰγυπτιακῆς ἐρήμου. Ὑπῆρξε μαθητής τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου, τοῦ ὁποίου ἐμιμήθη τούς ἀγώνας, ἀγωνιζόμενος ἐντός σπηλαίου. Ἠλεημένος ὑπό τοῦ Θεοῦ δι’ Ἁγιοπνευματικῶν χαρισμάτων, ἔφθασε να ἀναστήση ἀκόμη καί νεκρόν! Αὐστηρός μέ τόν ἑαυτόν του ὁ Ὅσιος, μέ τούς ἁμαρτάνοντας ἀδελφούς του ἦτο ἰδιαιτέρως ἐπιεικής καί ἐλεήμων καί θεωροῦσε ἀρκετή τήν μετάνοια τῶν τριῶν ἡμερῶν, διά τήν ἀποκατάστασιν τοῦ πεσόντος.
Κατά τήν παράδοσιν ὁ ὅσ. Σισώης ἀνεῦρεν εἰς τήν ὄασιν Σίβα τόν τάφον τοῦ Μεγάλου Ἀλεξάνδρου. Τό γεγονός αὐτό ἀποτελεῖ προσφιλές θέμα εἰς τήν Ὀρθόδοξον Ἁγιογραφίαν. Εἰς τήν Μονήν Βαλαάμ Μετεώρων λ.χ. σώζεται μεταβυζαντινή τοιχογραφία ἐξαιρετικῆς τέχνης, ἔργον τοῦ Ἱερέως καί Σακελλαρίου Γεωργίου [1566], φέρουσα τήν ἀκόλουθον επιγραφήν:
«Ὁρῶν σέ, τάφε, δειλιῶ σου τήν θέαν καί καρδιοστάλακτον δάκρυον χέω, χρέος τόκοινόφλητον εἰς νοῦν λαμβάνων, πῶς οὔν μέλλω διελθεῖν πέρας τοιοῦτον. Αἵ, αἵ, θάνατε, τίς δύναται φυγεῖν σέ
Ὁ Ὅσιος Σισώης ἐκοιμήθη εἰρηνικῶς τό ἔτος 429 καί ἡ μνήμη του τιμπαται τήν 6η Ἰουλίου. Ὑπό τῆς Ἐκκλησίας τοῦ προσεδόθη ἡ ἐπωνυμία τοῦ Μεγάλου.

Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
χορός: μήν.
μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. ξολολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τά παρόντα Τροπάρια. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τόν τῆς Αἰγύπτου τῆς κλεινῆς τόν προστάτην, δεῦτε φιλέορτοι τά νῦν συνελθόντες, πνευματικοῖς τοῖς ἄσμασιν ὑμνήσωμεν φαιδρῶς· Σισώην τόν πανθαύμαστον, τῆς ἐρήμου τό κάλλος, παρ’ αὐτοῦ αἰτούμενοι ὀφλημάτων τήν λύσιν· τῶν τιμῶντων τοῦτον εὐλαβῶς καί τήν θερμήν του αἰτουμένων ἀντίληψιν.
Δόξα. Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον. (Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου)
κ παιδός γεωργήσας ζωήν τήν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς Σῆς ἐξόδου· δηλοποιῶν τήν Σήν δόξαν καί καταλάμπων τάς ψυχάς ἡμῶν.
Καί νῦν. Θεοτοκίον. Ἦχος δ’.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῇ φωνῇ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς, «ΣΙΣΩΗΣ ΥΜΝΗΣΘΩ Ο ΤΗΣ ΑΙΓΥΠΤΟΥ. ΑΝΤΩΝΙΟΥ».
δή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σισώη συγχωρεύων ἐν οὐρανοῖς, Ἀγγέλων χορείαις, καθικέτευε ἐκτενῶς, ἁμαρτημάτων διδόναι τήν λύσιν καί πειρασμῶν τοῦ Βελίαρ ἀπάλλαξον.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
λύος με κάθαρον τῆς ψυχῆς, Σισώη Πατέρων τῆς ἐρήμου Καθηγητά, καί πάσης μανίας τοῦ Βελίαρ, ῥῦσαι με, Πάτερ, θερμῇ τῇ πρεσβείᾳ Σου.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σωθῆναι ποθούντας πάντας ἡμᾶς, τῶν τοῦ ἀλλοτρίου ἐπιθέσεων πονηρῶν, ταῖς Σαῖς θεοδέκτοις πρεσβείαις, ταῖς πρός Χριστόν τόν Θεόν ἐξαιτούμεθα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ράϊσμα πάνσεπτον καί τιμή Αἰγύπτου τυγχάνων, Ὅσιε Πάτερ ἡμῶν σεπτέ, θεσπέσιε λειμών θείας ἀγάπης, τῇ Θεομήτορι τάς χείρας Σου ἔκτεινον.
δή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μαρτηκότων, ὦ Πάτερ, τοῦ Κυρίου ἐνώπιον, αἰτούμεθα ἐλέους πρεσβείαις ταῖς Σαῖς δεόμενοι· μή παύεις Τούτῳ θερμῶς ὑπέρ ἡμῶν εὐμενίζειν, ὅπως λυτρωθείημεν δεινῆς κολάσεως.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Στεφηφόρος ἀνῆλθες εἰς οὐρανούς, Ὅσιε, Σισώη ἀσκητῶν ὑποφήτα, θεοειδέστατε· διό νῦν πρέσβευε, καθικετεύων Κυρίῳ, βελῶν τῶν τοῦ ἀλάστορος ἡμᾶς λυτρώσασθαι.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
δωρ βλῦσον μοι, Πάτερ, ἐξ’ οὐρανοῦ τῇ πρεσβείᾳ Σου, ὅπως κατασβέση τήν φλόγαν ἧν κατακαίει με, τῆς ἁμαρτίας δεινῶς καί τῆς ἐπερχομένης πυρί καταδίκης μου φρικτῆς προγεύσεως.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Μολυνθείς ἁμαρτίαις καί ῥυπαρός εὑρισκόμενος, ὡς τό κατ’ εἰκόνα μολύνας πολυειδέστατα, σπεύδω τῇ θείᾳ Σου πρός Σόν Υἱόν μεσιτείᾳ, ὅπως καθαρθήσομαι κἀγώ ὁ πολύκλαυστος.
Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ἱερεύς τήν κάτωθι δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
χορός. μήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Σισώη τῇ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτοῦ αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.
δή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μᾶς πάντες, Σισώη, τούς τῇ σκέπῃ Σου νῦν σπεύδοντας, οὐρανίου χαρᾶς κέρασον, ὡς Παραδείσου πολίτης γενόμενος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Συμπαθῶς ἐπικλώμενος, τῇ αἰτήσι τῶν πιστῶς δεομένων Σοι, Σισώη Πάτερ, δίδου ἅπασι, χαράν τήν θείαν καί ἀναφαίρετον.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Θεραπείας ἀξίωσον, τόν συντετριμμένον, Πάτερ, ἱκέτην Σου, καί εὐχαῖς Σου ἐπανάφερων εἰς τοῦ κάλλους τοῦ ἀρχαίου τήν τερπνότητα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ραΐσας τῷ τόκῳ Σου, γένος τῶν ἀνθρώπων, Μῆτερ Ἀπείρανδρε, Παραδείσου τήν κατοίκησιν, τῇ Σῇ μεσιτείᾳ ἡμᾶς ἀξίωσον.
δή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ντως μανικῶς τόν Σόν Κύριον ἠγάπησας, ὥσπερ γνήσιος ἐραστής μανικός, διό ἐν ἐρήμῳ τήν Σήν νεότητα ἠνάλωσας.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τεῖχος ἀῤῥαγές τῶν τιμώντων Σε, Ἀξιάγαστε, ἐποφθείς, Αἰγύπτου γόνος ὁ λαμπρός, καί ἀρετῶν θεοειδῶν θεῖον ἐκσφράγισμα.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μῶν τῶν εὐσεβῶς γεραιρόντων τήν ἀοίδημον καί σεπτήν Σου μνήμην, Πάτερ ἀγαθέ, μή ἐπιλάθου Σαῖς πρός Κύριον δεήσεσι.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σύ Μήτηρ Θεοῦ ἀνεδείχθης, θεία Δέσποινα, διό πάντων ἡμῶν πέλεις ὁδηγός καί μεσήτρια πρός Κύριον καί πρόμαχος.
δή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
λέξανδρον ἐν τῷ τάφῳ ὡς εἶδες, ἐφιλοσόφησας ἐπί τοῦ τῆς ζωῆς προσκαίρου, διό Σισώη μεγάλως ἀνακράζεις, ἁμαρτωλός ἐστιν οὗτος ἤ δίκαιος, στρατιώτης ἤ μήπως Βασιλεύς, πάμπτωχος πένης ἤ κάποτε πλούσιος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
άτρευσον τά τῆς ψυχῆς μου τραύματα, ταῖς Σαῖς λιταῖς Σισώη πρός τόν Λόγον· καί ἐκ παθῶν καί μολυσμάτων ἰλύος καί βδελυρῶν με ἀπάλλαξον πράξεων· καί δυσωδείας τῆς ἐμῆς καί Παρακλήτου εὐωδίαν παράσχου μοι.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Γηθόμενοι Σοί τά νῦν προστρέχομεν, ὡς ἐν πηγῇ θεοπειθῶν αἰτημάτων, καί Σύ δεόμεθα, Πάτερ, μή παύης, ὑπέρ ἡμῶν ἱκετεύειν τόν Κτίσαντα· ἵνα ἐπομβρίση γλυκασμόν καί ἀθανάτου ζωῆς θεῖα νάματα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μνοῦμεν Σε καί εὐλογοῦμεν, Δέσποινα, καί αἰτούμεθα λιτάς Σου τάς ἁγίας· ἵνα παθῶν καί κινδύνων ῥυσθῶμεν καί πρός τήν ἄνω ζωήν καταντήσωμεν· ἔνθα χαρά ἀληθινή, ἐν τῷ φωτί τοῦ Υἱοῦ Σου τό ἀνέσπερον.
Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:
Κοντάκιον. Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις τοῦ Ὁσίου καί δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς· ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν ἀγαθότητα· δέχου τήν μεσιτείαν τῆς ἀχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.
Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός: Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός: Καί τῷ πνεύματί σου.
Ἱερεύς: κ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ. Οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ, εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.
Ὁ χορός: Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα.
Σισώη ταῖς πρεσβείαις, λιταῖς τε, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. λεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Σισώην νῦν, τόν τῆς ἐρήμου πολίτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως. Τῷ Θεῶ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος· καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν· χαῖρε βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως στρατιῶτα τίμιε.
Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν κόσμον Σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καί κατάπεμψον ὑμῖν τά ἐλέη Σου τά πλούσια.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
Ἱκεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν.
Τοῦ Ὁσίου Πατρός ἡμῶν Σισώη τοῦ Αἰγυπτίου.
(Τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω).
Τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων τῆς ἡμέρας).
Καί Πάντων Σου τῶν Ἁγίων.
κετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον (12).
Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:
λέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος.
δή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Περίσωζε τούς πίστει προσπίπτοντας Σισώη τῇ Σῇ πρεσβείᾳ καί χάριτι, Ὅσιε· Χριστῶ γάρ βασιλεύεις, ἐν δόξῃ Παραδείσου, διό ἀνακράζωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τήν δέησιν μου δέχου, ὥσπερ θυσίαν, Πάτερ, καί ὡς εὐῶδες τερπνόν τε θυμίαμα· παθῶν δέ ἀκαθάρτων μάκρυνον δυσωδίαν ἀπό τοῦ δούλου Σου ψάλλοντος· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Κύριος τῶν πάντων, ἐδέχθη μαρτυρίου τήν πρόθεσιν Σισώη τῆς ψυχῆς· Πατρός τοῦ παμμεγίστου ἐν ἀσκηταῖς Πατρᾶσι, διό ἐκβοῶμεν Αὐτῶ· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μνον Σοί Θεοτόκε, ναέ τοῦ Ζωοδότου, προσφέρομεν ἐντόνως κραυγάζοντες· πύλην τῆς μετανοίας ὑπάνοιξον, Παρθένε, τοῖς βοῶσι τῶ τόκῳ Σου· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
δή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
νανεοῦμαι, καθορῶν Σούς ἀγῶνας, θεῖε Σισώη, ὑπέμεινας γάρ θλίψεις ἐν τῆ ἐρήμῳ, διά Χριστόν τόν Κτίστην.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκας, ὦ Πάτερ, τοῖς Σέ τιμῶσι ἐκ πόθου, χορήγει Σαῖς πρεσβείαις πρός τόν Λόγον, Ὅν ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τιμιωτέρα τῶν Χερουβείμ ὑπάρχεις καί ἐνδοξωτέρα τῶν Σεραφείμ, Μαρία, ὡς τοῦ Κυρίου Θεοῦ ἡμῶν Μητέρα.
δή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ράϊσμα ἐρήμου καί ἄνθος ἐρημίας, δι’ ἐγκρατείας ἐφάνης, μακάριε, Σισώη πάτερ ἀγαθέ, καί μοναζόντων τύπος καί ὑπόδειγμα.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός τοῦ Παρακλήτου, δι’ ἀσκήσεως ἐγένου, καί ἀρετῶν καταγώγιον, Ὅσιε, ὡς Ἀντωνίου μιμητής καί Παχωμίου τοῦ θείου συνέκδημος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
σχύει Παρακλήτου Σισώη ἐγεγόνεις, πειραζομένων ἀλείπτης καί μέγας φωστήρ, τῶν ἐν Αἰγύπτῳ Πατέρων, διό τιμῶμεν Σε.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μότροπος Ὁσίων πέλεις, Σισώη Πάτερ, καί ἀσκητῶν συνοδίτης, Χριστοῦ μιμητής, καί μοναζόντων κοσμήτωρ καί ἐγκαλλώπισμα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μνοῦμεν, Θεοτόκε, τό κάλλος τῆς Σῆς δόξης καί τόν ἐκ Σοῦ γεννηθέντα δοξάζομεν καί σύν Ἁγίων χορείαις Σέ μεγαλύνομεν.
Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Σισώην τόν μέγαν ἐν ἀσκηταῖς, γόνον τῆς Αἰγύπτου καί ἐρήμου ἄνθος τερπνόν, τιμήσωμεν πάντες ἐν ὕμνοις εὐλογοῦντες, αὐτοῦ τήν θείαν μνήμην καί πανυπέρτιμον.
ς εἶδεν Ἀλεξάνδρου τύμβον, σορόν ὀστῶν γεγυμνωμένων πάσης δόξης τε καί τιμῆς, «τά πάντα ματαιότης», Σισώης ἀνεβόα, «πλούσιος ἔστιν οὕτος ἤ πένης πάμπτωχος»;
ν τάφῳ κατακείμενον θεωρῶν, Ἀλέξανδρον τόν Μέγαν, τόν τοῦ κόσμου κατακτητήν, θανάτου μυστήριον ἐν λύπῃ κατανοῶν Σισώης ἐστέναζε.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
χος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
πολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον. (Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου).
κ παιδός γεωργήσας ζωήν τήν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς Σῆς ἐξόδου· δηλοποιῶν τήν Σήν δόξαν καί καταλάμπων τάς ψυχάς ἡμῶν.
Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται τοῦτο τεσσαράκοντα (40).
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν (ἤ Μονήν) καί πόλιν (ἤ νῆσον) ταύτην καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου. Ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν Ἀγαθόν καί Φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας Αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
τι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν, φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
πάκουσον ἡμῶν, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.
χορός: μήν.
πό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τοῦ Ὁσίου καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:
χος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τόν Σισώην τό σεπτόν, τῶν ἐκ τῆς ἐρήμου Πατέρων, πάντες τιμήσωμεν, ὁμοῦ Ἀντωνίῳ τε, σύν Μακαρίῳ ὁμοῦ Παχωμίῳ καί εἴπωμεν αὐτοῖς μελωδοῦντες· χαίρετε τρισόλβιοι Τριάδος πρόμαχοι, Πατέρες, Ἐκκλησίας φωστῆρες καί ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.









1 σχόλιο:

  1. Χαίρεται . Θα θελα να ρωτήσω αν υπάρχει εκκλησία του αγιου Σισωη . Ευχαριστώ

    ΑπάντησηΔιαγραφή