Τρίτη, 15 Νοεμβρίου 2011

ΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΑΝΤΩΝΙΟΥ ΕΝ ΤΟΥ ΣΙΓΙΑ


ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ
ΤΟΥ ΕΝ ΣΙΓΙΑ ΤΗΣ ΡΩΣΙΑΣ (+ 1556)


Ψαλλομένη τῆ 7η Δεκεμβρίου

Ποίημα Ἀντωνίου Μάρκου (1985)
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής»

Πρόλογος
Ἡ Ἀκολουθία πρός τιμήν τοῦ Ὁσίου Πατρός ἡμῶν ΑΝΤΩΝΙΟΥ, τοῦ ἐν Σίγιᾳ τῆς Ρωσίας ἀσκήσαντος καί εἰρηνικῶς τελειωθέντος ἐν ἔτει 1556, ἐποιήθη τό ἔτος 1985 (διά τοῦτο καί ἡ ἀποκατάστασις τῆς Ρωσίας, ἐπισυμβάσα τό 1989, φαίνεται ὡς γεγονός μελλοντικόν), κατόπιν αἰτήματος τοῦ Καθηγητοῦ τῆς Θεολογικῆς Σχολῆς τοῦ Ἀριστοτελείου Πανεπιστημίου Θεσσαλονίκης, ἤδη ἀειμνήστου ΔΗΜΗΤΡΙΟΥ ΤΣΑΜΗ, ὡς ἔκφρασις τιμῆς πρός τόν μέγαν αὐτόν Μοναστικόν Πατέρα τῆς Θηβαΐδος τοῦ Βορρᾶ.
Τό αὐτό ἔτος 1985 ἐποιήθη καί ὁ Παρακλητικός Κανών εἰς τόν ὅσ. Ἀντώνιον τοῦ Σίγια, κατόπιν προτάσεως τοῦ Ἀρχιεπισκόπου Σάν Φρανσκίσκο κυροῦ Ἀντωνίου (τῆς Ρωσικῆς Ἐκκλησίας τῆς Διασπορᾶς).
Τό ἴδιο ἔτος (1985), εἶχε ὁλοκληρωθεῖ, εἰς τά πλαίσια τῶν ἐρευνητικῶν ἐργασιῶν τοῦ ἡμετέρου Κέντρου Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής», ἡ σύνταξις τοῦ Ἑλληνικοῦ Βίου τοῦ ὁσ. Ἀντωνίου, βάσει Ρωσικῆς καί Ἀγγλικῆς βιβλιογραφίας (τό κείμενο παραμένει εἰσέτι ἀνέκδοτον).
Ὁ μακαριστός Καθηγητής Δημ. Τσάμης, εἶχε ζητήσει τήν συνεργασίαν τοῦ ἡμετέρου Κέντρου καί διά τόν Βίον τῆς ὁσ. Ξένης τῆς διά Χριστόν Σαλῆς, διά νά τόν συμπεριλάβη εἰς τό «ΜΗΤΕΡΙΚΟΝ».
   
Σύντομος Βίος τοῦ Ὁσίου Πατρός ἡμῶν ΑΝΤΩΝΙΟΥ τοῦ Σίγια
Ὁ ὅσ. Ἀντώνιος (γνωστός μέ τήν προσωνυμίαν «τοῦ Σίγια», ἀπό τόν ποταμόν Σίγια τῆς βορείου Ρωσίας, ὅπου ἀσκήθηκε), γεννήθηκε τό ἔτος 1447 εἰς τήν περιοχήν τοῦ Ἀρχαγγέλου, εἰς τό μικρόν χωρίον Κέχτ, ἀπό γονεῖς εὐσεβεῖς χωρικούς (τόν Νικηφόρον καί τήν Ἀγάθην) καί κατά τό Ἅγιον Βάπτισμα ὀνομάσθηκε Ἀνδρέας.
Ὁ Ἀνδρέας μεγάλωσε κοντά εἰς τούς εὐσεβεῖς γονεῖς του καί ἔλαβε τήν μόρφωσιν τήν ὁποίαν ἡ ἐποχή του μποροῦσε νά προσφέρη εἰς ἕναν πτωχόν νέον, ἔμαθε ὅμως καί τήν τέχνην τῆς Ἁγιογραφίας. Εἰς τήν ἡλικίαν τῶν 25 ἐτῶν οἱ γονεῖς τοῦ νέου ἀναπαύθηκαν καί τότε ὑποχρεώθηκε νά ἐγκατασταθῆ εἰς τό Νόβγκοροντ, ὅπου τέθηκε εἰς τήν ὑπηρεσία ἑνός ἄρχοντος, ὁ ὁποῖος ἀργότερα τόν ἐνύμφευσε μέ τήν θυγατέρα του. Ὅμως τό θέλημα τοῦ Θεοῦ ἦταν διαφορετικό. Ἕνας ἔτος μετά τόν γάμο ἡ νεραή σύζυγος ἐπεβίωσε καί ἔτσι ὁ Ἀνδρέας ἐπέστρεψε εἰς τό Κέχτ, διαμοίρασε τήν πατρική του περιουσία εἰς τούς πτωχούς καί ἀσπάσθηκε τόν μοναχικό βίο.
Ἀρχικά ὑπετάγη εἰς τόν ὅσ. Παχώμιο (+ 1515), εἰς τήν Μονήν τῆς Θείας Μεταμορφώσεως, τήν ὁποία εἶχε ἱδρύσει εἰς τόν ποταμόν Κένα. Μάλιστα εἰς τήν ἀπόφασιν αὐτήν τόν ὁδήγησε ἡ κατ’ ὄναρ ἐμφάνισις τοῦ Καθηγητοῦ τῆς Ἐρήμου ὁσ. Ἀντωνίου τοῦ Μεγάλου.
Εἰς τό κοινόβιον τοῦ Σωτῆρος ὁ ἀγωνιστής τοῦ Θεοῦ ἐπεδόθη εἰς μεγάλας ἀσκήσεις καί τό ἔτος 1508 ἀξιώθηκε τοῦ Μεγάλου καί Ἀγγελικοῦ Σχήματος καί τοῦ μοναχικοῦ ὀνόματος τοῦ Μεγάλου Ἀντωνίου, ἀργότερα δέ κρίθηκε ἄξιος καί τοῦ χαρίσματος τῆς Ἱερωσύνης. Συντόμως ὅμως ὁ Ἅγιος τοῦ Θεοῦ, φλεγόμενος ὑπό τοῦ πόθου τῆς ἐρημητικῆς ζωῆς καί τῆς ἐν ἡσυχίᾳ διαβιώσεως, ἐζήτησε καί ἔλαβε τήν εὐλογίαν τοῦ Γέροντός του Ὁσίου Παχωμίου καί ἀνεχώρησεν ἐκ τῆς Μονῆς, ἀκολουθούμενος ἀπό τούς συμμοναστάς του Ἀλέξανδρον καί Ἰωακείμ, οἱ ὁποῖοι εἶχον καί αὐτοί ὑψηλάς πνευματικάς ἀναζητήσεις.
Πρῶτος σταθμός τῶν τριῶν ἐρημιτῶν ὑπῆρξεν ὁ ποταμός Ἔμσα. Ἐκεῖ οἱ πατέρες ὕψωσαν ἕνα ξύλινο παρεκκλήσιο πρός τιμήν τοῦ ἁγ. Νικολάου καί ἔζησαν ἐπί ἑπτά ἔτη, ἀγωνιζόμενοι εἰς καλύβας ἀπό κορμούς δένδρων. Ἀργότερα ἡ συνοδεία ἔφθασε τούς ἑπτά μοναχούς, ἀλλά οἱ χωρικοί τῆς περιοχῆς δέν ἤθελαν μοναχούς εἰς τήν περιφέρειάν των καί ἔτσι ἡ συνοδεία ἀνεχώρησε διά τό ἄγνωστον.
Ὁ Ὅσιος Ἀντώνιος καί οἱ λοιποί πατέρες, ὁδηγούμενοι ἀπό ἕναν κυνηγόν, ἔφθασαν εἰς τόν ποταμόν Σίγια, εἰς τήν λίμνην Μιχαήλωφ. «Ἡ τοποθεσία αὐτή – γράφει ὁ Ρωσικός Βίος τοῦ Ἁγίου - ἦτο πλέον ἀπομεμακρυσμένη καί ἐρημική, ἀπ’ αὐτήν εἰς τήν ὁποίαν εἶχον ἐγκατασταθεῖ προηγουμένως. Γύρω της ὑπῆρχον ἀδιάβατες χαράδρες καί πυκνά δάση, βάλτοι καί λόχμες, βρυώδεις τοποθεσίες καί ἀσταθή ἔλη, ὅπου κατοικοῦσαν ἄγρια θηρία, ἀρκοῦδες καί λύκοι, μαζί μέ ἐλάφια, λαγούς καί ἀλεποῦδες, σέ τόσο μεγάλο πλῆθος πού ἐσχημάτιζαν ἀγέλες. Πολλές καί βαθιές λίμνες ὑπῆρχαν διάσπαρτες τριγύρω καί ὁλόκληρη ἡ τοποθεσία περιβάλλοταν γύρω – γύρω, σάν μέ προστατευτικό τεῖχος, ἀπό νερά».
Εἰς αὐτόν τόν ὄμορφον καί ἡσυχαστικόν τόπον, ἀναπαύθηκε ὁ Ὅσιος μέ τήν συνοδείαν του καί τό ἔτος 1520 ἵδρυσαν μονήν πρός τιμήν τῆς Ἁγίας Τριάδος, ἐνῶ ὁ Ὅσιος ἦτο εἰς τήν ἡλικίαν τῶν 42 ἐτῶν. Ἡ μονή ἱδρύθηκε ἐπισήμως τό ἔτος 1544, ὑπό τοῦ Μεγάλου Ἡγεμόνος τῆς Μόσχας Βασιλείου Γ’ Ἰβάνοβιτς (πατρός τοῦ Τσάρου Ἰβάν Δ’ τοῦ Τρομεροῦ). Τότε ἀνηγέρθη ὁ ναός τῆς Ἁγίας Τριάδος, εἰς τόν ὁποῖον ὁ Ὅσιος ἁγιογράφησε τήν ἐφέστια εἰκόνα), καθώς καί οἱ ναοί τοῦ Εὐαγγελισμοῦ καί τοῦ ἁγ. Σεργίου τοῦ Ραντονέζ καί τό Παρεκκλήσιον τοῦ ἁγ. Ἀποστόλου Ἀνδρέου. Ἡ νέα μονή ὀργανώθηκε αὐστηρῶς ἐπί κοινοβιακῆς βάσεως καί ἐπί τῶν ἀρχῶν τοῦ μοναχικοῦ ρεύματος τῶν Ἀκτημόνων. Οἱ μοναχοί ζοῦσαν ἀπό τήν ἐργασίαν των (κυρίως τήν κοπήν δένδρων καί τήν καλλιέργειαν τῆς γῆς). Πολλάς φοράς μοναδική των τροφή ἦσαν οἱ καρποί τοῦ δάσους, ὁπότε τούς ἐπεσκέπτετο θαυματουργικῶς ἡ βοήθεια τοῦ Θεοῦ.
Ὅταν οἱ ὑπό τήν πνευματικήν καθοδήγησιν τοῦ Ὁσίου μοναχοί ἔφθασαν τούς 70, ἐκεῖνος ἐμακρύνθη εἰς τήν ἔρημον, ἀκολουθούμενος ὑπό ἑνός διακονητοῦ. Νέος τόπος ἀσκήσεώς του ἦτο μία ἐρημική τῆς νησίδα τῆς λίμνης Ντούντνιτσα, ἀνάμεσα σέ παρθένα δάση. Ἐκεῖ οἱ δύο ἀναχωρῆτες ἔζησαν καλλιεργῶντας σιτάρι. Τόν χειμῶνα ἡ καλύβη των ἦταν θαμένη ἀπό τά χιόνια καί τό θέρος τούς κατέτρωγαν τά ἔντομα. Ἀργότερα ὁ Ὅσιος μετακινήθηκε εἰς πλέον μακρυνήν τοποθεσίαν, εἰς τήν λίμνην Ποντούν, ὅπου συνέχισε τήν ἄσκησή του.
Ὁ Ὅσιος ἐγκατέλειψε τήν ἐρημία του, μόνο κάτω ἀπό τήν πίεσιν τῶν ἀδελφῶν. Ἐπιστρέφοντας εἰς τήν μονήν καί ἠλεημένος μέ τά χαρίσματα τῶν ἰάσεων καί τῆς προοράσεως, ηὔξησε τήν πνευματικήν του ἐργασίαν καί εὐεργετοῦσε διά τῶν ἁγίων του εὐχῶν τούς ἀδελφούς καί τούς προσερχομένους εἰς αὐτόν.
Ἐκοιμήθη εἰρηνικῶς τήν 7ην Δεκεμβρίου 1556, εἰς ἡλικίαν 79 ἐτῶν. Προηγουμένως εἶχεν ζητήσει ἀπό τούς ἀδελφούς νά πετάξουν τό σῶμα του εἰς τούς βάλτους, κάτι τό ὁποῖον βεβαίως δέν τό ἔκαναν, ἀλλά τό ἐνταφίασαν εἰς τά δεξιά τοῦ Ἱεροῦ Βήματος τοῦ Ναοῦ τῆς Ἁγίας Τριάδος. Συντόμως ὁ τάφος ἀνεδείχθη πηγή ἰαμάτων, τῶν προσερχομένων μετά πίστεως καί αἰτουμένων τῶν πρεσβειῶν του. Τό ἔτος 1579 (23 ἔτη μετά τήν μακαρία του κοίμηση), ὁ Ἡγούμενος τῆς Μονῆς ἀρχιμ. Πιτιρίμ καί οἱ ἀδελφοί, ὑπέβαλαν αἴτηση πρός τόν Τσάρο Ἰβάν Δ’ τόν Τρομερό, διά τήν διακήρυξιν τῆς ἁγιότητός του. Τό ἴδιο ἔτος ὁ Τσάρος καί ἡ Ἐκκλησιαστική Ἀρχή τῆς Ρωσικῆς Ἐκκλησίας, ἐπί ἀρχιερατείας τοῦ Μητροπολίτου Μόσχας Ἀντώνιος (1572 – 1581), διεκήρυξαν τήν διαπιστωμένην καί μαρτυρουμένην ἁγιότητα τοῦ Ἱεροῦ Πατρός, μέ ἡμέραν μνήμης τήν 7ην Δεκεμβρίου.
Ὁ ὅσ. Ἀντώνιος τοῦ Σίγια θεωρεῖται προστάτης τῶν Ἁγιογράφων. 
Τά  χαριτόβρυτα  Λείψανα  τοῦ  ὁσ. Ἀντωνίου  φυλάσσονται  εἰς  τήν  Μονήν  τοῦ  Σίγια, ἡ  ὁποία  μετά  τήν  πτὠσιν  τοῦ  κομμουνιστικοῦ  καθεστώτος  ἐπεστράφη  εἰς  τήν  Ρωσικήν  Ἐκκλησίαν(πληροφορία  π. Ἀνδρέου Σίντνιεβ).
Ἅγιε τοῦ Θεοῦ Ἀντώνιε, πρέσβευε ὑπέρ ἡμῶν.


ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΕΝ ΣΙΓΙΑ ΤΗΣ ΡΩΣΙΑΣ

ΕΙΣ  ΤΟΝ  ΕΣΠΕΡΙΝΟΝ

Μετά τόν Προοιμιακόν, εἰς τό «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.
τε ἐκ νεότητος Θεῷ, Ὅσιε, ζεούσῃ καρδίᾳ κατηκολούθησας, τότε κόσμου ἔλειπες τήν ματαιότητα καί δρομέως ἐχώρησας πρός θείους ἀγώνας, Θηβαΐδαν νέαν τε βορείαν ὤκησας· ἔνθα τήν καρδίαν καθάρας, γέγονας δοχεῖον χαρίτων, δωρεῶν τε, Ἀντώνιε, τοῦ Πνεύματος.
Σίγια ἀγριώτατοι δρυμοί, γεγόνασι πτωχή κατοικία, ἔνθα ἠξίωσαι, πᾶσαν τοῦ ἀλλάστορος βαλεῖν τήν δύναμιν· καί δοχεῖον τοῦ Πνεύματος ἐγένου καί πάντων ἱερόν παράδειγμα ἐδείχθης, Ἅγιε· ὅθεν μοναζόντων τά πλήθη χαίροντα κραυγάζουσιν, Πάτερ, πρόφθασον πρεσβείαις Σου, Ἀντώνιε.

νθεος ἐδείχθης μιμητής, τοῦ Σοῦ ἐξαιρέτου προτύπου, τοῦ Αἰγυπτίου τε, οὗ τό θεῖον ὄνομα φέρεις, Ἀντώνιε· καί τήν χάριν ἐκέκτησο καί τούτου τήν θέαν ἀπολαύεις σήμερον, προσώπῳ πρόσωπον ἀτενίζων, μακάριε, ἐν τῷ Παραδείσῳ· οὗ τυχεῖν ποθοῦμεν εὐχαῖς Σου, πρός τόν Λυτρωτήν ἡμῶν καί Κύριον.

Θείου Παχωμίου μαθητής, τοῦ ἐν Κένᾳ, Πάτερ, ἐγένου, ἐν τοῦ Σωτῆρος Μονῇ, ἐν ἧ τόν τῶν μοναστῶν διῆλθες δίαυλον· εἶτα πάντων ἐχώρησας, αὐτοῦ εὐλογίᾳ, σύν τῷ Ἀλεξάνδρῳ τε, θειωτάτῳ Ἰωακείμ· μεθ’ ὧν τόν δρυμόν κατοικήσας, γέγονας ἐρήμου πολίτης, τῆς βορείας, Ὅσιε Ἀντώνιε.

Κόσμου τήν ἀπάτην ἐκφυγών, τούτου ἐμακρύνθης πολίζων βορείαν ἔρημον, τήν τοῦ Σίγια, Ὅσιε Πάτερ Ἀντώνιε· πόθῳ δέ θείῳ φλεγόμενος τυχεῖν Παραδείσου, παγετῶνι τέθαψαι, μηδέν βλαπτόμενος· ὅθεν καί νομίμως ἀσκήσας, τοῦ Σοῦ συνωνύμου Αἰγυπτίου, μιμητής ἐδείχθης τελειώτατος.

τε τοῦ ἀρχαίου πτερνιστοῦ ἔτεμες, θηρός διαβόλου, τό κέντρον, Ὅσιε, τότε τέκνων γέγονας πατήρ, μακάριε· ὧν τό πλῆθος κηρύττει Σου τόν ἔνθεον βίον, τήν τε ὁσιότητα, ψυχῆς τό ἅγιον· ὅθεν οὗν ἡμεῖς Σέ τιμῶντες, Σοῦ τήν ἱεράν καί ἁγίαν μνήμην ἑορτάζομεν, Ἀντώνιε.

Δόξα. Ἦχος α’.

σκήσεως πόνοις ἐκγυμνασάμενος, ποιμενάρχης ὅσιος ἐγένου καί ποιμήν ἀληθής, τοῦ Σοῦ μοναστικοῦ τάγματος, Ὅσιε· ἐπιπνοίᾳ δέ Πνεύματος, Ἀντώνιε μακάριε, Θηβαΐδος τῆς νέας πολιστής ἐγένου, ἐν Σίγια δέ λαμπράν τήν Σήν Μονήν ὠκοδόμησας. Πρός Δεσπότην τόν Σωτῆρα οὗν μή παύεις δεόμεθα τοῦ πρεσβεύειν, Ἀντώνιε, ἵνα ῥύσηται ἡμᾶς τῆς περιστάσεως.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν Σοί θεωροῦσα ἡ κτίσις ἀγάλλεται. Συνέλαβες γάρ ἀσπόρως καί ἔτεκες ἀφράστως, Ὅν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται. Αὐτόν ἱκέτευε ὑπέρ τῶν ψυχῶν ἡμῶν.


Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ’, 9 – 14).
Τάδε λέγει Κύριος. Πάντα τά ἔθνη συνήχθησαν ἅμα καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός καί ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καί οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγώ εἰμί καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσίν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει τῶν ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῶ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καί κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου. Ὅτι τῆ δεξιᾶ αὐτοῦ σκεπάσει αὐτούς καί τῶ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καί περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῶ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλήσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καί ὡς λαίλαψ ἐκλιμήσει αὐτούς καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν Βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθαι οἱ κρατοῦντες πλήθους καί οἱ γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καί ἡ δυναστεία παρά Ὑψίστου.

Εἰς τήν Λιτήν Στιχηρά Ἰδιόμελα.

Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ Ῥωσία σύμπασα, ὡς μήτηρ καλλίγονος, ἐπί τοῖς σοῖς τέκνοις εὐφραινομένη· ἐκ σοῦ γάρ ἐβλάστησεν ὁ εἰς ἔπαινον σήμερον προκείμενος, Ἀντώνιος ὁ τοῦ Σίγια Ἡγούμενος. Οὗτος γάρ τήν σήν Θηβαΐδα ἐπόλισεν, μοναστῶν ὑπογραμμός δειχθείς, τοῖς ἔργοις τῆς ἀσκήσεως· ἡ πίστις δ’ αὐτοῦ στηρίζει τό σόν μοναστικόν οἰκοδόμημα. Αὐτοῦ τήν μνήμην οὗν πιστῶς ἑορτάζοντες, χεῖρας κροτοῦμεν βοῶντες, πρός Χριστόν τόν Κύριον· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσας Χριστέ, ὧν τάς ἱκεσίας δέχου, Πολυέλεε.

Ἦχος β’.
ν τοῖς Ἁγίοις αὐτῆς ἐκαυχᾶτο ποτέ ἡ μακαρία Αἴγυπτος, ἡ Ἀντώνιον γεννήσασα καί Παχώμιον ἀναδείξασα. Νῦν δέ καυχᾶται Ῥωσία ἡ Ἁγία, ἐπί τοῖς ὁσίοις αὐτῆς τέκνοις, Ἀντώνιον τόν τοῦ Σίγια ἡγούμενον, ὅς Παχωμίου τοῦ ἐν Κένᾳ ἔτυχεν μαθητής, Ἰωακείμ τε καί Ἀλέξανδρον τούς αὐτοῦ συνασκητάς, τούς τῆς τοῦ Σίγια Μονῆς κτίτορας. Αὐτοῖς οὗν βοήσωμεν οἱ πιστοί· τόν Κύριον Πατέρες ἱκετεύσατε, ἵνα ἄρῃ τῶν τυράννων τόν ζυγόν καί τῆς πατρίδος ὑμῶν δεχθῆ τήν μετάνοιαν, πρεσβείαις καί λιταῖς ὑμῶν, Ἅγιοι.

Ἦχος γ’.
ντώνιος μέν ὁ τῆς Ἐσφιγμένου, πρῶτος τῶν μοναστῶν ἐν Κιέβῳ ἐφάνη· Ἀντώνιος δέ τοῦ Σίγια αὐτῷ ἀκολουθῶν, Θηβαΐδος ἐδείχθη τῆς νέας πολιστής. Τήν ψυχήν γάρ τρωθείς θείῳ ἔρωτι, ἐφάνη βιαστής τοῦ λαβεῖν Παράδεισον· διό μόνος μόνῳ τῷ Θεῷ ἐνατενίζων, δρυμοῦ θηριοτρόφου οἰκιστής ἐγένετο. Ὅτε δέ μονῆς ἀνεδείχθη δομήτωρ καί πάλιν τῆς ἐρήμου ἐραστής παρέμεινεν. Ὡς τοῦ Μεγάλου Ἀντωνίου ὅθεν ὁμότροπον, οὐ μόνον συνώνυμον, τιμήσωμεν αὐτόν πιστοί, αἰτούμενοι τήν αὐτοῦ πρεσβείαν, εἰς τό τυχεῖν ἀφέσεως.

Ἦχος δ’.

πέπρωτο μέν, σοφέ, κρίμμασιν οἷς Κύριος οἷδεν, πυρί ἐμπρησθῆναι καί εἰς γῆν βληθῆναι τά Σά πολίσματα, ὅτε ἀθεϊστῶν τυραννίδι ἡ Σή πατρίς ὑπετάγη καί ὑπ’ αὐτῶν σπαραχθεῖσα τήν δόξαν ἀπώλεσεν. Ἀπέμεινε δ’ αὗτη, Σύ ἡ ὅντως τιμή καί ἔμψυχος δόξα, ἡ εἰς τούς αἰώνας μένουσα. Τῆς πατρίδος οὗν τῆς Σῆς σπεῦσον ἵνα ἄρῃς τήν ποινήν, Σαῖς θερμαῖς ἱκεσίαις πρός τόν Δικαιοκρίτην Κύριον.

Δόξα. Ἦχος πλ. α’.
σκητικῆς ἐραστής γενόμενος πολιτείας, ἀσκητικούς ἀγώνας ἐπεδείξω, ἐν Σίγιᾳ ἀγωνισάμενος, Ὅσιε· δι’ ὧν τά πάθη ἐνέκρωσας καί τοῦ ἐχθροῦ κατέβαλες τάς φάλαγγας. Ὅθεν, Ἀντώνιε σοφέ, σύν τῷ Ρωμαίῳ, τῷ τοῦ Κιέβου καί τῆς Νοβογράδας, τοῖς ἐν Ἁγίοις συνωνύμοις Σου, τόν Κύριον ἱκετεύσατε, τοῦ λαβεῖν ἡμᾶς εὐχαῖς ὑμῶν καί ἱκεσίαις, παρ’ Αὐτοῦ τό μέγα ἔλεος.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μετά Ἀγγέλων τά οὐράνια, μετά ἀνθρώπων τά ἐπίγεια, ἐν φωνῆ ἀγαλλιάσεως, Θεοτόκε, βοῶμεν Σοι. Χαῖρε πύλη τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία. Χαῖρε, σεμνή Κεχαριτωμένη, ἡ τεκοῦσα Θεόν σεσαρκωμένον.

Εἰς τό Στίχον. Στιχηρά Προσόμοια.

Ἦχος β’. Οἶκος τοῦ Εὐφραθᾶ.
λος πυρποληθείς, Χριστοῦ ἔρωτι θείῳ, Ἀντώνιε, δοξάζεις θαύμασι καί σημείοις, Αὐτοῦ τό θεῖον ὄνομα.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει…

τῆς ὑπερφυοῦς ἀνδρείας Σου, ἐν μέσῳ ἐρήμου γάρ κατώκεις, ὡς ἄσαρκος τῷ ψύχει δεινῶς δοκιμαζόμενος.

Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Κέκτηται Ῥωσική ἁγία γῆ τήν κόνιν τῶν θείων Σου λειψάνων, προχέουσαν ἰάσεις, παύουσαν ἅπαν νόσημα.

Δόξα. Τριαδικόν.

Θαύμασι φανερεῖς, Ἀντώνιε, καί σημείοις, Τριάδος τῆς Ἁγίας, Πατρός τε Παρακλήτου καί Υἱοῦ τήν θείαν δύναμιν.

Καί νῦν. Θεοτοκίον.

Οὐκ ἔπαυεν, Σεμνή, Ἀντώνιος Σήν δόξαν κηρύττειν καί θαυμάζειν, διό Σῇ μεσιτείᾳ τοῦ Παραδείσου ἔτυχεν.

Νῦν ἀπολύεις… Τό Τρισάγιον. Καί τό Ἀπολυτίκιον.

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Θηβαΐδος τῆς πρώτης Ἀντώνιος πέφυνε, μέγας τῇ ἀσκήσει, πλήν τούτου τόν θεῖον τρόπον ἐζήλωσε, Ἀντώνιος ὁ Νέος ὁ βορρᾶ καί τούτου Θηβαΐδος πολιστής· ὁ ἐν Σίγιᾳ τῆς Ῥωσίας ἀναδειχθείς, Ἀντωνίου τοῦ Μεγάλου ὁμότροπος. Πάντες οὗν Ὀρθόδοξοι ψαλμικῶς δοξάσωμεν τόν Κύριον κράζοντες· δόξᾳ Σοι τῷ δωρησαμένῳ ἡμῖν, τοῦτον πρέσβυν ἀκοίμητον.

Καί Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετά τόν Ἑξάψαλμον τό Ἀπολυτίκιον, ὡς ἐν τῶ Ἑσπερινῶ.

Μετά τήν α’ Στιχολογίαν, Κάθισμα.

Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.

στήρ ὁ τοῦ βορρᾶ, ἐκ τοῦ Σίγια ἐκλάμψας, φωτί τῶν ἀρετῶν, θαύμασι καί σημείοις, φωτίζεις τήν τε βόρειαν Ῥώσων χώραν καί ἅπασαν γῆν, καλούμενος ἐπί τῇ θείᾳ Σου μνήμῃ, εἰς πανήγυριν, Ἀντώνιε θεοφόρε, ἡμᾶς τούς τιμῶντας Σε.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

γνή ἡ τόν θεόν ἡμῶν τεκοῦσα, τό κλέος πάντων τῶν εὐσεβῶν, ἡ χαρά καί ἡ δόξα· μή παύῃς δεόμεθα ἱκετεύειν Ὅν ἔτεκες· ἵνα ῥύσηται ἡμᾶς παθῶν ψυχοφθόρων καί δωρήσηται ζωῆς ἀλήκτου τόν τόπον, πρεσβείαις Σου Πάνσεμνε.
Μετά τήν β’ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

τῶν τοῦ Σίγια μοναστῶν ποιμενάρχης καί τῆς Ῥωσίας εὐκλεέστατος γόνος, παρά Χριστοῦ μεγάλην χάριν ἔλαβεν· Ὁσίων ἐγκαλλώπισμα, ὑπόδειγμα μοναχῶν τε ἀναδέδεικται· πάντας οὗν νῦν προσκαλεῖται, μνήμην τελέσαι ἑαυτοῦ· οὗ ταῖς λιταῖς, σκέπε καί σῶζε τούς ὑμνοῦντας Σε Κύριε.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Χαῖρε Δέσποινα, Ἀειπάρθενε Κόρη, δαιμόνων φρύαγμα, ἀνθρώπων θεῖος λιμήν τε, οἱ τοῦ Χριστοῦ ἐνθέως ἀνυμνοῦμεν Σε· σπεῦσον, Μῆτερ, πρόφθασον, τῇ μεσιτείᾳ Σου σῶσον, τούς προστρέχοντας τῇ παναχράντῳ Σου σκέπῃ· ἀπό κινδύνων ῥῦσαι χαλεπῶν τούς Σέ τιμῶντας, Παρθένε ἀκήρετε.
Μετά τόν Πολυέλαιον, Κάθισματα.

Ἦχος πλ. α᾿. Τόν συνάναρχον Λόγον.

Κἄν ἐζήτεις ῥιφθῆναι χαμαῖ καί σύρεσθαι ἀπό ποδῶν, τοῖς θηρίοις Σήν σάρκα θέμενος εἰς βορᾶν, οἱ μαθηταί οὐδέν ἐποίησαν τούτων, σεβόμενοι, Σοφέ, τῆς Σῆς ζωῆς τούς ἀγῶνας· δι’ ὧν ἐκτήσω τήν χάριν τοῦ προορᾶν, πάτερ Ἀντώνιε.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Σοῦ Θεοτόκε ὁ οἶκος, ὁ τῆς Ῥωσίας, τά νῦν ὑπό τυράννων ἀθέων δεινῶς ταράττεται καί αἱμάσει· Μαριάμ, σπεῦσον οὗν πρόφθασον, Σαῖς πρός τόν Κύριον λιταῖς, τῇ παρρησίᾳ Σου, Ἁγνή, καί ῥῦσαι τοῦτον, Παρθένε· καί ἀναστήλωσον, Μῆτερ, ἐν εὐσεβείᾳ καί χριστότητι.
Οἱ Ἀναβαθμοί, τό α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

κ νεότητός μου πολλά πολεμεῖ με πάθη, ἀλλ’ αὐτός ἀντιλαβοῦ καί σῶσον, Σωτήρ μου. (Δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύθνητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρί ἔσεσθε ἀπεξηραμένοι. (Δίς).

Δόξα.

γίῳ Πνεύματι πᾶσα ψυχῆ ζωοῦται καί καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῆ Μονάδι ἱεροκρυφίως.
Καί νῦν.

γίῳ Πνεύματι ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.
Προκείμενον (Ψαλμός ξζ’, 36), Ἦχος δ’.

Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τά θελήματα Αὐτοῦ ἐν αὐτοῖς (Ψαλμ. ιε’, 3).
Πᾶσα Πνοή. Εὐαγγέλιον. Ὁ Ν’ Ψαλμός.

Δόξα.

Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Εἶτα τό Ἰδιόμελον. Ἦχος πλ. β’.

Στιχ. λέησόν με ὁ Θεός, κατά τό μέγα ἔλεόν Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.

νθεος ἐδείχθης μιμητής, τῶν Σῶν ἐξαιρέτων προτύπων, τοῦ Ἀντωνίου τε Παχωμίου τοῦ Γέροντος, τοῦ ἐν Κένᾳ ἀσκητοῦ, ὧν τήν χάριν ἐκέκτεισω καί τούτων τήν θέαν ἀπολαύεις σήμερον ἐν οὐρανοῖς παροικῶν. Ὅθεν, Σοῦ δεόμεθα, Πάτερ, τῆς τοῦ Παραδείσου εὐκλείας τυχεῖν εὐχαῖς Σου καί δεήσεσιν.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς τῶν μέν Τροπαρίων «ΑΝΤΩΝΙΟΣ ΑΝΤΩΝΙΩ ΥΜΝΟΝ ΑΔΕΙ»,
τῶν δέ Θεοτοκίων «ΘΕΟΤΟΚΟΣ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

ρχήν νῦν ποιούμενος ἀνυμνεῖν, Ἀντωνίου ἀγῶνας, τοῦτον ἐνθέρμως παρακαλῶ· διάρρηξον πταισμάτων μου τόν ὄγκον, ταῖς πρός τόν Κτίστην, Πάτερ, πρεσβείαις Σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Νομίμως ἀσκήσας ἐπί τῆς γῆς, ἀξίως τήν χάριν ἔλαβες, Πάτερ, θαυματουργεῖν· ταύτην οὗν χρώμενος νῦν παῦσον, τῆς ψυχῆς μου τόν τάραχον δέομαι.
Δόξα.

Τρωθείς θείῳ ἔρωτι, τοῦ φθαρτοῦ ἐμάκρυνας κόσμου, βορρᾶ γενόμενος πολιστής καί τούτου τῆς ἐρήμου Θηβαΐδος, ἧν ὡς ἀστήρ πνευματικός λαμπρῶς ἐφώτισας.
Καί νῦν. Θεοτοκίον.

Θεοτόκε Παρθένε, ὁ Ποιητής, ἐν τῇ Σῇ κοιλίᾳ κατεκένωσεν Ἑαυτόν· ὁ κόλπους πατρικούς μή κενώσας, σῶσαι θελήσας ὡς Θεός τό ἀνθρώπινον.
Ὠδή γ’. Οὐρανίας ἀψίδος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

φθης ἅγιον στόμα, πηγάζων ῥήματα ἅγια, δι’ ὧν τάς ψυχάς τῶν προσιόντων, Πάτερ, κατήρδευσας· οὕτω γενόμενος σφραγίς κλεινή τοῦ εἰπόντος, «ἐκ τῆς κοιλίας Σου ῥεύσονται ὕδατα».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Νίκην ἔσχες Βελίαρ κατατροπώσας τήν δύναμιν, ἔνδον ἐν τῷ ἔλει ἐκθέτων Σά μέλη, Πάτερ, τοῖς κώνωψι· τούτων τοῖς δήγμασι καί τῇ τοῦ αἵματος ῥεύσει, σάρκαν κατεμάρανας, ψυχήν πτερούμενος.
Δόξα.

κετεύομεν, Πάτερ, ἡμῶν τά πάθη καί τραύματα, σπεῦσον Σαῖς ἁγίαις πρεσβείαις, ταχέως ἴασαι· ἵνα εὐφημοῦμεν Σε, ὡς μοναζόντων τό κλέος, Θηβαΐδος καύχημα, πάτερ Ἀντώνιε.
Καί νῦν. Θεοτοκίον.

Εὐσπλάχνως, Παρθένε, ἡ τόν Κύριον τέξασα, σπεῦσον καί λύτρωσαι παντοίων ἡμᾶς κινδύνων καί θλίψεων· σύν Σοί δέ φέρομεν, πρός Κύριον πρεσβείαν, Ἀντώνιον τόν ἔνδοξον, Ῥωσίας καύχημα.
Κάθισμα. Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.

Τούς ἀγῶνας καί κόπους τούς Σούς, πιστοί νοερῶς θεωροῦντες, πλήν εὐκρινῶς, πάσης κατανύξεως τάς ψυχάς ἐμπιμπλάμεθα καί πρός θεῖον ὕμνον καί δόξαν καί αἴνεσιν, τοῦ Κυρίου πάντων, τοῦ τῶν ὅλων δεσπόζοντος, πόθῳ ἐγκαρδίῳ ἑαυτούς συγκινοῦμεν, ὠδαῖς Σέ γεραίροντες, ὡς τοῦ Μεγάλου ὁμότροπον καί πιστῶς ἐκβοῶμεν Σοι. Πρόφθασον ἰλέωσαι Κριτήν, ταῖς πρός Αὐτόν Σαῖς ἐνθέρμοις δεήσεσιν, Τοῦτον ἐπίκαμψον τῆ πρεσβείᾳ Σου Πάτερ, ὁ τοῦ Σίγια καί τῆς Ῥωσίας ἀγλάϊσμα.
Δόξα. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι, Δέσποινα, ὑπέρ πασῶν τῶν χαρίτων Σου. Σύ γάρ ὤφθης σκέπη ὁμοῦ καί ἀντίληψις, πειρασμῶν καί θλίψεων ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ρυσθείς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῶ Σῶ Υἱῶ καί Θεῶ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι. Σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος Σου.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

ν ἐπόθησας, Ὅσιε, σάρκα δι’ Ὅν ἔτηξας, νῦν τεθέασαι Παραδείσῳ αὐλιζόμενος· διό Σέ καί ἀπαύστως μακαρίζομεν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Σάρκαν, Πάτερ, δουλώσας, ὑπό τήν γῆν κέλλαν ἔπηξας, ἐν ἧ ζῶν ἐτάφης ὑπό πάγου καί ὑπό χιόνος, Ἁγιώτατε.
Δόξα.

ρετῆς ἀνεδείχθης ἀστήρ καί στύλος ἀκλόνητος, ὅθεν πᾶσι σεπτόν προσφέρεις, ἅγιόν τε, Ἀντώνιε, παράδειγμα.
Καί νῦν. Θεοτοκίον.

Θεοτόκε Μαρία, τῆς Ῥωσίας ἡ Ἔφορος, σπεῦσον τά Σά τέκνα ἐπισκέψαι, τά ἐν κατακόμβαις καταφεύγοντα.
Ὠδή ε’. Φώτισον ἡμᾶς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Νίκης τήν χαράν, τάς παγίδας τροπωσάμενος τοῦ ἐχθροῦ νῦν ἀπολαύεις, οὐρανοῖς περιπολεύων, Ἀξιάγαστε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Τύχοιμεν ἡμεῖς, ὦ Ἀντώνιε, δεήθητι τοῦ Κυρίου καί Παντάνακτος τῆς βασιλείας, ἧν αὐτός βραβεῖον ἔλαβες.
Δόξα.

ς τις ἀριστεύς τοῦ Βελίαρ τροπωσάμενος τάς πλεκτάνας, ὦ Ἀντώνιε, ἐν οὐρανίοις θαλάμοις νῦν ἀγάλεσαι.
Καί νῦν. Θεοτοκίον.

Τιμῶντες Σε, Ἁγνή, Ὀρθοδόξων τά συστήματα καί ὑμνοῦντες οὐ παυόμεθα, ταῖς Σαῖς πρεσβείαις θαρροῦντες, Παντάνασσα.
Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.Νέος ὧν ὑπῆλθες τῷ σώματι, τόν ζυγόν Σύ τόν χρηστόν τοῦ Σωτῆρος, ἀπορραγείς τῶν τοῦ κόσμου ματαίων καί τοῖς δρυμοῖς φυγαδεύων ἐμάκρυνας καί μόνος μόνῳ τῷ Θεῷ, νοερῶς ἦσθα συνών καί ἡδόμενος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

κέτευε ἐκτενῶς, Ἀντώνιε, τόν Θεόν ὑπέρ τῆς Σῆς γλυκυτάτης, νῦν στεναζούσης, Θεοφόρε, πατρίδος, ὑπό τόν κνοῦτον ἀθέων δυνάμεων καί λύτρωσαι παντοίων πειρασμῶν, τούς ἐν αὐτῇ ἐν τῇ Πίστει ἐμμένοντας.
Δόξα.

ς τεῖχος ἐν τοῖς κινδύνοις ἄρρηκτον, τήν Σήν ἐγκεκτημένοι Εἰκόνα, ἐκ τῶν δεινῶν ἐκλυτρούμεθα πάντων, ἐσαεί Σέ λυτρωτήν ἐπιγραφόμενοι, σωτήραν τε μετά Θεόν, τῆς Θηβαΐδος τοῦ Σίγια Ἀντώνιε.
Καί νῦν. Θεοτοκίον.

λον με, νυσταγμῷ βεβαρημένον, τῇ θερμῇ ἔγειρον ἱκεσίᾳ καί μή δώῃς ὑπνῶσαι Σόν δοῦλον, Μῆτερ Ἁγία Παρθένε, εἰς θάνατον· προστάτην γάρ καί ὁδηγόν ἐμῆς ζωῆς Σέ ἐπιγράφομαι, Δέσποινα.
Κοντάκιον. Ἦχος β᾿. Τά ἄνω ζητῶν.

ς Μάρτυρα Χριστοῦ τῇ προαιρέσει δοξάζομεν, αἰτούμενοι εὐλαβῶς τήν Σήν γενναῖαν ἀντίληψιν, Ἀντώνιε Σοφέ, ἧν παράσχου ἡμῖν ἅπασιν, τοῖς τιμῶσιν εὐσεβῶς τήν Σήν μνήμην, Ἁγιώτατε· καί ῥῦσαι ἡμᾶς κινδύνων χαλεπῶν καί πυρός τοῦ αἰωνίου πρεσβείαις Σου.
Ὁ Οἶκος

στήρ ἀνεφάνης τῆς Ῥωσίας, Θεόφρων, ἐν τῷ Σίγιᾳ ἀγωνισάμενος· ἐκεῖθεν δέ ἀνατείλας τῷ κόσμῳ αὐγάζεις καί πάντας λυτροῦσαι τῶν παθῶν· ὅθεν τιμῶμεν Σε ἄδοντες ταῦτα:

Χαῖρε Πάτερ, ὁ Βελίαρ τῷ Σῷ ἀγῶνι πατάξας· Χαῖρε Μάκαρ, ὁ ἀρετήν καί ἀγνοίαν διδάξας.

Χαῖρε ἄνθος ὡραιότατον τῆς Ἁγίας Ῥωσίας· Χαῖρε ἀγλάϊσμα τερπνότατον τῆς Χριστοῦ Ἐκκλησίας.
Χαῖρε τῆς βορείας ἐρήμου ὁ γλυκύς ἐρωδιός· Χαῖρε κόσμου ὁ προστάτης καί οὐρανοδρόμος ὁδηγός.

Χαῖρε κρῖνον τό ἐν τοῖς πάγοις παραδόξως ἀκμάσαν· Χαῖρε ὁ εὐφραῖνον Σῇ δόξῃ Ῥωσικήν γῆν πᾶσαν.

Χαίροις Πάτερ Ἀντώνιε.
Συναξάριον
Τῆ 7η τοῦ αὐτοῦ μηνός μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν ΑΝΤΩΝΙΟΥ, τοῦ ἐν Σίγιᾳ τῆς Ῥωσίας ἀσκήσαντος.
Στίχ. ντώνιος Ἀντωνίου ζηλωτής ἐφάνη τοῦ Μεγάλου, ὅς Ἡλιοῦ πρῶτον ἐζήλωσε τόν ἰσάγγελον βίον.
Τῇ ἑβδόμῃ οὐρανός τήν ψυχήν Ἀντωνίου ἐδέξατο, διό ψαλμικῶς τήν τούτου λῆξιν γεραίρομεν.
ἐν Ἁγίοις Πατήρ ἡμῶν Ἀντώνιος ὁ τοῦ Σίγια, ἐγεννήθη ἐν ἔτει 1477 ἐν Ῥωσίᾳ, ἐκ γονέων πτωχῶν μέν ἐξ’ ὑλικῶν ἀγαθῶν, πλουσίων δέ κατά τήν πίστιν καί τήν εὐσέβειαν, οἵτινες Ἀνδρέαν καλέσαντες αὐτόν κατά τό Ἅγιον Βάπτισμα, ἀνέθρεψαν αὐτόν «ἐν παιδείᾳ καί νουθεσίᾳ Κυρίου» κατά τό Γραφικόν.
Εἰς τήν ἱεράν τέχνην τῆς ἁγιογραφίας ἐκπαιδευθείς καί τά κοινά τῆς ἐποχῆς αὐτοῦ διηκούσας γράμματα, ἐνυμφεύθη ὁ Ἀνδρέας μετά τόν θάνατον τῶν αὐτοῦ γεννητόρων, πλήν ὁ Θεός, διά τοῦ θανάτου τῆς συμβίας αὐτοῦ, εἰς τόν τῶν μοναχῶν βίον αὐτόν ἐκάλεσεν. Ὅθεν, τό πρῶτον ὑπετάγη τῷ Ὁσίῳ Παχωμίῳ, Ἡγουμένῳ τῆς ἐν Κένᾳ Μονῆς τοῦ Σωτῆρος, εἶτα δέ, τόν μονήρη καί ἡσυχαστικόν βίον ἀσπασάμενος, τῆς κατά βορρᾶν Θηβαΐδος ἐγένετο πολιστής, παρά τόν ποταμόν Σίγια ἡσυχαστικῶς βιώσας ἐπί 37 ἔτη,, ἔνθα καί μονήν τῷ Κυρίῳ ἀνήγειρεν.
Παρέδωκεν τό πνεῦμα εἰρηνικῶς τῷ 1556, θαυματουργός ἀναδειχθείς ἐν ζωῇ καί μετά θάνατον. Τῆς ἁγιότητος αὐτοῦ διά σημείων μαρτυρηθείσης, διεκηρύχθῃ αὗτῃ ἐπ’ ἐκκλησίαις ἐν ἔτει 1579, βασιλεύοντος ἐν Ῥωσίᾳ Ἰβάν Δ’ τοῦ Τρομεροῦ.

Αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

μνος ἡ Σή ἐφάνη βιοτή Κυρίῳ τῷ Θεῷ Σου, διό Ἀντώνιε τοῦ Σίγια, Ῥωσίας πέλεις κλέος, διό καί ψάλλει κραυγάζουσα· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Μέγιστα ἐργάζῃ καί μετά λῆξιν, πάτερ Ἀντώνιε, νῦν θαύματα καί σημεῖα τεράστια τοῖς πᾶσι, τοῖς μετά πόθου κραυγάζουσι· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Δόξα.

Νόσων καί κινδύνων ἰατρός ἐδόθης, Πάτερ, τῷ κόσμῳ, διό θεράπευσον τά πάθη, πληγάς τε ἀοράτους ἡμῶν, τῶν πίστει βοώντων Σύ· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Καί νῦν. Θεοτοκίον.

Κυρία Θεοτόκε, ἐπαίρουσα μή παύῃς χεῖρας Υἱῷ Σου καί Θεῷ· ἀνάψυξον, Παρθένε, ψυχάς πεπυρωμένας, τῶν μετά πόθου ψαλλόντων Σοι· χαῖρε οὐράνιε λιμήν, πάντων τῶν σωζομένων.

Ὠδή η’. Τόν Βασιλέα τῶν οὐρανῶν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

σοι ἐν πίστει εἰλικρινεῖ προσιοῦσι, τῇ θήκῃ τῶν σεπτῶν Σου λειψάνων, ψυχῶν τε καί σωμάτων λαμβάνουσιν τήν ῥῶσιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Ναός καί τάφος τοῦ Σίγιας Ἀντωνίου, ἱατρεῖον ἱερόν πρόκεινται τοῖς πᾶσι, κἄν ἀσεβούντων ἐδέχθησαν τήν μῆνιν.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα, τόν Κύριον ὑμνοῦμεν.

γίων, Πάτερ, φανεῖς εἰκονογράφος, λαβών τό χάρισμα τοῦτο παρά Κυρίου, προστάτης ταύτης τῆς τέχνης ἡμῶν πέλεις.
Καί νῦν. Θεοτοκίον.

μμάτων σκότος, ψυχῆς ἀορασίαν, φωταγώγησον Σύ, φωτός ἀκτίστου Μῆτερ, τῶν δεομένων τυχεῖν τοῦ Σοῦ ἐλέους.
Αἰνοῦμεν, εὐλογοῦμεν καί προσκυνοῦμεν τόν Κύριον.

Τόν Βασιλέα τῶν οὐρανῶν Ὅν ὑμνοῦσι στρατιαί τῶν Ἀγγέλων ὑμνεῖται καί ὑπερυψοῦται εἰς πάντας τούς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Δεκάδες τά Σά τέκνα, βορείου Θηβαΐδος, τόν Σόν δρόμον, Πάτερ, ἐβάδισαν καί ἔλαβον παρά Θεοῦ μισθούς ἀγώνων καί στέφη οὐράνια.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Εὐχαῖς Σου τάς σειράς μου τῶν πταισμάτων λῦσον καί τό χειρόγραφον, Μάκαρ, διάρρηξον τῆς ἁμαρτίας, τοῦ τήν Σήν ἁγίαν μνήμην πᾶσι κηρύττοντος.
Δόξα.

δε μου τήν πτωχείαν, τοῦ ταῦτα στιχουργοῦντος καί Σαῖς πρεσβείαις πρός Κύριον, Ὅσιε, πλούτισον τήν ἐμῆν ψυχήν, τῶν δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.
Καί νῦν. Θεοτοκίον.

Σωτῆραν ἡ τεκοῦσα, Παρθένε Θεοτόκε, σύν Ἀντωνίῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήσῃ πᾶσιν ὡς Θεός, ἁμαρτημάτων τήν λύσιν καί ἄφεσιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Χριστός τήν Σήν ἐδέξατο ἄσκησιν ὡς θυμίαμα, Ἀντώνιε θεοφόρε, καί ἀντιδόξασεν. Ὅθεν ἡμεῖς καθικετεύομεν, μή παύσης ταῖς πρεσβείαις σου, ἁμαρτημάτων τήν λῦσιν, δοῦνε ἡμῖν, θεῖε Πάτερ, τῶν Σοῦ τιμῶντων τήν μνήμην.
Εἰς τούς Αἴνους.

Ἱστῶμεν Στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια.

Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τοῦ Παρακλήτου τήν χάριν λαβών, Ἀντώνιε, ἀσκήσεσι κάθεῖλες τόν ἀρχέκακον ὄφιν· πολιστής τε ἐγένου ἐρημικῶν τόπων, Πατέρων ὁμόσκηνε· διό τήν μνήμην Σου ἄσμασιν καί ὠδαῖς ἀναμέλποντες τιμῶμεν Σου.
Χαίρει ἐν Σοί γῆ Ῥωσίας, ἡ Σέ βλαστήσασα καί Σίγιας χαρμοσύνως τούς Σούς ἀγῶνας κηρύττει· καί πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ μακαρίζει Σε, Ὅσιε· ὡς Ἀντωνίου τοῦ πρώτου τόν μιμητήν, οὗ τό ὄνομα ἐμεγάλυνας.
Τοῦ Ἀρχαγγέλου χορεύει ἡ πόλις, Ὅσιε, ὡς μήτηρ καυχωμένη, ἐπί τῇ θείᾳ Σου δόξῃ· μονῇ δέ τῆς Τριάδος ἡ ἱερά, λαμπρούς ἀγῶνας κηρύττει Σου· τούτων ὑπάρχεις γάρ δόξα καί ἡ τιμή, ἡμῶν δέ πρέσβυς θερμός πρός τόν Κύριον.
Σύ μέν ἐζήτεις, ὦ Πάτερ, ῥιφθῆναι σῶμα Σου, εἰς βοράν θηρίων ἤ κρεμασθῆναι ἀπό δένδρων· αἰδούμενοι δέ τοῦτο Σοί μαθηταί, μετά τιμῶν τῇ ταφῇ παρεδώκασιν· διό νῦν ἔχει εὐλογίαν, οὐ τήν μικράν, ἡ Ῥωσία τῶν λειψάνων Σου.
Δόξα. Ἦχος πλ. α’.

κ τῆς Ῥωσίας ὡς ἄνθος εὐῶδες, τῇ Ἐκκλησίᾳ προσεφέρθης, Ἀντώνιε μακάριε· τῆς τε ἀλήκτου ζωῆς τόν στέφανον δεξάμενος, ὡς βραβεῖον τῶν ἀγώνων Σου, νῦν ἐν οὐρανῷ μετά τῶν Σῶν συναγάλλει συνωνύμων· μετ’ Ἀντωνίου τοῦ πρώτου, τοῦ τῆς ἐρήμου Καθηγητοῦ, τοῦ ἐν τῷ Κιέβῳ ἑτέρου, τοῦ Νοβογράδας, τοῦ Ῥωμαίου τε. Διό χαριστήριον ὠδήν Σοί ἄδοντες, ἐν κατανύξει βοῶμεν· μή ἐπιλάθῃ, Ἅγιε, τῆς Σῆς αἱμασούσης πατρίδος, ἀλλ’ ἀπαύστως πρέσβευε τῷ Κυρίῳ, ῥυσθῆναι αὐτήν τῆς περιστάσεως.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τοῦ ἐκ Σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδάμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καί ἡμεῖς ἐζωοποιήθημεν. Διό ἀνυμνοῦντες βοῶμεν, εὐλογητός Χριστός ὁ Θεός ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα Σοι.
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τά Τυπικά, οἱ Μακαρισμοί καί ἀπό τοῦ Κανόνος Ὠδαί γ’ καί στ’.

Ἀπόστολος, Εὐαγγέλιον καί Κοινωνικόν Ὁσιακά.
Μεγαλυνάριον

Χαίροις τῶν Ὁσίων ἡ καλλονή, ὄντως Ἀντωνίου τοῦ Μεγάλου ὁ μιμητής· χαίροις ὁ Ῥωσίδος γῆς ἔνδοξος γόνος, Ἀντώνιε τοῦ Σίγια, ἧν σκέπε πάντοτε.
Δίστιχον

Δέχου τόν ὕμνον τοῦτον, Ἀντώνιε τρισμάκαρ, ὅν ὑπέρ πταισμάτων, Ἀντώνιος προσφέρει.

ΑΥΤΟΥ ΑΓΙΑΙΣ ΠΡΕΣΒΕΙΑΙΣ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ, ΕΛΕΗΣΟΝ ΚΑΙ ΣΩΣΟΝ ΗΜΑΣ, ΑΜΗΝ.

















































































































































































































































































































































































































































































































































































































































Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου