Παρασκευή, 25 Νοεμβρίου 2011

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣ. ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΣΙΓΙΑ


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΑΝΤΩΝΙΟΝ
ΤΟΝ ΕΝ ΣΙΓΙΑ ΤΗΣ ΡΩΣΙΑΣ (+ 1556)


Ποίημα  Ἀντωνίου Μάρκου (1985)
Κέντρον Ἁγιολογικῶν Μελετῶν "Ὅσιος Συμεών ὁ Μεταφραστής"

ΠΡΟΛΟΓΟΣ
Ἡ Ἀκολουθία πρός τιμήν τοῦ Ὁσίου Πατρός ἡμῶν ΑΝΤΩΝΙΟΥ, τοῦ ἐν Σίγιᾳ τῆς Ρωσίας ἀσκήσαντος καί εἰρηνικῶς τελειωθέντος ἐν ἔτει 1556, ἐποιήθη τό ἔτος 1985 (διά τοῦτο καί ἡ ἀποκατάστασις τῆς Ρωσίας, ἐπισυμβάσα τό 1989, φαίνεται ὡς γεγονός μελλοντικόν), κατόπιν αἰτήματος τοῦ Καθηγητοῦ τῆς Θεολογικῆς Σχολῆς τοῦ Ἀριστοτελείου Πανεπιστημίου Θεσσαλονίκης, ἤδη ἀειμνήστου ΔΗΜΗΤΡΙΟΥ ΤΣΑΜΗ, ὡς ἔκφρασις τιμῆς πρός τόν μέγαν αὐτόν Μοναστικόν Πατέρα τῆς Θηβαΐδος τοῦ Βορρᾶ.
Τό αὐτό ἔτος 1985 ἐποιήθη καί ὁ Παρακλητικός Κανών εἰς τόν ὅσ. Ἀντώνιον τοῦ Σίγια, κατόπιν προτάσεως τοῦ Ἀρχιεπισκόπου Σάν Φρανσκίσκο κυροῦ Ἀντωνίου (τῆς Ρωσικῆς Ἐκκλησίας τῆς Διασπορᾶς).

Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῆ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. ξολολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ’. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ταῖς τοῦ Ὁσίου ἱκεσίαις, Οἰκτῆρμον, τοῦ ἐν Σίγιᾳ θαυματουργοῦ Ἀντωνίου, Παχωμίου τε μάκαρος τοῦ ἐν Κένᾳ ὁμοῦ, πέμψον τά ἐλέη Σου ἐπί λαόν ἀσεβοῦντα καί παραπικραίνοντα, Σέ τόν τῶν ὅλων Δεσπότην. Αὐτούς προσάγωμεν γάρ ὡς πρεσβευτάς, ὡς κεκτημένους τήν χάριν Σου, Κύριε.
Δόξα… Ἀπολυτίκιον τοῦ Ἁγίου.
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Θηβαΐδος τῆς πρώτης Ἀντώνιος πέφυνε, μέγας τῇ ἀσκήσει, πλήν τούτου τόν θεῖον τρόπον ἐζήλωσε, Ἀντώνιος ὁ Νέος ὁ βορρᾶ καί τούτου Θηβαΐδος πολιστής· ὁ ἐν Σίγιᾳ τῆς Ῥωσίας ἀναδειχθείς, Ἀντωνίου τοῦ Μεγάλου ὁμότροπος. Πάντες οὗν Ὀρθόδοξοι ψαλμικῶς δοξάσωμεν τόν Κύριον κράζοντες· δόξᾳ Σοι τῷ δωρησαμένῳ ἡμῖν, τοῦτον πρέσβυν ἀκοίμητον.
Καί νῦν… Θεοτοκίον.
Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς. Σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας. Σοῦ γάρ ὑπάρχει ἡ Εἰκών ἡ τοῦ Καζάν, ἡμῶν προστάτις, σκέπη τε καί ἀντίληψις.
Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῶ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῶ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῶ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῆ φωνῆ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς τῶν μέν Τροπαρίων «ΑΝΤΩΝΙΟΣ ΑΝΤΩΝΙΩ ΥΜΝΟΝ ΑΔΕΙ», τῶν δέ Θεοτοκίων «ΘΕΟΤΟΚΟΣ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ρχήν νῦν ποιούμενος ἀνυμνεῖν, Ἀντωνίου ἀγῶνας, τοῦτον ἐνθέρμως παρακαλῶ· διάρρηξον πταισμάτων μου τόν ὄγκον, ταῖς πρός τόν Κτίστην, Πάτερ, πρεσβείαις Σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νομίμως ἀσκήσας ἐπί τῆς γῆς, ἀξίως τήν χάριν ἔλαβες, Πάτερ, θαυματουργεῖν· ταύτην οὗν χρώμενος νῦν παῦσον, τῆς ψυχῆς μου τόν τάραχον δέομαι.
Δόξα.
Τρωθείς θείῳ ἔρωτι, τοῦ φθαρτοῦ ἐμάκρυνας κόσμου, βορρᾶ γενόμενος πολιστής καί τούτου τῆς ἐρήμου Θηβαΐδος, ἧν ὡς ἀστήρ πνευματικός λαμπρῶς ἐφώτισας.
Καί νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε, ὁ Ποιητής, ἐν τῇ Σῇ κοιλίᾳ κατε-κένωσεν Ἑαυτόν· ὁ κόλπους πατρικούς μή κενώσας, σῶσαι θελήσας ὡς Θεός τό ἀνθρώπινον.
Ὠδή γ’. Οὐρανίας ἀψίδος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
φθης ἅγιον στόμα, πηγάζων ῥήματα ἅγια, δι’ ὧν τάς ψυχάς τῶν προσιόντων, Πάτερ, κατήρδευσας· οὕτω γενόμενος σφραγίς κλεινή τοῦ εἰπόντος, «ἐκ τῆς κοιλίας Σου ῥεύσονται ὕδατα».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκην ἔσχες Βελίαρ κατατροπώσας τήν δύναμιν, ἔνδον ἐν τῷ ἔλει ἐκθέτων Σά μέλη, Πάτερ, τοῖς κώνωψι· τούτων τοῖς δήγμασι καί τῇ τοῦ αἵματος ῥεύσει, σάρκαν κατεμάρανας, ψυχήν πτερούμενος.
Δόξα.
κετεύομεν, Πάτερ, ἡμῶν τά πάθη καί τραύματα, σπεῦσον Σαῖς ἁγίαις πρεσβείαις, ταχέως ἴασαι· ἵνα εὐφημοῦμεν Σε, ὡς μοναζόντων τό κλέος, Θηβαΐδος καύχημα, πάτερ Ἀντώνιε.
Καί νῦν. Θεοτοκίον.
Εὐσπλάχνως, Παρθένε, ἡ τόν Κύριον τέξασα, σπεῦσον καί λύτρωσαι κινδύνων ἡμᾶς παντοίων καί θλίψεων· σύν Σοί δέ φέρομεν, πρός Κύριον πρεσβείαν, Ἀντώνιον τόν ἔνδοξον, Ῥωσίας καύχημα.
Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντι τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς τήν κάτωθι δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῶ Πατρί καί τῶ Υἱῶ καί τῶ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός. μήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
ντωνίου τῇ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτοῦ αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ν ἐπόθησας, Ὅσιε, σάρκα δι’ Ὅν ἔτηξας, νῦν τεθέασαι Παραδείσῳ αὐλιζόμενος· διό Σέ καί ἀπαύστως μακαρίζομεν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σάρκαν, Πάτερ, δουλώσας, ὑπό τήν γῆν κέλλαν ἔπηξας, ἐν ἧ ζῶν ἐτάφης ὑπό πάγου καί ὑπό χιόνος, Ἁγιώτατε.
Δόξα.
Ἀρετῆς ἀνεδείχθης ἀστήρ καί στύλος ἀκλόνητος, ὅθεν πᾶσι σεπτόν προσφέρεις, ἅγιόν τε, Ἀντώνιε, παράδειγμα.
Καί νῦν. Θεοτοκίον.
Θεοτόκε Μαρία, τῆς Ῥωσίας ἡ Ἔφορος, σπεῦσον τά Σά τέκνα ἐπισκέψαι, τά ἐν κατακόμβαις καταφεύγοντα.
Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκης τήν χαράν, τάς παγίδας τροπωσάμενος τοῦ ἐχθροῦ νῦν ἀπολαύεις, οὐρανοῖς περιπολεύων, Ἀξιάγαστε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τύχοιμεν ἡμεῖς, ὦ Ἀντώνιε, δεήθητι τοῦ Κυρίου καί Παντάνακτος τῆς βασιλείας, ἧν αὐτός βραβεῖον ἔλαβες.
Δόξα.
ς τις ἀριστεύς τοῦ Βελίαρ τροπωσάμενος τάς πλεκτάνας, ὦ Ἀντώνιε, ἐν οὐρανίοις θαλάμοις νῦν ἀγάλεσαι.
Καί νῦν. Θεοτοκίον.
Τιμῶντες Σε, Ἁγνή, Ὀρθοδόξων τά συστήματα καί ὑμνοῦντες οὐ παυόμεθα, ταῖς Σαῖς πρεσβείαις θαρροῦντες, Παντάνασσα.
Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέος ὧν ὑπῆλθες τῷ σώματι, τόν ζυγόν Σύ τόν χρηστόν τοῦ Σωτῆρος, ἀπορραγείς τῶν τοῦ κόσμου ματαίων καί τοῖς δρυμοῖς φυγαδεύων ἐμάκρυνας καί μόνος μόνῳ τῷ Θεῷ, νοερῶς ἦσθα συνών καί ἡδόμενος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
κέτευε ἐκτενῶς, Ἀντώνιε, τόν Θεόν ὑπέρ τῆς Σῆς γλυκυτάτης, νῦν στεναζούσης, Θεοφόρε, πατρίδος, ὑπό τόν κνοῦτον ἀθέων δυνάμεων καί λύτρωσαι παντοίων πειρασμῶν, τούς ἐν αὐτῇ ἐν τῇ Πίστει ἐμμένοντας.
Δόξα.
ς τεῖχος ἐν τοῖς κινδύνοις ἄρρηκτον, τήν Σήν ἐγκεκτημένοι Εἰκόνα, ἐκ τῶν δεινῶν ἐκλυτρούμεθα πάντων, ἐσαεί Σέ λυτρωτήν ἐπιγραφόμενοι, σωτήραν τε μετά Θεόν, τῆς Θηβαΐδος τοῦ Σίγια Ἀντώνιε.
Καί νῦν. Θεοτοκίον.
λον με, νυσταγμῷ βεβαρημένον, τῇ θερμῇ Σου ἔγειρον ἱκεσίᾳ καί μή δώῃς ὑπνῶσαι Σόν δοῦλον, Μῆτερ Ἁγία Παρθένε, εἰς θάνατον· προστάτην γάρ καί ὁδηγόν ἐμῆς ζωῆς Σέ ἐπιγράφομαι, Δέσποινα.
Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῶ καταφεύγομεν, ὡς ἔχοντι τήν πρός Σέ παρρησίαν.
πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:
Κοντάκιον. Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις Ἀντωνίου καί δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς. Ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν ἀγαθότητα. Δέχου τήν μεσιτείαν τῆς ἀχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.
Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένοι ἐν τῶ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός: Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός: Καί τῶ πνεύματί σου.
Ὁ Ἱερεύς: κ τοῦ κατά Ἰωάννην ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
Ὁ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῶ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῶ Θεῶ. (ιε’ 17 – 27 καί ιστ’ 1 - 2).
Ὁ χορός: Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα…
Ταῖς τοῦ Ἀντωνίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. λεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Ἀντώνιον, τόν τοῦ Σίγια, ἐν ὕμνοις καί ὡδαῖς τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως. Τῷ Θεῷ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν. Χαίρε βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως στρατιῶτα τίμιε.
Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν κόσμον Σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καί κατάπεμψον ὑμῖν τά ἐλέη Σου τά πλούσια.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
κεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου. Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου Ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν.
Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἀντωνίου, τοῦ ἐν Σίγια τῆς Ρωσίας.
(Τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω).
Τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων τῆς ἡμέρας).
Καί Πάντων Σου τῶν Ἁγίων.
κετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον (12).
Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:
λέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος:
Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μνος ἡ Σή ἐφάνη βιοτή Κυρίῳ τῷ Θεῷ Σου, διό Ἀντώνιε τοῦ Σίγια, Ῥωσίας πέλεις κλέος, διό καί ψάλλει κραυγάζουσα· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μέγιστα ἐργάζῃ καί μετά λῆξιν, πάτερ Ἀντώνιε, νῦν θαύματα καί σημεῖα τεράστια τοῖς πᾶσι, τοῖς μετά πόθου κραυγάζουσι· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Δόξα.
Νόσων καί κινδύνων ἰατρός ἐδόθης, Πάτερ, τῷ κόσμῳ, διό θεράπευσον τά πάθη, πληγάς τε ἀοράτους ἡμῶν, τῶν πίστει βοώντων Σύ· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Καί νῦν. Θεοτοκίον.
Κυρία Θεοτόκε, ἐπαίρουσα μή παύῃς χεῖρας Υἱῷ Σου καί Θεῷ· ἀνάψυξον, Παρθένε, ψυχάς πεπυρωμένας, τῶν μετά πόθου ψαλλόντων Σοι· χαῖρε οὐράνιε λιμήν, πάντων τῶν σωζομένων.
Ὠδή η’. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
σοι ἐν πίστει εἰλικρινεῖ προσιοῦσι, τῇ θήκῃ τῶν σεπτῶν Σου λειψάνων, ψυχῶν τε καί σωμάτων λαμβάνουσιν τήν ῥῶσιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός καί τάφος τοῦ Σίγιας Ἀντωνίου, ἱατρεῖον ἱερόν πρόκεινται τοῖς πᾶσι, κἄν ἀσεβούντων ἐδέχθησαν τήν μῆνιν.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα, τόν Κύριον ὑμνοῦμεν.
γίων, Πάτερ, φανεῖς εἰκονογράφος, λαβών τό χάρισμα τοῦτο παρά Κυρίου, προστάτης ταύτης τῆς τέχνης ἡμῶν πέλεις.
Καί νῦν. Θεοτοκίον.
μμάτων σκότος, ψυχῆς ἀορασίαν, φωταγώγησον Σύ, φωτός ἀκτίστου Μῆτερ, τῶν δεομένων τυχεῖν τοῦ Σοῦ ἐλέους.
Αἰνοῦμεν, εὐλογοῦμεν καί προσκυνοῦμεν τόν Κύριον.
Τόν Βασιλέα τῶν οὐρανῶν Ὅν ὑμνοῦσι στρατιαί τῶν Ἀγγέλων ὑμνεῖται καί ὑπερυψοῦται εἰς πάντας τούς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Δεκάδες τά Σά τέκνα, βορείου Θηβαΐδος, τόν Σόν δρόμον, Πάτερ, ἐβάδισαν καί ἔλαβον παρά Θεοῦ μισθούς ἀγώνων καί στέφη οὐράνια.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὐχαῖς Σου τάς σειράς μου τῶν πταισμάτων λῦσον καί τό χειρόγραφον, Μάκαρ, διάρρηξον τῆς ἁμαρτίας, τοῦ τήν Σήν ἁγίαν μνήμην πᾶσι κηρύττοντος.
Δόξα.
δε μου τήν πτωχείαν, τοῦ ταῦτα στιχουργοῦντος καί Σαῖς πρεσβείαις πρός Κύριον, Ὅσιε, πλούτισον τήν ἐμῆν ψυχήν, τῶν δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.
Καί νῦν. Θεοτοκίον.
Σωτῆραν ἡ τεκοῦσα, Παρθένε Θεοτόκε, σύν Ἀντωνίῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήσῃ πᾶσιν ὡς Θεός, ἁμαρτημάτων τήν λύσιν καί ἄφεσιν.
Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαῖροις ὁ Ῥωσίας γόνος λαμπρός καί Μονῆς τοῦ Σίγια πολιοῦχος καί βοηθός, πάντων Ὀρθοδόξων τῶν ἐπικαλουμένων, τήν Σήν θερμήν πρεσβείαν καί τήν ἀντίληψιν.
ντώνιε Πάτερ ἡμῶν σεπτέ, τούς Σοί προσφυγόντας σπεῦσον τοῦ σῶσαι τῶν πονηροῦ, προσβολῶν ματαίων καί τείχισον εὐχαῖς Σου, πάντας τούς Ὀρθοδόξους, Ῥώσους τε Ἕλληνας.
Θαυμάτων ποικίλων τόν αὐτουργόν, σημείων, τεράτων καί ἰάσεων θαυμαστῶν ποιητήν, τόν θεῖον Ἀντώνιον τιμῶμεν, αὐτοῦ τήν θείαν χάριν ἐπικαλούμενοι.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Θηβαΐδος τῆς πρώτης Ἀντώνιος πέφυνε, μέγας τῇ ἀσκήσει, πλήν τούτου τόν θεῖον τρόπον ἐζήλωσε, Ἀντώνιος ὁ Νέος ὁ βορρᾶ καί τούτου Θηβαΐδος πολιστής· ὁ ἐν Σίγιᾳ τῆς Ῥωσίας ἀναδειχθείς, Ἀντωνίου τοῦ Μεγάλου ὁμότροπος. Πάντες οὗν Ὀρθόδοξοι ψαλμικῶς δοξάσωμεν τόν Κύριον κράζοντες· δόξᾳ Σοι τῷ δωρησαμένῳ ἡμῖν, τοῦτον πρέσβυν ἀκοίμητον.
Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται τοῦτο τεσσαράκοντα (40).
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῶ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν (ἤ Μονήν) καί πόλιν (ἤ νῆσον) ταύτην καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου. Ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν Ἀγαθόν καί Φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας Αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
τι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν, φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
πάκουσον ἡμῶν, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῶ Πατρί καί τῶν Υἱῶ καί τῶ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπα-ζομένων τήν Εἰκόνα τοῦ Ἁγίου καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τόν τοῦ Σίγια τόν σεπτόν καί θαυματουργόν ποιμενάρχην πάντες τιμήσωμεν, τόν ἔνδοξον Ἀντώνιον, σύν Παχωμίῳ ὁμοῦ, θεῖοις Πατράσι καί εἴπωμεν αὐτοῖς μελωδοῦντες· χαίρετε τρισόλβια δοχεῖα Πνεύματος· Πατέρες, Ῥωσίας φωστῆρες καί ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου