Σάββατο, 19 Νοεμβρίου 2011

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣ. ΓΕΝΝΑΔΙΟΥ ΤΟΥ ΚΡΗΤΟΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΓΕΝΝΑΔΙΟΝ ΤΟΝ ΝΕΟΦΑΝΗ (+ 1983)
τόν ἐν Ἀκουμίοις τῆς Κρήτης ἀσκήσαντα
Ποίημα Ἀντωνίου Μάρκου (2010).
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής».

ΠΡΟΛΟΓΟΣ
Ὁ παρόν Παρακλητικός Κανών εἰς τόν Ὅσιον Πατέρα ἡμῶν ΓΕΝΝΑΔΙΟΝ, τῶν ἐν Ἀκουμίοις τῆς Κρήτης ἀσκηθέντα ἐρημιτικῶς καί εἰρηνικῶς τελειωθέντα ἐν ἔτει 1983, ἐποιήθη τῆ αἰτήσει τοῦ ἀγαπητοῦ συναδέλφου ἐν τῷ Πανεπιστημίῳ, Ἐλλογ. Καθηγητοῦ κ. Κων/νου Βέλτσου,  ὁ ὁποῖος ηὐλαβεῖται τά μέγιστα τήν μνήμην τοῦ μακαρίου Γέροντος.
Ὁ Παρακλητικός Κανών ἐποιήθη βάσει τοῦ Κανόνος τοῦ Ὄρθρου, τῆς πρός τιμήν τοῦ Ὁσίου Πατρός ἡμετέρας Ἀκολουθίας, ἡ ὁποία ἐποιήθη τό ἔτος 2010, τῇ αἰτήσει τοῦ Σεβ. Μητροπολίτου Γ.Ο.Χ. Μεσογαίας καί Λαυρεωτικῆς κ. Κηρύκου.

Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῆ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῶ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. ξολολογεῖσθε τῶ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τά παρόντα Τροπάρια.
χος δ’. Ὁ ὑψωθείς.
Τόν τῆς εὐάνδρου Κρήτης θεῖον προστάτην, δεῦτε φιλέορτοι τά νῦν συνελθόντες, πνευματικοῖς τοῖς ἄσμασιν ὑμνήσωμεν φαιδρῶς, Γεννάδιον πανθαύμαστον, Ἀκουμίων τό κάλλος, παρ’ αὐτοῦ αἰτούμενοι ὀφλημάτων τήν λύσιν, τῶν τιμῶντων τοῦτον εὐλαβῶς καί τήν θερμήν του αἰτουμένων ἀντίληψιν.
Δόξα… Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τόν τῆς Κρήτης προστάτην καί Ὀρθοδόξων τό καύχημα, μοναζόντων τό κλέος, ἀσκητῶν τό θησαύρισμα, Γεννάδιον τό θεῖον οἱ πιστοί τιμῶμεν κατά χρέος, τῶν αὐτοῦ χαρίτων οἱ πλουτοῦντες καί δωρεῶν κραυγάζοντες πρός Κύριον. Δόξᾳ τῶ Σέ δοξάσαντι αὐτόν, δόξᾳ Σέ τόν αὐτόν θαυμαστώσαντα, δόξᾳ Σοι τῶ δωρησαμένῳ ἡμῖν νέον πρέσβυν ἀκοίμητον.
Καί νῦν… Θεοτοκίον. Ἦχος δ’.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῶ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῶ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῶ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τῶ θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῆ φωνῆ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς τῶν μέν Τροπαρίων «ΑΝΤΩΝΙΟΣ ΓΕΝΝΑΔΙΩ ΥΜΝΟΝ ΑΔΕΙ», τῶν δέ Θεοτοκίων «ΘΕΟΤΟΚΟΣ».
δή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ρχήν νῦν ποιούμενος ἀνυμνεῖν, Γενναδίου ἀγῶνας, ἐνθέως τοῦτον παρακαλῶ, διάρρηξον πταισμάτων μου τόν ὄγκον, ταῖς πρός τόν Κτίστην, Πάτερ, πρεσβείαις σου.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νομίμως ἀσκήσας ἐπί τῆς γῆς, ἀξίως τήν χάριν ἔλαβες, Πάτερ, θαυματουργεῖν. Ταύτην οὖν χρώμενος νῦν παῦσον τόν τῆς ψυχῆς μου πολυκύμαντον τάραχον.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τρωθείς θείῳ ἔρωτι, τοῦ φθαρτοῦ ἐμάκρυνας κόσμου, Κουδουμᾶ γενόμενος πολιστής καί Ἄννης Θεομήτορος τήν κέλλαν, ἐν ἧ ἀσκητικῶς Βελίαρ ἤσχυνας.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτόκε Παρθένε, ὁ Ποιητής ἐν τῆ Σῆ κοιλίᾳ κατεκένωσεν Ἑαυτόν, ὁ πατρικούς κόλπους μή κενώσας, σῶσαι θελήσας ὡς Θεός τό ἀνθρώπινον.
δή γ’. Οὐρανίας ἀψίδος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
φθης ἅγιον στόμα, πηγάζων ρήματα ἅγια, δι’ ὧν τάς ψυχάς τῶν προσιόντων, Πάτερ, κατήρδευσας. Οὗτω γενόμενος σφραγίς κλεινή τοῦ εἰπόντος, «ἐκ τοῖς κοιλίας σου ρεύσονται ὕδατα».
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκην ἔσχες Βελίαρ κατατροπώσας τήν δύναμιν, ἐν τῆ ἐρημίᾳ Ἀκουμίων ἀγωνιζόμενος, διό καί ἔλαβες παρά Κυρίου τήν χάριν τοῦ θεραπεύειν νόσους, Γεννάδιε. Ὅθεν τῆ πρεσβείᾳ σου προστρέχομεν.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
κετεύομεν, Πάτερ, ἡμῶν τά πάθη καί τραύματα, σπεῦσον σαῖς ἁγίαις πρεσβείαις, ταχέως ἴασαι. Ἵνα εὐφημοῦμεν σε, ὡς μοναζόντων τό κλέος, Κρήτης ὧν τό καύχημα, θεῖε Γεννάδιε.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλάχνως, Παρθένε, ἡ τόν Κύριον τέξασα, σπεῦσον καί λύτρωσαι παντοίων ἡμᾶς κινδύνων καί θλίψεων. Σύν Σοί δέ φέρομεν, πρός Κύριον πρεσβείαν, Γεννάδιον τόν ἔνδοξον, Κρήτης τό καύχημα.
Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῶ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς τήν κάτωθι δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῶ Πατρί καί τῶ Υἱῶ καί τῶ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός. μήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Γενναδίου τῆ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτοῦ αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.
δή δ’. Εἰσακήκοα Κύριε.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ν ἐπόθησας, Ὅσιε, σάρκα δι’ Ὅν ἔτηξας νῦν τεθέασαι Παραδείσῳ αὐλιζόμενος, διό σέ καί ἀπαύστως μακαρίζομεν.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σάρκαν, Πάτερ, δουλώσας ἐν τοῖς ἐρήμοις ἤσκησας, ὅπου ἀγωνιζόμενος, τοῦ λαοῦ ἐδείχθης ποιμήν τε καί διδάσκαλος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Γεννάδιος ἐδείχθη ἀστήρ καί στύλος ἀκλόνητος, ὅθεν τοῖς πᾶσι προσφέρει αὐτοῦ τό ἅγιον καί θεοφιλές παράδειγμα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτόκε Μαρία, Ἐκκλησίας ἡ σκέπη καί ἔφορος, σπεῦσον τά Σά τέκνα ἐπισκέψαι τά ὑπό κακοδόξων κακουχούμενα.
δή ε’. Φώτισον ἡμᾶς.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὗρες τήν χαράν, ὡς τάς πλεκτάνας τοῦ Βελίαρ συντρίψας, διό Γεννάδιε Πάτερ, ἀεί σκέπεις καί ἰᾶσαι τούς τῶ σῶ τάφῳ ἐν πίστει προστρέχοντας.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκην καί ἡμεῖς τύχοιμεν, Γεννάδιε, θερμῶς δεήθητι Κυρίου τοῦ Παντάνακτος Θεοῦ, ἧν αὐτός ὡς βραβεῖον τῶν σῶν ἀγώνων ἔλαβες.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέος ἀριστεύς τοῦ Βελίαρ τροπωσάμενος τάς πλεκτάνας, ὦ Γεννάδιε, δεχθείς, ἐν οὐρανίοις θαλάμοις νῦν ἀγάλλασαι.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τιμῶντες Σε, Ἁγνή, Ὀρθοδόξων τά συστήματα καί ὑμνοῦντες οὐ παυόμεθα, ταῖς Σαῖς πρεσβείαις θαρροῦντες, Παντάνασσα.
δή στ’. Τήν δέησιν ἐκχεῶ.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
νήρ ἐπιθυμιῶν, νέος ὑπῆλθες τῷ σώματι, τῷ ζυγῷ τῶ χριστῷ τοῦ Κυρίου, ἀπορραγεῖς τῶν τοῦ κόσμου ματαίων καί τοῖς δρυμοῖς φυγαδεύων ἐμάκρυνας· καί μόνος μόνῳ τῷ Θεῷ νοερῶς ἦσθα συνών καί ἡδόμενος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Δεόμεθά σου οἱ ἐν κινδύνοις καί θλίψεσι, τῶν δεινῶν ἡμᾶς ἐκλύτρωσον πάντας, σέ λυτρωτήν γάρ ἐπιγραφόμενοι, ὅτι παρά Θεοῦ ἠλεήθης, Γεννάδιε· καί σπεύδεις, Πάτερ, ἐν ταχεῖ τοῦ θεραπεύσαι ἡμῶν τά νοσήματα.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
κέτευε ἐκτενῶς, Γεννάδιε, τόν Θεόν ὑπέρ σῆς γλυκυτάτης, ἁγιοτόκου, Θεοφόρε, πατρίδος Κρήτης, ἦν σκέπε ἀεί περιφρούρησον καί λύτρωσαι ἐκ παντοίων πειρασμῶν τούς ἐν αὐτῇ τῆ Πίστει ἐμμένοντας.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
λον με, νυσταγμῷ ραθυμίας βεβαρημένον, θερμῆ Σου ἱκεσίᾳ ἔγειρον καί μή δώης ὑπνῶσαι Σόν δοῦλον, Μήτερ Ἁγία, εἰς θάνατον· προστάτην γάρ καί ὁδηγόν ἐμῆς ζωῆς Σέ ἐπιγράφομαι.
Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:
Κοντάκιον. Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις τοῦ Ὁσίου καί δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς. Ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν ἀγαθότητα. Δέχου τήν μεσιτείαν τῆς ἀχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.
Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός: Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός: Καί τῷ πνεύματί σου.
Ὁ Ἱερεύς: κ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ. Οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶος εἰμί καί ταπεινός τῆ καρδίᾳ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.
Ὁ χορός: Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα…
Γενναδίου ταῖς λιταῖς, πρεσβείαις τε, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. λεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
χος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Γεννάδιον, τόν ἐρημίας πολίτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως. Τῷ Θεῷ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν. Χαῖρε βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως στρατιῶτα τίμιε.
Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν κόσμον Σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καί κατάπεμψον ὑμῖν τά ἐλέη Σου τά πλούσια.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
κεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου. Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου Ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν.
Τοῦ Ὁσίου Πατρός ἡμῶν Γενναδίου τοῦ Κρητός.
(Τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω).
Τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων τῆς ἡμέρας).
Καί Πάντων Σου τῶν Ἁγίων.
κετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον (12).
Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:
λέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος:
δή ζ’. Παῖδες Ἑβραίων.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ραία πρός Θεόν ἡ σή καλή ἐφάνη βιοτή, Γεννάδιε τῆς Κρήτης γόνε λαμπρέ καί καύχημα καί κλέος, διό Ὀρθοδόξων σύστημα τιμᾶ σε καί γεραίρει.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μῶν τῶν νόσων καί κινδύνων ἰατρός ἐδόθης, Γεννάδιε τῆς Κρήτης, διό τῶν ψυχῶν ἡμῶν τά πάθη θεραπεύεις καί τῶν σωμάτων, Ἅγιε, διό σέ καί τιμῶμεν.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μέγιστα Γεννάδιε ἐργάζῃ καί μετά θάνατον, Μάκαρ, διά τῶν σῶν Λειψάνων, θαυμάτων γάρ πηγή δεικνύμενος, ἀσθενούντων ἰατρός ὁ τάχιστος, ὁ ἄμισθός τε μένων.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρία Θεοτόκε Παρθένε, μή παύσῃ ἐπαίρουσα Σας χείρας, πρός τόν Σόν Υἱόν, Θεόν καί Βασιλέα, τῆ κραταιᾶ Σου, ἐξελοῦ Σοῦς οἰκέτας.
δή η’. Τόν Βασιλέα.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός καί τάφος τοῦ θείου Γενναδίου, ἰατρεῖον πρόκεινται τοῖς πᾶσι καί εὐσεβούντων δέχεται τάς δεήσεις.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
σοι ἐν πίστει εἰλικρινεῖ προσιοῦσι, τῆ θήκῃ τῶν σεπτῶν σου Λειψάνων, ψυχῶν τε καί σωμάτων λαμβάνουσι τήν ρώσιν.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέων Ἁγίων τῷ χορῷ, Πάτερ, κατετάγης ἀγῶσι ἱεροῖς καί βίῳ τῷ μονήρει, διό ἠμῶν προστάτης καί βοηθός νῦν πέλεις.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
μμάτων σκότος, ψυχῆς ἀορασίαν, φωταγώγησον Σύ, φωτός ἀκτίστου Μήτηρ, τῶν δεομένων τυχεῖν τοῦ Σοῦ ἐλέους.
δή θ’. Κυρίως Θεοτόκον.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
πάσης τῆς Ἑλλάδος καί Κρήτης, Πάτερ, πέλεις θερμῶς προστάτης καί μεσίτης πρός Κύριον, διό καί σοῦ δεόμεθα θερμῶς, μή παύης Τοῦτῳ εὐχαῖς κατακάμπτοντα.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Δεκάδες τά σά τέκνα, ἐν Κρήτῃ, τό σόν δρόμον, Πάτερ, σόν δρόμον ἐβάδισαν διό καί ἔλαβον μισθούς ἀγώνων καί στέφη οὐράνια.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὐχαῖς σου τάς σειράς μου τῶν πταισμάτων λῦσον καί τό χειρόγραφόν, Πάτερ, διάρρηξον τῆς ἁμαρτίας, τοῦ τήν σήν ἁγίαν μνήμην κηρύττοντος.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
δε μου τήν πτωχείαν τοῦ ταῦτα στιχουργοῦντος καί σαῖς πρεσβείαις πρός Κύριον, Ὅσιε, πλούτισον τήν ἐμήν ψυχήν, δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆραν ἡ τεκούσα, Παρθένε Θεοτόκε, σύν Γενναδίῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήση πᾶσιν ὡς Θεός, ἁμαρτημάτων λύσιν καί ἄφεσιν.
Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις παρθενίας ὁ ἐραστής, θείου Παρθενίου ἀδιάκριτος μιμητής, τοῦ τε Εὐμενίου τοῦ νέου, ὅθεν πάντων τῶν Ὀρθοδόξων πέλεις πρέσβυς ἀκοίμητος.
Κρήτης τῆς εὐάνδρου γόνος λαμπρός, ἐν ἐσχάτοις χρόνοις ἀνεδείχθης, διό πατήρ Γεννάδιε μάκαρ, ὑπέρ ἡμῶν μή παύης, πρεσβεύειν τῶ Κυρίῳ, ὑπέρ ἀφέσεως.
Ξένης τῷ τεμένει τῷ ἱερῷ, ἐν ὅ Σέ τιμῶμεν σκέπε καί φρούρει, Πάτερ, ἀεί, Γεννάδιε μάκαρ, τῆς Κρήτης ὁ προστάτης, ἁπάσης τῆς Ἑλλάδος ὁ θεῖος πρόμαχος.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
χος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Τό Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τόν τῆς Κρήτης προστάτην καί Ὀρθοδόξων τό καύχημα, μοναζόντων τό κλέος, ἀσκητῶν τό θησαύρισμα, Γεννάδιον τό θεῖον οἱ πιστοί τιμῶμεν κατά χρέος, τῶν αὐτοῦ χαρίτων οἱ πλουτοῦντες καί δωρεῶν κραυγάζοντες πρός Κύριον. Δόξᾳ τῶ Σέ δοξάσαντι αὐτόν, δόξᾳ Σέ τόν αὐτόν θαυμαστώσαντα, δόξᾳ Σοι τῶ δωρησαμένῳ ἡμῖν νέον πρέσβυν ἀκοίμητον.
Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται τοῦτο τεσσαράκοντα (40).
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν (ἤ Μονήν) καί πόλιν (ἤ νῆσον) ταύτην καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου. Ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν Ἀγαθόν καί Φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας Αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
τι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν, φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
πάκουσον ἡμῶν, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῶ Πατρί καί τῶν Υἱῶ καί τῶ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τοῦ Ὁσίου καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:
χος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τόν Γεννάδιον τά νῦν, τῶν ἐκ τῆς Κρήτης Πατέρων, πάντες τιμήσωμεν, ὁμοῦ Παρθενίῳ τε, σύν Εὐμενίῳ ὁμοῦ καί προσπίπτοντες εἴπωμεν αὐτοῖς μελωδοῦντες, χαίρετε τρισόλβιοι Πατέρες Ἅγιοι, Κρήτης οἱ νεοφανεῖς φωστῆρες καί ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου