Δευτέρα, 14 Νοεμβρίου 2011

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓ. ΑΝΝΗΣ ΤΟΥ ΚΑΣΙΝ


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ
ΑΝΝΗΣ ΤΟΥ ΚΑΣΙΝ,
ΜΕΓΑΛΗΣ ΠΡΙΓΚΙΠΙΣΣΗΣ ΤΟΥ ΤΒΕΡ (+ 1368)

Ποίημα Ἀντωνίου Μάρκου (2011)
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής»

ΠΡΟΛΟΓΟΣ
Ἡ Ἀκολουθία τῆς Ὁσίας Ἄννης τοῦ Κασίν, ἐποιήθη τό ἔτος 1993, κατόπιν προτάσεως τοῦ Καθηγητοῦ τῆς Θεολογικῆς, ἤδη μακαριστοῦ Ἰωάννου Φουντούλη, ὡς εὐχαριστήριον γενομένου εἰς ἐμέ θαύματος  καί ὡς δέησις ὑπέρ τῆς θυγατρός μου Ἄννης. Τό αὐτό ἔτος 1993 εἶχεν ὁλοκληρωθεῖ ἡ μελέτη τοῦ Βίου τῆς Ὁσίας, εἰς τά πλαίσια τῶν ἐρευνητικῶν ἐργασιῶν ἐπί τοῦ Ρωσικοῦ Ἁγιολογίου, τοῦ ἡμετέρου Κέντρου Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής». Ὁ Βίος της ἐδημοσιεύθη ἀρχικῶς εἰς τό Περιοδικόν «ΟΡΘΟΔΟΞΗ ΜΑΡΤΥΡΙΑ» Λευκωσίας, (φ. 39, 1993, σελ. 33 – 38) καί εἰς τήν συνέχειαν εἰς τό Περιοδικόν "Ο ΠΟΙΜΗΝ" τῆς Ἱερᾶς Μητροπόλεως Μυτιλήνης (τ. 1993).
Ὁ πρός τήν Ὁσίαν Παρακλητικός Κανών ἐποιήθη τό ἔτος 2011, ὡς εὐλαβές πρός Αὐτήν ἀνάθημα.
Λέγεται, ὅτι ὁ ἅγ. Σεραφείμ τοῦ Σάρωφ ἐβοήθησε τόν Τσάρον Ἀλέξανδρον Β’, «νά δεῖ τήν ματαιότητα τοῦ κόσμου ἀπό τό ὕψος τοῦ Θρόνου του» (ὅταν ὁ Ἡγεμόνας τόν ἐπισκέφθηκε μυστικά εἰς τήν μονήν τοῦ Σάρωφ). Ἔτσι ὁ Τσάρος «πέθανε» διά τόν κόσμον καί ἔζησε τήν κατά Θεόν ἀσκητικήν ζωήν ὡς λαϊκός Στάρετς Θεόδωρος Κούσμιτς τῆς Σιβηρίας. Ἡ Ὁσία Ἄννα τοῦ Κασίν κατά τήν διάρκειαν τῆς πολυταράχου ζωῆς της, ὄχι ἁπλῶς εἶδεν, ἀλλ’ ἐβίωσεν τήν ματαιότητα τοῦ παρόντος κόσμου καί δι’ αὐτό ἀντήλλαξε τόν κόσμον καί τά τοῦ κόσμου μέ τήν Ἀγγελικήν Μοναχικήν πολιτείαν. Ὁ βίος της - ὁ κοσμικός, ἀλλά καί ὁ μοναχικός - ἄν καί ἄγνωστος ἐπί τῶν λεπτομέρειών του, περιεῖχε φαίνεται μεγάλους πνευματικούς ἀγῶνας, τόσους καί τέτοιους ὥστε νά τιμηθεῖ μετά θάνατον ὑπό τοῦ Δωρεοδότου Κυρίου μέ τήν ἀφθαρσίαν τοῦ Λειψάνου της καί τό χάρισμα τῶν ἰαμάτων.
Ἡ ἁγ. Ἄννα ἐγεννήθη ἀπό γονεῖς εὐγενεῖς, τό ἔτος 1278. Ἦτο συγγενής τῶν Ἁγίων Μαρτύρων Μιχαήλ Ἡγεμόνος τοῦ Τσερνίκωφ (20η Σεπτεμβρίου) καί Βασιλείου Ἡγεμόνος τοῦ Ροστώφ (4η Μαρτίου). Τό 1294 συνεζεύχθη μέ τόν Ἡγεμόνα τοῦ Τβέρ Μιχαήλ Γ' Γιαρολάβιτς, δευτερότοκον υἱόν τοῦ Γιαροσλάβου Γ’ Βσεβολόντοβιτς, Μεγ. Ἡγεμόνος τοῦ Βλαδιμήρ (1238 – 1240) καί πατρός τοῦ Ἐθνικοῦ Ἥρωος τῆς Ρωσίας καί Ἁγίου τῆς Ρωσικῆς Ἐκκλησίας Ἀλεξάνδρου Νέβσκι. Εἶχε τήν ἀτυχίαν νά ἐμπλακῆ ἡ οἰκογένειά της εἰς τήν ἐμφύλιον διαμάχην διά τόν τίτλον τοῦ Μεγάλου Ἡγεμόνος τῆς Ταταροκρατούμενης Ρωσίας, μετά τοῦ Ἡγεμόνος τῆς Μόσχας Γεωργίου Δανίλοβιτς, ἐγγονοῦ τοῦ ἁγ. Ἀλεξάνδρου Νέβσκι.
Ἀτυχῶς εἰς τόν μεταξύ τῶν δύο Ἡγεμόνων ἐμφύλιον ἀγῶνα, ἀνεμείχθη καί ἡ Ρωσική Ἐκκλησία, εἰς τό πρόσωπον τῶν Μητροπολιτῶν Ρωσίας ἁγ. Πέτρου καί ἁγ. Θεογνώστου. Αἰτία ἦτο ἡ μεταφορά τῆς Μητροπολιτικῆς Ἕδρας ἀπό τό Κίεβον, ἀρχικῶς εἰς τό Βλαδιμήρ καί τελικῶς εἰς τήν Μόσχαν καί αἱ προσωπικαί ἀπόψεις ἐπί τοῦ θέματος Πρωθιεραρχῶν καί Ἡγεμόνων.
Τό ἔτος 1285 ὁ Πρίγκιψ Μιχαήλ διεδέχθη τόν πατέρα του Γιαροσλάβον εἰς τήν Ἡγεμονίαν τοῦ Τβέρ. Κατά τήν πρώτην φάσιν τῆς συγκρούσεως μεταξύ Τβέρ καί Μόσχας, οἱ Τάταροι ἀπένειμαν (τό 1305) τόν τίτλον τοῦ Μεγ. Ἡγεμόνος εἰς τόν Μιχαήλ. Εἰς μίαν προσπάθειαν νά ἐνισχύση τήν θέσιν του ὁ Πρίγκιψ Γεώργιος τῆς Μόσχας, ἐξετέλεσε τόν κρατούμενον ἀπό τό 1300 εἰς τήν Μόσχαν Ἡγεμόνα τοῦ Ριαζάν Κωνσταντῖνον καί προσήρτησε τό Ριαζάν εἰς τήν Ἡγεμονίαν του. Εἰς τήν συνέχειαν κατέλαβε τό Μοζάϊσκ καί μέ τήν συμπαράστασιν τοῦ Μητροπ. Ρωσίας ἁγ. Πέτρου, συνυγράσθη μέ τήν ἀνεξάρτητον Ἡγεμονίαν τοῦ Νόβγκοροντ κατά τοῦ Τβέρ.
Ἐνισχυμένος μέ τούς τρόπους αὐτούς ὁ Γεώργιος πῆγε τό 1315 εἰς τό Στρατόπεδον τῆς Χρυσῆς Ὀρδῆς, διά νά διεκδικήση τόν τίτλον τοῦ Μεγ. Ἡγεμόνος ἀπό τόν Μιχαήλ, ὁ ὁποῖος καί καθηρέθη ἀπό τούς Τατάρους, ὅταν ὁ Γεώργιος ἐνυμφεύθη τήν θυγατέραν τοῦ Χάν Οὐζμπέκ Πριγκίπισσαν Κοντσάκαν. Ἐνισχυμένος καί ἀπό Ταταρικά στρατεύματα ὁ Γεώργιος ἐπετέθη τότε κατά τοῦ Τβέρ, ἀλλά ἠττήθηκε καί ὁ ἀδελφός του Βόρις, ὅπως καί ἡ σύζυγός του Κοντσάκα συνελήφθησαν αἰχμάλωτοι. Ὅταν ἡ κρατουμένη εἰς τό Τβέρ σύζυγός του ἀπεβίωσε ξαφνικά, κάτω ἀπό ἀδιευκρίνιστες συνθῆκες, ὁ Γεώργιος ἰσχυρίστηκε ὅτι δηλητηριάστηκε καί κατηγόρησε εἰς τόν πενθερόν του Χάν Οὐζμπέκ τόν Ἡγεμόνα Μιχαήλ. Τελικά ὁ Οὐζμπέκ κάλεσε καί τούς δύο διεκδικητές εἰς τήν Ὀρδήν. Ἡ Ἡγεμονίδα Ἄννα συνόδευσε τόν σύζυγόν της μέχρι τό χωρίον Μαλίνικ, εἰς τόν ποταμόν Νέρλα, καί ἔκτοτε δέν τόν ξαναεῖδε ζωντανό, διότι ὁ Χάν τόν ἐξετέλεσε τό 1318, πρίν δικασθῆ.
Ὁ Ρωσικός λαός ἐθεώρησε τόν θάνατον τοῦ Ἡγεμόνος Μιχαήλ ὡς μαρτύριον, δεχόμενος ὅτι τά αἴτια τοῦ θανάτου του ἦσαν ἐκτός ἀπό πολιτικά καί θρησκευτικά, ἀφοῦ μποροῦσε νά ἐξωμώση, διά νά σώση τήν ζωή του (ὅπως λ.χ. οἱ ἐπί Τουρκοκρατίας Ἅγιοι Νεομάρτυρες).
Ὁ Γεώργιος τῆς Μόσχας ἀντιθέτως ἐπέστρεψε εἰς τήν Ρωσίαν τό 1319, μισούμενος ἀπό τόν λαόν καί τούς ἄλλους Ἡγεμόνας, ὡς συνεργάτης τῶν κατακτητῶν Τατάρων, διά λογαρια-σμόν τῶν ὁποίων εἶχε ἀναλάβει τήν εἴσπραξη τῶν φόρων.
Τό 1322, ὁ υἱός τοῦ Μιχαήλ Δημήτριος, ζητῶντας ἐκδίκησιν διά τόν θάνατον τοῦ πατέρα του, κατήγγειλε εἰς τούς Τατάρους ὅτι ὁ Γεώργιος κρατοῦσε διά λογαρισμόν του μέρος τῶν φόρων. Διά τόν λόγον αὐτόν ὁ Γεώργιος κλήθηκε νά δικαστῆ ἀπό τόν Χάν, καθηρέθη καί ὁ τίτλος τοῦ Μεγ. Ἡγεμόνος ἀπενεμήθη εἰς τόν Δημήτριον. Τό ἔτος 1325, οἱ δύο ἀντίπαλοι συνηντήθησαν εἰς τό Στρατόπεδον τῆς Χρυσῆς Ὀρδῆς καί ὁ Δημήτριος ἐφόνευσε τόν Γεώργιον ἐνώπιον τοῦ Χάν Οὐζμπέκ, μέ ἀποτέλεσμα νά ἐκτελεσθῆ καί ὁ ἴδιος ἀπό τούς Τατάρους, ὀκτώ μῆνες ἀργότερα (1326).
Τήν ἄποψιν περί μαρτυρικοῦ θανάτου τοῦ Ἡγεμόνος Μιχαήλ ἐνίσχυσε καί τό γεγονός, ὅτι τό Λείψανό του, ἄν καί παρέμεινε ἄταφον ἐπί διετία, εὑρέθη ἀδιάφθορον καί ἐνεταφιάσθη μετά μεγάλων τιμῶν τό 1320 εἰς τόν Καθεδρικόν Ναόν τοῦ Τβέρ, πλησίον τῶν τάφων τῶν γονέων του καί τοῦ πρώτου Ἐπισκόπου τῆς πόλεως ἁγ. Συμεών (ἡ μνήμη του τήν 4η Φεβρουαρίου).
Ἡ μνήμη τοῦ ἁγ. Μιχαήλ εἶναι εὑρύτατα διαδεδομένη εἰς τήν Ρωσικήν Ἐκκλησίαν καί τιμᾶται τήν 24ην Ἰουνίου, τήν 30ήν Σεπτεμβρίου καί τήν 22αν Νοεμβρίου.
Ἡ Πριγκίπισσα Ἄννα, ἄν καί ἔζησε εἰς μίαν ἐξαιρετικῶς ταραγμένην ἐποχήν (κοινωνικῶς ἐκρηκτικήν, πολιτικῶς ρευστήν καί εἰς πολλά σημεῖα βάρβαρον καί ἀπάνθρωπον), διετήρησε τήν πίστιν της καί ἠναλώθη εἰς ἔργα φιλανθρωπίας καί εὐποιΐας, στηρίζοντας τόν χειμαζόμενον ὑπό τῶν δεινῶν τοῦ ἐμφυλίου πολέμου καί τῆς Ταταρικῆς κατοχῆς Ρωσικόν λαόν. Ἀπό τό ὕψος τοῦ Θρόνου οἱ πειρασμοί τῆς ἡγεμονικῆς ζωῆς καί οἱ κοσμικές περιπέτειες, τῆς ἔδειξαν τό μέγεθος τῆς ἀνθρώπινης ματαιότητας. Ἔτσι μετά τήν ἐκτέλεσιν τοῦ συζύγου της (1318), ἀπεσύρθη εἰς τήν Μονήν τῆς Ἁγίας Σοφίας τοῦ Τβέρ, ὅπου ἔζησε ὡς μοναχή ἐπί 30 ἔτη.
Ἐκοιμήθη εἰρηνικῶς τό ἔτος 1368, εἰς τήν Μονήν Κοιμήσεως Θεοτόκου - Ὑπαπαντῆς εἰς τό Κασίν, ὅπου τήν εἶχε μεταφέρει ὁ νεώτερος υἱός της Ἡγεμών Βασίλειος, διά νά τήν προφυλάξη ἀπό κάποιαν ἐπιδημίαν. Ὁ τάφος της παρέμεινε εἰς τήν ἀφάνειαν διά διάστημα δύο περίπου αἰώνων. Τό Λείψανόν της ἀνακομίσθηκε ἀδιάφθορον τό 1611 (242 ἔτη μετά τήν κοίμησίν της), μετά ἀπό ἐμφάνισίν της εἰς τόν ἀσθενή νεωκόρον τοῦ Ναοῦ Γεώργιον, τόν ὁποῖον ἐθεράπευσε.
Μετά τήν ἀνακομιδήν τοῦ Λειψάνου της ἀνεδείχθη θαυματουργός, διότι συντόμως – μετά τήν θεραπείαν τοῦ νεωκόρου - κατεγράφησαν ἄλλες 26 θεραπείες καί τό Κασίν τήν ἀνάδειξε πολιοῦχον του. Κατά τόν 18ο αἰ. κατεγράφησαν ἄλλες 39 περιπτώσεις ἰάσεων καί κατά τήν περίοδον 1899 – 1909 ἄλλες 31. Εἰς 20 περίπου περιπτώσεις οἱ εὐεργετηθέντες τήν περιέγραψαν ὡς μοναχήν, ἡλικίας 50 περίπου ἐτῶν, ἡ ὁποία συστήθηκε ὡς «Ἄννα, ἡ ὁρθῶς πιστεύουσα».
Κατά τήν Περίοδον τῶν Ταραχῶν (πρώτη δεκαετία τοῦ 17ου αἰ.), ἐπυρπολήθη ἀπό τούς Πολωνούς εἰσβολεῖς ἡ Μονή τῆς Ὑπαπαντῆς – Κοιμ. Θεοτόκου τοῦ Κασίν, ὅπου ὁ τάφος τῆς Ἁγίας. Ἡ νέα περίοδος ζωῆς τῆς Μονῆς ἐγκαινιάζεται μέ τήν παρουσίαν ἀνάμεσα εἰς τά ἐρείπια μιᾶς ἄλλης Πριγκιπίσσης, τῆς Ὁσίας Δωροθέας τοῦ Κασίν (1549 – 1629). Κατά θείαν οἰκονομίαν καί ἡ δική της μνήμη ἤρχισε νά διαδίδεται μετά πάροδον δύο περίπου αἰώνων (ὅπως καί τῆς ἁγ. Ἄννης), ὅταν ἤρχισαν ἐμφανίσεις της εἰς τήν Ἡγουμένην Ἀντωνίαν (Μεζέντσοβα, + 1875, πνευματικήν θυγατέρα τοῦ διά Χριστόν Σαλοῦ Ἱερέως ὁσ. Πέτρου τοῦ Ἄγκιλιχ).
Ἡ ἁγιότητα τῆς ἁγ. Ἄννης διεκηρύχθη Συνοδικῶς τό 1909, κατά τήν βασιλείαν τοῦ Τσάρου Νικολάου Β’. Μετά τήν Ἐπανάστασιν τοῦ 1917, δέν ὑπάρχουν πληροφορίες διά τήν τύχην τοῦ Λειψάνου της.
Ἡ ἁγ. Ἄννα τοῦ Κασίν εἶναι προστάτης ὅσων ὑποφέρουν ἀπό τήν στέρησιν συγγενικῶν των προσώπων. Ἡ μνήμη της τιμᾶται τήν 12ην Ἰουνίου καί τήν 2αν Ὀκτωβρίου καί ἡ Ἀνακομιδή τοῦ Λειψάνου της τήν 21ην Ἰουλίου.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΑΝΝΗΣ ΤΟΥ ΚΑΣΙΝ,
ΜΕΓΑΛΗΣ ΠΡΙΓΚΙΠΙΣΣΗΣ ΤΟΥ ΤΒΕΡ (+ 1368)
Ποίημα Ἀντωνίου Μάρκου (2011)
Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. ξολολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τά παρόντα Τροπάρια. Ἦχος δ’. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ταῖς τῆς Ὁσίας ἱκεσίαις, Οἰκτῆρμον, Ἄννης τῆς θείας τῆς ἐν Κασίν ἀσκησάσης, τῆς ἐν Ῥωσίᾳ μητρός ἡμῶν τῆς θαυματουργοῦ· πέμψον τά ἐλέη Σου ἐπί λαόν ἀσεβοῦντα καί παραπικραίνοντα, Σέ τόν τῶν ὅλων Δεσπότην. Αὗτην προσάγωμεν γάρ ὡς πρεσβευτήν, ὡς κεκτημένην τήν χάριν Σου, Κύριε.
Δόξα. Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Κοσμικῆς βασιλείας τήν ματαιότητα, Οὐρανῶν Βασιλείας τήν ὡραιότητα, κατανοήσασα, σεμνή Ἄννα, ἀντήλλαξας πᾶσαν τιμήν πριγκιπικήν τῇ πτωχείᾳ τῶν μοναστῶν· διό ἐν ὕμνοις εὐήχοις, ὡς κεκτημένην παρρησίαν, οἱ πιστοί Σέ μακαρίζομεν.
Καί νῦν. Θεοτοκίον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας· Σοῦ γάρ ὑπάρχει ἡ Εἰκών ἡ τοῦ Καζάν, ἡ ἐν Ῥωσίᾳ, σκέπη ἡμῶν καί ἀντίληψις.
Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῇ φωνῇ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα (ἐκ τοῦ Ὄρθρου τῆς ἡμετέρας πρός τιμήν τῆς ὁσ. Ἄννης Ἀκολουθίας), οὗ ἡ ἀκροστιχίς, «ΑΝΝΗ ΥΠΕΡ ΑΝΝΗΣ ΥΜΝΟΣ ΑΔΕΤΑΙ. ΑΝΤΩΝΙΟΥ»
Ὠδή α’. Ἦχος δ’. Ἀνοίξω τό στόμα μου.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
όρατε Κύριε καί Βασιλεῦ πάσης κτίσεως, Θεέ Πολυέλεε, τῶν ἀγαθῶν χορηγέ· ὁ δωρούμενος γνώσιν ἡμῖν τοῖς ἀσόφοις, τόν νοῦν μου καταύγασον τῇ εὐσπλαχνίᾳ Σου.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός Σου ὁ ἅγιος καί ἡ ἐν αὐτῷ θήκη ἡ πάντιμος τοῦ θείου λειψάνου Σου, τοῖς πᾶσι πρόκεινται, εἰς ἰατήριον, διό νῦν πάντες βοῶμεν· Ἄννης τήν δέησιν, ἐνωτίζου Φιλάνθρωπε.
Δόξα.
Νίκην ἔσχες νικήσασα, τῇ δυνάμει τοῦ Πνεύματος, τοῦ κόσμου τό δέλεαρ καί τό τῆς θέσεως· ὅτε κατέλειπες Πριγκίπων θρόνον καί δόξαν, Ἀγγέλων ζηλώσασα τόν βίον, Πάνσεμνε.
Καί νῦν. Θεοτοκίον.
σαΐου ἡ πρόρρησις, ἐπί Σύ Ἀειπάρθενε, θαυμασίως πεπλήρωται, ὅθεν τιμῶμεν πιστοί· Σέ τήν κυήσασαν Υἱόν Πατρός εὐδοκίᾳ, ὅτε Πνεῦμα Ἅγιον ἐν Σύ ἐσκήνωσεν.
Ὠδή γ’. Τούς Σούς ὑμνολόγους.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μνῆσαι συνέρχονται τά πλήθη Σήν μνήμην, τήν τε θήκην τοῦ ἱεροῦ προσψεύσαι, Ἄννα, λειψάνου Σου, τοῦ ἀφθάρτως τηρουμένου νῦν· καί πάντες, Μῆτερ, χαίροντες πόθῳ κυκλοῦσι Σήν λάρνακα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Πραότης, εὐγένεια καί ἦθος ἐκόσμησαν Σήν θείαν βιοτήν, τήν ἐν τῷ κόσμῳ, Πάνσεμνε Ἄννα, Κασίν ἀγλάϊσμα· διό ἄφθαρτον διέμεινεν, Μῆτερ Ὁσία, Σόν λείψανον.
Δόξα.
Εὑρόντες Σέ, Μῆτερ, οἱ ἐν κόσμῳ, προστάτην καί στερράν καταφυγήν, τῷ Σῷ ναῷ προστρέχομεν, τυχεῖν Σῆς ἀντιλήψεως· ἧν καί λαμβάνομεν χαίροντες καί εὐχαριστοῦντες κηρύττομεν.
Καί νῦν. Θεοτοκίον.
ήτορες κἄν σοφοί Σε, Κόρη, ἐκήρυξαν δεδοξασμένην ἐν τῇ γῇ, διό τόν ὕμνον πρόσδεξαι, τόν ταπεινόν καί ἄσημον· ταῖς Σαῖς πρεσβείαις οἴκτηρον καί Παραδείσου ἀξίωσον.
Διάσωσον ταῖς τῆς Ὁσίας πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῇ καταφεύγομεν, ὡς ἐχούσης τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τῆς Ὁσίας ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς τήν κάτωθι δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός. μήν.
Κάθισμα. Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.
Τούς ἀγῶνας καί κόπους τούς Σούς, πιστοί νοερῶς θεωροῦντες, πλήν εὐκρινῶς, πάσης κατανύξεως τάς ψυχάς ἐμπιμπλάμεθα· καί πρός θεῖον ὕμνον καί δόξαν καί αἴνεσιν, τοῦ Κυρίου πάντων, τοῦ τῶν ὅλων δεσπόζοντος, πόθῳ ἐγκαρδίῳ ἑαυτούς συγκινοῦμεν, ὠδαῖς Σέ γεραίροντες, ὡς τῆς Προμήτορος σύσκηνον καί πιστῶς ἐκβοῶμεν Σοι· πρόφθασον ἰλέωσαι Κριτήν, ταῖς πρός Αὐτόν Σαῖς ἐνθέρμοις δεήσεσιν· Τοῦτον ἐπίκαμψον τῇ πρεσβείᾳ Σου Ἄννα, ἡ τοῦ Κασίν καί τῆς Ῥωσίας ἀγλάϊσμα.
Ὠδή δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ννα, θεία Σου ἡ κλήσις ἐν ἀμφοτέροις, τόν θρόνον γάρ, Κύριος Σοί ἔδωκεν, ἵνα λαόν ποιμάνεις καί ποίμνιον τό ἐν Τβερίᾳ πιστῶς, ἡγεμονίς θεουμένη· εἶτα τῇ χορείᾳ τε τῶν μοναστῶν Σέ ἐκάλεσεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκην ἔσχες, μακαρία Ἄννα, τόν κόσμον νικήσασα, ὅτε μοναστῶν τῇ πτωχείᾳ, σκευήν Πριγκίπων ἀντήλλαξας καί παλατίου τερπνοῦ, μονῆς τήν ἀκροτάτην πτωχείαν προέκρινας, ἐν ἧ καί ἤσκησας.
Δόξα.
Νοητοῦ θηρός παγίδας, κόσμου τήν ματαιότητα, λογισμούς ὑπερηφάνους, τόν τῆς θέσεως κίνδυνον, ὀρθῶς ἀπέφυγας ἐν τῇ μονῇ ἐγκεκλεισμένη, ὅθεν καί ἠγώνισαι, Ἄννα Κασίνσκαγια.
Καί νῦν. Θεοτοκίον.
μεῖς μέν, ὦ Θεοτόκε, ἀνυμνοῦντες Σε οὐ παύομεν· Σύ δέ σπεῦσον μεσιτεῦσαι τῷ Υἱῷ Σου ὑπέρ ἄρσεως, τοῦ βαρυτάτου ζυγοῦ, τοῦ τῆς ἁμαρτίας, ἧ καί βαρύνει ἡμῶν τήν ἀθλίαν προαίρεσιν.
Ὠδή ε’. Ἐξέστη τά σύμπαντα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σκέπην θείαν Σε κέκτηται, Κασίν ἡ πόλις καί ἅπασα, Μῆτερ, Ῥωσική γῆ ὑπερβορείᾳ· πέφυνας τούτων γάρ θεῖος βοηθός, θαυμάτων ποικίλων πακτωλός, τῶν καταφευγόντων νῦν τῷ Σῷ ναῷ καί τῇ λάρνακι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μνος θεῖος Σοί ἄδεται, ὑπέρ παρθένου νεάνιδος, ταύτης τόν γεννήτορα γάρ, Ἄννα, ἔσωσας δίκης, πειρασμῶν τε χαλεπῶν, προφθάσασα καί δείξασα, Σεμνή, αὐτοῦ τήν ἀθωότητα, ὁμοῦ καί πίστιν τήν ἔνθερμον.
Δόξα.
Μάρτυρος σύζυγος πέφυνας, ὅτε Μαρτύρων τόν στέφανον, Μιχαήλ Σός ὁμόζυγος ἀξίως ἔλαβεν· ὅς καί ἐπέπρωτο σφαγεῖν, Τατάρων τῶν βαρβάρων ταῖς χερσί, πατρίδος ἀμυνόμενος ὁμοῦ καί Πίστεως, Ἔνδοξε.
Καί νῦν. Θεοτοκίον.
Ναός καί πύλη, παλάτιον τοῦ Βασιλέως ὑπάρχουσα, Κόρη οὐρανῶν ὑψηλοτέρα· δέχου τόν ὕμνον, σκέπε νοητῶς, ἐμήν ἀθλιωτάτην βιοτήν, ἵνα μακαρίζω Σε καί Σοῦ κηρύττω τό ἔλεος.
Ὠδή στ’. Τήν θείαν ταύτην καί πάντιμον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ρθρου βαθέως τόν φύλακα, ναοῦ Σου ἐκ τοῦ ὕπμου ἀνέστησας καί αὐτῷ ὑπέδειξας, ἔνθα Σόν Λείψανον ἔκειτο· τοῦτο δ’ εὑρόντες ἐχάρησαν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σειρά θαυμάτων Σου ἔφερεν Ῥωσίας Ἐκκλησίαν καί Ἄνακτα, ἅπαν τό πλήρωμα, ἐπ’ ἐκκλησίαις κηρύξαι Σου τήν ἁγιότητα, Πάνσεμνε.
Δόξα.
νακτος σέβας ἐκύρωσεν, λαοῦ τήν εὐσεβῆ διαπίστω-σιν Σῆς ἁγιότητος· ἧν διεκήρυξε σύμπασα ἡ Ἐκκλησία τιμῶσα Σε.
Καί νῦν. Θεοτοκίον.
Δεινῶν παντοίων με λύτρωσαι, τοῦ θείου φωτισμοῦ καταξίωσον, δώρησαι ἄφεσιν, τῷ ἐν πολλοῖς παροργίζοντα τόν Σόν Υἱόν, Ἀειπάρθενε.
Διάσωσον ταῖς τῆς Ὁσίας πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῇ καταφεύγομεν, ὡς ἐχούσης τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τῆς Ὁσίας ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Σῶν χαρίτων τήν πληθύν ἀδυνατεῖ ἐξυμνῆσαι, ποιητοῦ ὁ κάλαμος, ἔρωτι θείῳ γάρ Χριστοῦ, Ἄννα, τρωθεῖσα ἐβίωσας τήν Βασιλείαν ἐπί γῆς, διό Σέ μακαρίζομεν.
Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὁ Ἱερεύς:
Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός: Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεύς:
Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός: Καί τῶ πνεύματί σου.
Ὁ Ἱερεύς:
κ τοῦ κατά Ἰωάννην ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῶ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῶ Θεῶ. (ιε’ 17 – 27 καί ιστ’ 1 - 2).
Ὁ χορός: Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. λεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τήν ἐν τῷ Κασίν Ἄνναν τήν θείαν ἐν ὕμνοις καί ὡδαῖς τιμήσωμεν, οἱ αὐτῇ προσπίπτοντες μετά πίστεως· τῷ Θεῷ αὗτη γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπιδαψιλεύουσα ἡμῖν τήν τοῦ Κυρίου ἀντίληψιν καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν· χαίρε αὐτῇ βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ ὁμηγύρεως μέλος τιμιώτατον.
Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν κόσμον Σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καί κατάπεμψον ὑμῖν τά ἐλέη Σου τά πλούσια.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
κεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν.
Τῆς Ὁσίας Μητρός ἡμῶν Ἄννης τῆς ἐν Κασίν τῆς Ῥωσίας.
(Τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω).
Τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων τῆς ἡμέρας).
Καί Πάντων Σου τῶν Ἁγίων.
κετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον (12).
Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:
λέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος.
Ὠδή ζ’. Οὐκ ἐλάτρευσαν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὗρεν σύμμαχον, Κασίν ἡ πόλις, ἅγιον Ἄννης κατέχουσα Λείψανον, πρός ὅ πάντες μαζιδόν ἐν πίστει προστρέχουσι, θερμῶς αἰτούμενοι καί τυγχάνοντες τοῦ ποθουμένου ἕκαστος, τήν θείαν Ἄνναν μακαρίζουσι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τήν Ἀλήθειαν, τήν ὄντως ὑπερέχουσαν, πιστῶς κατηκολούθησας, διό ζωήν ἀληθῶς ἐν κόσμῳ ἐβίωσας, Ἄννα θεότιμε· διό ὑμνοῦμεν Σε, τῶν Ὀρθοδόξων τό σύστημα καί τήν μνήμην Σου τελοῦμεν.
Δόξα.
ννα, κήρυκες τά Σά θαύματα πέλουσιν, τῆς Σῆς μακαριότητος, ἧν ἀπολαύεις τά νῦν, ἐν κόλποις ὑπάρχουσα Πατρός Ἀβραάμ· ὅθεν δεήθητι, τυχεῖν ἡμᾶς τούς ὑμνοῦντας Σε οὐρανῶν κληρονομίας.
Καί νῦν. Θεοτοκίον.
ερώτατον Θεοῦ κατοικητήριον, τερπνόν παλάτιον, Σύ ὑπάρχεις Μαριάμ· μή παύης δεόμεθα πρός Σόν Υἱόν καί Θεόν, ἀναφέρεσθαι καί ἱκετεύειν, Πανάχραντε· σπεῦσον, Κυρία, ἀπολλύμεθα.
Ὠδή η’. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ννης Θεομήτορος τήν δόξαν, ἡ ταύτης ὁμώνυμος Ἄννα ἐζήλωσεν, ἡ ἐν Κασίν ἀσκήσασα καί ἐν Τβέρ ἡγεμονεύσασα· καί ταύτην ὅλην ἐξάπαντος βεβαίαν ἔλαβεν, ὅθεν γεραίρεται καί ὑπό πάντων δοξάζεται.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέμει κρουνηδόν ἡ Ἄννα χάριν, πᾶσι τοῖς προστρέχουσι αὐτῆς τῷ θείῳ ναῶ, τοῖς τε προσεγγίζουσι αὐτῆς παντίμῳ λάρνακι· διό Ῥωσίας κηρύττεται Ἁγίας πρόμαχος· ἡμῶν δέ πάντων βοήθεια καί θερμοτάτη ἀντίληψις.
Δόξα.
Τόπος προσκυνήματος ἐδείχθη ὁ τάφος ὁ πάντιμος τῆς θειοτάτης Μητρός, Ἄννης τῆς θεόφρονος, ὅτε ἐν ὁράματι τοῦτον ἀπεκάλυψε, ἅμα τε ὑπέδειξε, ὅπως αὐτῷ προστρέχουσι πάντες Κασίν οἱ οἰκήτορες.
Καί νῦν. Θεοτοκίον.
Σῆς ὡραιότητος Παρθένε, ἧ πόθον τόν ἅγιον ἡμῖν διήγειρε, ὑμνεῖν Σε τήν Θεόπαιδα, τήν μόνην Ἀειπάρθενον· δι’ Ἧς Χριστός ἐπέφανεν ἡμῖν καί ἐσκήνωσεν· διό ψάλλομεν ὑμνοῦντες τήν ἀκήρατον Αὐτοῦ Μητέρα δεόμενοι.
Ὠδή θ’. Ἅπας γηγενής.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέαν οἱ πιστοί πηγήν τῶν ἰάσεων, σημείων τε εὕρομεν, Ἄννης τό θεῖον λείψανον, πρός ἧν θερμῶς προσπίπτοντες δάκρυσι κρούομεν αὐτῆς τήν θύραν, ἔλεος πίστῃ αἰτούμενοι καί βοῶμεν· Δεσπότην, Μῆτερ, ἱκέτευε ὑπέρ τῶν πόθῳ τιμώντων Σε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
άσεων κρουνός, ἡ ἐν Κασίν δροσίζουσα παθῶν τόν καύσωνα, ννης τό θεῖον λείψανον, ἐδείχθη πᾶσιν, διό βοήσωμεν τῷ ταύτην δοξάσαντα Κυρίῳ ἄδοντες· δέχου Σῶτερ, μή ἐπιλάθου, τῆς μακαρίας τήν δέησιν.
Δόξα.
μμάτων τήν φλόγωσιν, Ἄννα ἡ πανσέβαστος τοῦ αὐτῆς θεράποντος ἔλυσε, ἡμῖν δείξασα σημεῖον πρῶτον θείου χαρίσματος, ὅ αὐτῇ δεδώρηται Χριστός ὁ Κύριος, τοῦ ἰᾶσθαι νόσους ἀνθρώπων καί τῶν χρηζόντων ἀντιλήψεως.
Καί νῦν. Θεοτοκίον.
μνος ἱερός, ὑπό πατρός ὑπέρ παιδός πίστῃ προσφέρεται, Ἄννῃ τῇ θεόφρονι· θερμαῖς ταῖς δεήσεσι, τυχεῖν τῆς σκέπης αὐτῆς, αὐτοῦ καρδίας τό βλάστημα καί τῆς ζωῆς ἡ χαρά· Σύ γάρ προστάτης, μετά Παρθένον, Ἄννα τῆς δούλης Σου.
Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, Ἄννα θεοφόρε, τῆς Ῥωσίας ὁ στολισμός· χαίροις Ὀρθοδόξου πληρώματος προστάτης, πάντων τῶν Ὀρθοδόξων εὐχαῖς Σου πρόμαχος.
Χαῖροις ἡ Τβερίας γόνος λαμπρά, Μονῆς Θεοτόκου πολιοῦχος καί βοηθός πάντων Ὀρθοδόξων τῶν ἐπικαλουμένων, τήν Σήν θερμήν πρεσβείαν καί τήν ἀντίληψιν.
ννα γλυκητάτη Μήτηρ ἡμῶν, τούς Σοί προσφυγόντας σπεῦσον τοῦ σῶσαι τῶν πονηροῦ προσβολῶν ματαίων καί τείχισον εὐχαῖς Σου, πάντας τούς Ὀρθοδόξους, τούς ἀνυμνοῦντας Σε.
Τούς ἀθροιζομένους τῇ Σῇ Μονῇ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι, ὑπό τῆς χάριτός Σου, Ἄννα ἀοίδημε.
Τά πεπυρωμένα βέλη τά τοῦ ἐχθροῦ, ἔνεδρα παγίδας διασκέδασον ἐξ ἡμῶν, τῇ δυνάμει, Μῆτερ, τῇ ἐκ Θεοῦ δοθείσῃ, ὅπως αὐτῶν ῥυσθέντες Σέ μεγαλύνωμεν.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Κοσμικῆς βασιλείας τήν ματαιότητα, Οὐρανῶν Βασιλείας τήν ὡραιότητα, κατανοήσασα, σεμνή Ἄννα, ἀντήλλαξας πᾶσαν τιμήν πριγκιπικήν τῇ πτωχείᾳ τῶν μοναστῶν· διό ἐν ὕμνοις εὐήχοις, ὡς κεκτημένην παρρησίαν, οἱ πιστοί Σέ μακαρίζομεν.
Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται τοῦτο τεσσαράκοντα (40).
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν (ἤ Μονήν) καί πόλιν (ἤ νῆσον) ταύτην καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου. Ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν Ἀγαθόν καί Φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας Αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
τι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν, φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
πάκουσον ἡμῶν, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Ὁσίας καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε προσκυνήσωμεν πιστοί, ἱεράν εἰκόνα καί θήκην θείων Λειψάνων τε, Ἄννης τῆς θεόφρονος, Κασίν ἀμύντορος τῆς Ῥωσίας καί εἴπωμεν αὐτῇ μελωδοῦντες, χαίρε εὐωδέστατον δοχεῖον Πνεύματος· πρόμαχε τοῦ Χριστοῦ Ἐκκλησίας. ἡμῶν δέ προστασία ἐν ἀνάγκαις, πάντων Ὀρθοδόξων τε ἡ ἀντίληψις.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.



















































































   











Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου