Σάββατο, 5 Νοεμβρίου 2011

333 ΜΕΓΑΛΥΝΑΡΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ

ΤΗΝ ΟΝΤΩΣ ΘΕΟΤΟΚΟΝ ΣΕ ΜΕΓΑΛΥΝΟΜΕΝ
Μεγαλυνάρια εἰς τήν Ὑπεραγίαν Θεοτόκον, ἐκ διαφόρων πρός Αὐτήν Παρακλητικῶν Κανόνων


Καθηγητοῦ Ἀντωνίου Μάρκου
 
ΠΡΟΛΟΓΟΣ
Ἡ εὐλάβεια τῶν Ὀρθοδόξων πρός τό πανυπέρτιμον πρόσωπον τῆς Ὑπεραγίας Θεοτόκου, εἶναι τόσον μεγάλη, ὥστε πολλοί πιστοί δέν ἀρκοῦνται εἰς τάς καθημερινάς πρός τήν Παναγίαν Ἀκολουθίας (τούς Χαιρετισμούς κατά τό Ἀπόδειπνον, τούς Παρακλητικούς Κανόνας – Μικρόν ἤ Μεγάλον – ἤ καί τό Θεοτοκάριον), ἀλλά ζητοῦν καί ἐπινοοῦν καί ἄλλας προσευχάς πρός τήν Κυρίαν Θεοτόκον.
Ἱκανοποιοῦντες, λοιπόν, εὐσεβές αἴτημα δύο φιλακολούθων καί ἰδιαιτέρως εὐλαβουμένων τήν Παναγίαν μας ψυχῶν (τῆς συζύγου μου κ. Μαρίας Μάρκου – Τζανιδάκη καί τῆς ἐκλεκτῆς φίλης καί ἐν Χριστῶ ἀδελφῆς κ. Μαρίας Λιώρη – Ρούτη), προβαίνομεν εἰς τήν σύνταξιν τοῦ παρόντος προσευχητικοῦ πονήματος, τό ὁποῖον περιλαμβάνει Μεγαλυνάρια πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου, εὑρισκόμενα εἰς Παρακλητικούς Κανόνας εἰς διαφόρους ἱστορικάς καί θαυματουργούς Εἰκόνας Της, ποιηθέντας εἰς διαφόρους ἐποχάς καί ὑπό διαφόρων Ὑμνογράφων. Διά τήν σύνταξιν τοῦ πονήματος, πέραν τῶν σχετικῶν τῆς ἡμετέρας Βιβλιοθήκης τοῦ Κέντρου Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής», εὐγενῶς διετέθησαν σχετικά ἔργα ὑπό τοῦ τε Παν/του Ἀρχιμ. π. Θεοκλήτου Σταύρου καί τοῦ Θεολόγου κ. Βασ. Λαδοπούλου, οἱ προσωπικές συλλογές ὑμνογραφικῶν ἔργων τῶν ὁποίων ὑπερβαίνουν τά 6.000 σώματα!
Τό μουσικόν μέλος τῶν Μεγαλυναρίων - ἁπλόν καί εὔκολον - εἶναι γνωστόν εἰς ὅλους τούς ἐκκλησιαζομένους πιστούς. Ἔτσι, ὅποιος ἐπιθυμεῖ νά μεγαλύνει τήν Πανυπέρτιμον κατά χάριν Μητέρα μας διά τοῦ ψαλμοῦ τῶν Μεγαλυναρίων Της, δύναται διά τοῦ παρόντος πονήματος νά τό κάνει μέ σχετικήν εὐκολίαν.

ΜΕΓΑΛΥΝΑΡΙΑ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Μετά τήν θ’ Ὠδήν τοῦ Μικροῦ, Μεγάλου ἤ ἄλλου Παρακλητικοῦ Κανόνος πρός τήν Ὑπεραγίαν Θεοτόκον καί ἐνῶ θυμιᾶ ὁ Ἱερεύς τό Θυσιαστήριον καί τόν λαόν, ἡμεῖς ψάλλομεν τά ἀκόλουθα Μεγαλυνάρια:

ξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.
πό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή. Πρός Σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, Σύ μοι βοήθησον.
Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων Σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρός τόν ἐκ Σοῦ τεχθέντα, ὦ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως Σοί τήν ὠδήν, νῦν τῆ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς. Μετά τοῦ Προδρόμου καί Πάντων τῶν Ἁγίων δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
λαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τήν Εἰκόνα Σου τήν σεπτήν, τήν ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.

Εἶτα ψάλλομεν Μεγαλυνάρια ἕτερα, ποιηθέντα εἰς τιμήν διαφόρων θαυματουργῶν τῆς Ὑπεραγίας Θεοτόκου Εἰκόνων (ἡ σειρά κατ’ ἀλφάβητον):

ΠΑΝΑΓΙΑΣ ΑΡΧΑΓΓΕΛΙΩΤΙΣΣΗΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Ξάνθης)
ρχαγγελιώτισσα ἀγαθή, σκέπε τήν Μονήν Σου, ἀπό πάσης ἐπιβουλῆς καί ἐχθροῦ μανίας, εὐχαῖς Σου παναγίαις, ὅπως σεπτήν μορφήν Σου, κατασπαζώμεθα.
Χαῖρε ἐνωτίσθης εκ Γαβριήλ, Μῆτερ Θεοτόκε, καί τό χαῖρε δέχου ἡμῶν, τῶν καταφιλούντων Εἰκόνα Σου ἁγίαν καί χάριν λαμβανόντων, ψυχοσωτήριον.
χουσα, Παρθένε, τό συμπαθές καί τήν παῤῥησίαν, πρός Υἱόν Σου Μονογενῆ, πάντων αἰτουμένων ἐκπλήρου τάς αἰτήσεις, τῶν καταπροσκυνούντων θείαν Εἰκόνα Σου.
Εἰκών τῆς Παναγίας Ἀρχαγγελιωτίσσης, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Ξάνθης. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου, Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1998).

ΠΑΝΑΓΙΑΣ ΑΧΕΙΡΟΠΟΙΗΤΟΥ
(τῆς Ρουμανικῆς Ἱερᾶς Σκήτεως Τιμίου Προδρόμου Ἁγίου Ὄρους)
πί τά συμφέροντα τάς ἡμῶν χεῖρας νῦν ἐκτείνειν καταξίωσον, Ἀγαθή, τῶν ἀσπαζομένων τήν θείαν Σου Εἰκόνα, τήν παραδόξως οὗσαν Ἀχειροποίητον.
Χεῖρα βοηθείας δίδου ἡμῖν, τοῖς ἀσπαζομένοις ἐν τῆ Σκήτῃ τοῦ Βαπτιστοῦ καί Προδρόμου, Μῆτερ, μορφήν Σου τήν ἁγίαν, ἥν χειρί βροτοῦ ζωγράφου οὐκ ἐπεράτωσε.
Πανταχοῦ ἡ χάρις Σῆς ἱερᾶς, Κεχαριτωμένη, ἐξελήλυθε θαυμαστῶς καί σεπτῆς μορφῆς Σου, ἡ βρύουσα ἰάσεις, πιστῶς Σέ προσκυνοῦσιν, Ἀχειροποίητε.
ῦσαι τούς οἰκέτας Σου πειρασμῶν, θλίψεων παντοίων, ἀρχεκάκου ἐπιβουλῆς καί πανδείνων νόσων, τούς πόθῳ προσκυνοῦντας, τήν Σήν σεπτήν Εἰκόνα, Ἀχειροποίητε.
χει ὥσπερ ἄσπιλον θησαυρόν, Σκήτη τοῦ Προδρόμου ἐν τῶ Ἄθωνι, Μαριάμ, ἔκτυπον Σόν θεῖον, πρός ὅ βοᾶ ἐν πίστει ἀπαύστως, χαῖρε Μῆτερ, Ἀχειροποίητε.
ργα καθαγίασον τῶν χειρῶν, τῶν Σοί προσπιπτόντων καί ἐκκάθαρον λογισμούς, Δέσποινα, ἀτάκτους, τῶν προσκυνούντων πόθῳ Σήν πάνσεπτον Εἰκόνα, Ἀχειροποίητε.
Εἰκών τῆς Παναγίας Ἀχειροποιήτου, τῆς Ρουμανικῆς Ἱερᾶς Σκήτεως Τιμίου Προδρόμου Ἁγίου Ὄρους, κατά τήν παράδοσιν ἀχειροποίητος εἰς τά πρόσωπα, ἱστορήθη εἰς Ἰάσιον τῆς Μολδαβάς ὑπό τοῦ Νικολάου Γεωργάκη ἐν ἔτει 1863. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1998).

ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΑΨΗΛΗΣ
(τοῦ ὁμωνύμου Ναοῦ Σινασσοῦ Καππαδοκίας)
Χαίροις, ἡ προστάτης Σινασσιτῶν, τό Γενέσιόν Σου ἐκτελούντων πανευλαβῶς, Μῆτερ τοῦ Ὑψίστου, καί πίστει προστρεχόντων, ἐν τῶ σεπτῶ Ναῶ Σου πόλεως ὕπερθεν.
ψηλήν καλοῦσί Σε οἱ πιστοί, Μῆτερ, Παναγίαν, Σινασσῖται, ὅτι ναός ὁ σεπτός Σου κεῖται ἐν λόφῳ, Θεοτόκε, τῆς Σινασσοῦ κειμένου πόλεως ὕπερθεν.
Δίωξον τά στίφη Ἄγαρ υἱῶν ἐκ Καππαδοκίας καί ἐκ πόλεως Σινασσοῦ, τῆς ἑορταζούσης ἀεί Γενέσιόν Σου, ἐκ τῆς νηδύος στείρας Ἄννης, Μητρόθεε.
Σκέπε Σινασσίτας, ὧν εὐλαβῶς πρόγονοι, Παρθένε, Παναγίας εἰς Ὑψηλῆς ἔσπευδον ναόν Σου Γενέσιόν Σου θεῖον ὑμνῆσαι καί ἀφθόνως χάριν Σου δέξασθαι.
Χαίρει ἡ χορεία Σινασσιτῶν, ἔχουσα Σήν χάριν ὡς προσφύγιον ἱερόν, Μῆτερ τοῦ Ὑψίστου, καί σπεύδουσα ἐν πάσαις τοῦ βίου τρικυμίαις τῆ ἀντιλήψει Σου.
Χαρμονήν ἐμήνυσε τοῖς λαοῖς τό Γενέσιόν Σου, ἐξ ὀσφύος Ἰωακείμ καί ἐκ τῆς ἀνίμου νηδύος θείας Ἄννης, Παρθένε, σωτηρίας πάντων ἡ πρόξενος.
Εἰκών τῆς Παναγίας Σινασσιτίσσης, τιμωμένη ἀρχικῶς εἰς τήν Σινασσόν τῆς Καππαδοκίας, εἰς τόν Ναόν τῆς Παναγίας τῆς Ἀψηλῆς, κατά τό Γενέσιον τῆς Θεοτόκου, σήμερον φυλάσσεται εἰς τό ἐπ’ ὀνόματι τῆς Γεννήσεως τοῦ Τιμίου Προδρόμου οἰκογενειακόν Παρεκκλήσιον τοῦ Σωτ. Μαρσέλλου, εἰς Ρίζαν Ξυλοκάστρου Κορινθίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2010).

ΠΑΝΑΓΙΑΣ ΒΟΗΘΕΙΑΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Χίου)
Χαίροις ἡ τῆς Χίου θεία Μονή, ἡ τῆς Βασιλίδος τήν Εἰκόνα ὡς θησαυρόν ἔνδοθεν πλουτοῦσα, τήν πάνσεπτον καί θείαν, τήν ὄνομα καί χάριν οὗσαν Βοήθειαν.
Χαίροις ἡ προστάτις μοναζουσῶν, ὁδηγός καί φύλαξ τῆς Σῆς ποίμνης τῶν εὐσεβῶν, Παρθένε Παναγία, ἐνθάδε τῶν οἰκούντων, τῶν Σέ προσκαλουμένων, μόνη Βοήθεια.
Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, τήν θείαν Εἰκόνα τῆς Πανάγνου πανευλαβῶς, τήν ἀξιωθεῖσαν Μονήν ὧδαι ἱδρῦσαι, τήν Πρόμαχον τοῦ κόσμου καί τήν Βοήθειαν.
χοντες Εἰκόνα Σου τήν σεπτήν, Ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προστρέχομεν Ταύτῃ καιρῶ τῶ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Χάριν ποριζόμενοι ἀληθῆ, ἐκ τῆς Σῆς Εἰκόνος, Θεοτόκε, διά παντός, Ταύτην προσκυνοῦμεν καί Σέ ὑμνολογοῦμεν, ἡμῶν ὡς προστασίαν, πάντων Βοήθεια.

Εἰκών τῆς Παναγίας Βοηθείας φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Χίου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ κτίτορος τῆς Μονῆς, ἁγ. Ἀνθίμου τοῦ Ἀβαγιαννοῦ, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1928).

ΠΑΝΑΓΙΑΣ ΤΟΥ ΒΡΑΧΟΥ

(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Ταρσοῦ Κορινθίας)
Χαίροις ἀντιλήπτωρ θερμή Ταρσοῦ, χαίροις Κορινθίας φύλαξ, πρόμαχε καί φρουρέ, χαίροις χριστωνύμων προστάτις, Θεοτόκε, τοῦ Βράχου Παναγία, χαρίτων χείμαῤῥε.
Στήριζε τῆ ῥάβδῳ Σῶν προσευχῶν, ἐν τῆ πίστει πάντας προσιόντας τῶ Σῶ ναῶ, Κεχαριτωμένη, τοῦ Βράχου Παναγία, καί κατασπαζομένους Σοῦ τό ἐκτύπωμα.
ς ποτε διέσωσας θαυμαστῶς βρέφος καί μητέρα τήν πεσοῦσαν, Μῆτερ Θεοῦ, ἐκ τοῦ Σοῦ σπηλαίου εἰς τόν κρημνόν, Παρθένε, τοῦ Βράχου Παναγία, σῶζε Σούς πρόσφυγας.
ν τῆ πέτρᾳ στήριξον ἐντολῶν τοῦ σεπτοῦ Υἱοῦ Σου, ἐγκαλλώπισμα τοῦ Ταρσοῦ, τούς προσερχομένους, τοῦ Βράχου Παναγία, ὡς εἰς πηγήν χαρίτων τῶ θείῳ οἴκῳ Σου.
μαρ σωτηρίας χρυσοφαές, Βράχου Παναγία, ἐξανάτειλον ἐν σκιᾶ, τῶν παθῶν κειμένοις καί φώτισον τά σκότη τῶν Σοί καταφευγόντων, Θεογεννήτρια.
Λύτρωσαι τούς δούλους Σου, Ἀγαθή, χαλεπῶν κινδύνων καί ἐχθίστου ἐπιβουλῆς, χάριτί Σου θείᾳ, τοῦ Βράχου Παναγία Ταρσοῦ, ἡ τάς χορείας πάντοτε σκέπουσα.
Εἰκών τῆς Παναγίας τοῦ Βράχου ἐτιμᾶτο εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Ταρσοῦ Κορινθίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2004).

ΠΑΝΑΓΙΑΣ  ΓΛΥΚΟΦΙΛΟΥΣΗΣ
(τῆς Ἱερᾶς Μονῆς Φιλοθέου Ἁγίου Ὄρους)
Τό τῆς Φιλοθέου κλέος λαμπρόν καί Ὄρους τοῦ Ἄθω τήν κρηπίδα καί ὀφθαλμόν, τήν Γλυκοφιλοῦσα Εἰκόνα τῆς Πανάγνου, χαρᾷ καί εὐλαβείᾳ καταφιλήσωμεν.
πανυπερθαύμαστός Σου Εἰκών, ἐκ Βασιλευούσης, προανίσχουσα πρός ἡμᾶς, ὡς ἥλιος πᾶσιν ἐφαπλοῖ ἀκτῖνας θαυμάτων καί διώκει νύκτα τῆς θλίψεως.
Πάντες τήν Εἰκόνα τήν θαυμαστήν, τῆς Γλυκοφιλούσης, προσκυνήσωμεν εὐλαβῶς, ἐξ ἧς χάρις βρύει, ἐσμόν παθῶν δυσώδη διώκουσα, τῶν πίστει προσπτυσσομένων Αὐτήν.
Τούς ἀσπαζομένους Σε εὐλαβῶς, ὦ Γλυκοφιλοῦσα, διαφύλαττε ἀσινεῖς, ἐκ παντός κινδύνου καί δίδου εὐρωστίαν, ψυχῶν τε σωτηρίαν καί ἀπολύτρωσιν.
ντως πανωραία Σου ἡ Εἰκών, τῆς Γλυκοφιλούσης, Θεονύμφευτε Μαριάμ, βρύουσα θαυμάτων πλήθη τοῖς προσιοῦσιν, ἐσμόν ἀρωστημάτων ἀποδιώκουσα.
Δίδου τοῖς τιμῶσί Σου τόν ναόν τοῦτον τάς αἰτήσεις καί ἀξίωσον τῆς ζωῆς τῆς ἐπουρανίου, Γλυκοφιλοῦσα Κόρη, καί τήν περικλεῆ Σου Μονήν περίσωζε.
λεως γενοῦ μου Σοί ἐκβοᾶ, ἡ Μονή Σου αὗτη, ἡ ἐλπίζουσα ἐπί Σέ, τῇ Γλυκοφιλούσῃ Μητρί τῇ τοῦ Δεσπότου, ἥν φύλαττε καί σκέπε ἐξ ἐπηρείας δεινῶν.
Μέγα τε τεράστιον καί φρικτόν, ἐτέλεσας ὄντως, ὅτε ἔστησας τήν ὁρμήν τοῦ πυρός παμφάγου, ἐν δάσει τῆς Μονῆς Σου, διό Σέ εὐλογοῦμεν Ὀροφυλάκισσα.
Πάντες καταπλήτονται, ὦ Ἁγνή, ὁρῶντες ἐνταῦθα Σά θαυμάσια τά φρικτά, ἅπερ καθ’ ἑκάστην τελεῖς ἐν τῇ Μονῇ Σου· διό Γλυκοφιλοῦσα Σέ μεγαλύνομεν.
Δέχου τάς πρεσβείας Παμβασιλεῦ, τῆς Ἀειπαρθένου Παναχράντου Σου καί Μητρός καί τήν ποίμνην ταύτην ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζει Σε.
Εἰκών τῆς Παναγίας Γλυκοφιλούσης, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται ἀπό τῆς περιόδου τῆς Εἰκονομαχίας εἰς τήν Ἱεράν Μονήν Φιλοθέου Ἁγίου Ὄρους. Τά Μεγαλυνάρια εἶναι ποιήματα Ἰακώβου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (φωτοτυπική ἀναπαραγωγή τῆς Ἱερᾶς Μονῆς Ἁγίας Σκέπης, Πανίου Ὄρους Ἀττικῆς, 1976· περί τοῦ ὑμνογράφου δέν δίδονται στοιχεῖα, πλήν τοῦ ὀνοματός του).

ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ
(τῆς ἐν Ἁγίῳ Ὄρει Ἱερᾶς Μονῆς τοῦ Δοχειαρίου)
Γοργοϋπηκόου τήν θαυμαστήν καί σεπτήν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.
χοντες Εἰκόνα Σου τήν σεπτήν, Ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ καιρῶ τῶν τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, τῆς Σῆς, λύτρωσαι οὖν πάσης ἀνάγκης καί κινδύνου καί χεῖρα βοηθείας τάχιστα ὄρεξον.
χει μέν, Παρθένε, ὁ οὐρανός, σῶμα καί ψυχήν Σου, ἐξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν Σου Μονή Δοχειαρίου, τήν ἐπικαλουμένην Γοργοϋπήκοον.
ρόν Σου τά ὄμματα, Μαριάμ, καί ἴδε εὐσπλάχνως τούς Εἰκόνι Σου τῆ σεπτῆ παρεστῶτας, Κόρη, καί Σέ παρακαλοῦντας καί πλήρωσον αἰτήσεις τούτων, Πανύμνητε.
δοιμι, Παρθένε, ψυχορραγῶν, ἐν καιρῶ θανάτου, τήν Εἰκόνα Σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.
Εἰκών τῆς Παναγίας Γοργοϋπηκόου, εἶναι μία τῶν πλέον γνωστῶν καί θαυματουργῶν Εἰκόνων τῆς Θεομήτορος, ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθῳ, ἀλλά καί εἰς ὁλόκληρον τήν Χριστιανικήν οἰκουμένην. Πρόκειται περί τοιχογραφίας τῆς Τραπέζης τῆς Ἱερᾶς Μονῆς Δοχειαρίου Ἁγίου Ὄρους, ἀναγομένης εἰς τόν 11ον αἰ. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.

ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Μάνδρας Ἀττικῆς)
Χαῖρε τῶν Ἀγγέλων ἡ Βασιλίς, χαῖρε τῶν ἀνθρώπων καταφύγιον ἀσφαλές, χαῖρε μυστηρίον ταμεῖον ἀπορρήτων, Παρθένε Θεοτόκε, Γοργοεπήκοε.
Χαίρει ἡ Μονή Σου ἡ Ἱερά, ἔχουσα ἐν κόλποις τήν Εἰκόνα Σου τήν σεπτήν, τήν ἐκ τῶν πραγμάτων ἐπονομαζομένην, Παρθένε Θεοτόκε, Γοργοεπήκοον.
Πάντας τούς καλοῦντας Σε εὐλαβῶς, Παρθένε, προφθάνεις καί παρέχεις τοῖς ἐν δεινοῖς, τήν Σήν ὀξυτάτην βοήθειαν καί χάριν, ἐξαίρουσα κινδύνων, Γοργοεπήκοε.
Νόσους θεραπεύεις ὀδυνηράς καί τῆς ἀθυμίας ἀπελαύνεις τήν συνοχήν, τῶν καταφευγόντων τῆ σκέπῃ Σου τῆ θείᾳ καί Σέ ὑμνολογούντων, Γοργοεπήκοε.
ς λυχνίαν ἔχουσα νοητήν ἡ Μονή Σου, Κόρη, τήν Εἰκόνα Σου τήν σεπτήν, χαίρει τῆ δόξῃ καί πόλις ἡ τῆς Μάνδρας, λαμπρύνεται ἀκτίσι τῶν θαυμασίων Σου.
Γοργοεπήκοε Μαριάμ, πηγή συμπαθείας καί ἐλέους ὁ θησαυρός, δίδου τῆ ψυχῆ μου μετάνοιαν γνησίαν καί σῶσον με, Παρθένε, ἐν ὥρᾳ κρίσεως.
Εἰκών τῆς Παναγίας Γοργοϋπηκόου, προερχομένη ἐκ Σμύρνης, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Μάνδρας Ἀττικῆς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1984).

ΠΑΝΑΓΙΑΣ ΓΟΥΜΕΝΙΣΣΗΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Γουμενίσσης Κιλκίς)
Χαίρει Γουμενίσσης πᾶς ὁ λαός, ἔχων ἐν τῶ μέσῳ τήν Εἰκόνα Σου τήν σεπτήν, ἥν καί ὀνομάζει Γουμένισσαν, Παρθένε, καί ἐξ αὐτῆς λαμβάνει, χάριν καί ἔλεος.
νεσαν τήν δόξαν Σου εὐλαβῶς, ἡνίκα ἀνεῦρον τήν Εἰκόνα Σου τήν σεπτήν, τῶν πιστῶν οἱ δῆμοι, ἥνπερ βεβήλων χεῖρες ἐσύλησαν, Παρθένε, φθόνῳ τοῦ ὄφεως.
ύεται κινδύνων παντοδαπῶν καί πάσης ἀνάγκης τόν πιστόν Σου, Κόρη, λαόν, ἡ ἐκ τῆς Εἰκόνος τῆς Σῆς βλύζουσα χάρις, διό σέ Θεοτόκε, ἀεί δοξάζομεν.
Πάλαι ἀοράτως ἡ Σή Εἰκών, ἐν τῶδε τῶ τόπῳ μετηνέχθη θείᾳ ῥοπῆ, πᾶσαν εὐλογίαν καί χάριν χορηγοῦσα, Παρθένε Θεοτόκε, τοῖς Σέ δοξάζουσι.
σπερ διεφύλαξας ἀσινῆ, πάλαι τόν λαόν Σου, ἐκ παντοίων ἐπιφορῶν, οὕτω καί νῦν, Κόρη, δεινῶν ἐπερχομένων, ἀτρώτους διατήρει, τούς Σέ δοξάζοντας.
Δίδου Γουμενίσσῃ τῆ εὐσεβεῖ, τῆ πιστῶς τιμήσῃ, τήν Εἰκόνα Σου τήν σεπτήν, πᾶσαν εὐπραγίαν, εἰρήνην καί ὑγείαν, ὡς ταύτης προστασία, Κόρη Πανάχραντε.
Εἰκών τῆς Παναγίας Γουμενίσσης φυλάσσεται εἰς τό ὁμώνυμον Ἱερόν Προσκύνημα Γουμενίσσης Κιλκίς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1980).


ΠΑΝΑΓΙΑΣ ΔΕΜΕΡΛΙΩΤΙΣΣΗΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Σταυροῦ Φαρσάλων)
Τῆ ἐπισκιάσει τῆ μυστικῆ, τῆς Σῆς προμηθείας ἡ Εἰκών Σου ἡ θαυμαστή, ἅπασι παρέχει χαράν καί εὐφροσύνην, ἥν εὐλαβῶς καλοῦμεν Δεμερλιώτισσαν.
Χαῖρει Ἐλεοῦσα πᾶσα ψυχῆ, πιστῶς προσκυνοῦσα ἐν εἰκόνι τήν Σήν μορφήν, τήν δεδοξασμένην ἀΰλῳ φωταυγείᾳ καί πᾶσι χορηγοῦσαν, χάριν καί ἔλεος.
Νόσους ἀνιάτους καί χαλεπάς, Κόρη, ἐξιᾶται ἡ Εἰκών Σου ἡ ἱερά. Ὅθεν Σου τήν χάριν κηρύττομεν εὐσήμως, ὑμνοῦντές Σε Παρθένε, Δεμερλιώτισσα.
Πάσης δυσχερείας καί ἀπειλῆς, φύλαττε ἀτρώτους τῆ θερμῆ Σου ἐπισκοπῆ, Κόρη Ἐλεοῦσα, ἡμᾶς τούς ἀφορῶντας, ἐξ’ ὅλης τῆς καρδίας πρός Σέ ἑκάστοτε.
Πᾶσα Θεσσαλία μετά σπουδῆς σπεύδει, Θεοτόκε, τῶ ναῶ Σου τῶ ἱερῶ καί τήν Σήν Εἰκόνα ἐν πίστει προσκυνοῦσα, ὑμνεῖ Δεμερλιώτισσα τά Σά θαύματα.
Εἰκών τῆς Παναγίας Δεμερλιωτίσσης, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τό ὁμώνυμον Προσκύνημα Σταυροῦ Φαρσάλων. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1997).

ΠΑΝΑΓΙΑΣ ΔΙΑΣΩΖΟΥΣΗΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Πάτμου)
Χαίρει κεκτημένη ὡς θησαυρόν ἡ Πάτμος, Παρθένε, τήν Εἰκόνα Σου τήν σεπτήν, ἐξ ἧς σωτηρίαν λαμβάνοντες πλουσίαν, ταύτην καλοῦμεν Δέσποινα Διασώζουσαν.
Πάλαι ἐχαρίτωσας θαυμαστῶς, τῆ ἐπισκιάσει τῶν ἀΰλων Σου δωρεῶν, Κεχαριτωμένη, τήν θείαν Σου Εἰκόνα, ἐξ ἧς παρέχεις πᾶσι, χάριν καί ἔλεος.
ῶσιν ἡμῖν δίδου σωματικήν καί παῦσον, Παρθένε, τήν ὀδύνην τήν ψυχικήν, τῶν προσερχομένων τῆ θείᾳ Σου Εἰκόνι καί ἄφεσιν πταισμάτων πᾶσιν ἐξαίτησαι.
Σώζεις τούς τελοῦντας ἐν χαλεποῖς κινδύνοις, Παρθένε, καί λυτροῦσαι πικρῶν παθῶν καί χαράν παρέχεις καί πᾶσαν θείαν δόσιν, τοῖς δέ δοξολογοῦσιν, ὦ Διασώζουσα.
Πανταχοῦ ἡ χάρις τῆς ἱερᾶς Εἰκόνος Σου, Κόρη, ἐξελήλυθεν θαυμαστῶς καί πᾶσι παρέχει, τοῖς πέλας καί τοῖς πόῤῥω, χαράν καί σωτηρίαν, ὦ Διασώζουσα.
Χεῖρα βοηθείας δίδου ἡμῖν, λύσιν ἀνομβρίας, εὐφορίαν δέ ἐν τῆ γῆ καί ζωῆς ἀμέμπτου, εἰρήνην τε καί κτῆσιν, τοῖς πίστει προσιοῦσι Σοι, Διασώζουσα.
Εἰκών τῆς Παναγίας Διασωζούσης, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τό ὁμώνυμον Προσκύνημα τῆς Πάτμου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2003).

ΠΑΝΑΓΙΑΣ  ΕΘΝΟΦΡΟΥΡΟΥΣΗΣ
(τῆς Ἐθνικῆς Φρουρᾶς Κύπρου)
θνος διαφύλαξον καί Στρατόν, ὦ Ἐθνοφρουροῦσα, τῶν Ἑλλήνων ἐκ πειρασμῶν, θείαν χορηγοῦσα εἰρήνην Σαῖς πρεσβείαις καί τῶν ἐχθρῶν τά θράση ἐξαφανίζουσα.
Σύν χορῶ Ἁγίων παντοδαπῶν, τήν τῆς νήσου Κύπρου ἁγιάσαντι γῆν, Ἁγνή, πρέσβευε ἀπαύστως, Ἐθνοφρουροῦσα Μῆτερ, τῶ Ἀρχηγῶ εἰρήνης, ὑπέρ τῶν τέκνων Σου.
πλωσον τήν σκέπην Σου τήν σεπτήν, ἄνωθεν τῆς Κύπρου, ὡς σκιάδιον κραταιόν, ὦ Ἐθνοφρουροῦσα, ἀξιωματικούς τε καί τῆς Φρουρᾶς τούς ἄνδρας ἀεί σκεπάζουσα.
Εἰκών τῆς Παναγίας Ἐθνοφρουρούσσης φυλάσσεται εἰς τήν Ἐθνικήν Φρουράν Κύπρου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου, Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2003).

ΠΑΝΑΓΙΑΣ ΕΙΚΟΝΙΣΤΡΙΑΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Μονυδρίου Σκιάθου)
πειρος ἡ δόξα Σου πανταχοῦ, τά θαυμάσιά Σου ὑπερέχοντα πάντα νοῦν, ἔκθαμβον τό κάλλος τῆς ἱλαρᾶς μορφῆς Σου, Ἄχραντε Παναγία, ὦ Εἰκονίστρια.
Δεῦτε ἡ τελοῦντες τήν προπομπήν, τῆς σεπτῆς Εἰκόνος τῆς θεόπαιδος Μαριάμ, ταύτην προσκυνοῦντες, ἐν πίστει τε καί πόθῳ, ἀντλήσωμεν ὑγείαν, ψυχῆς καί σώματος.
χοντες, Πανάχραντε, τήν σεπτήν ταύτην Σου Εἰκόνα ἀπροσμάχητον βοηθόν, πρός αὐτήν ἐν πίστει προσφεύγοντες ἐν πάσῃ ἀνάγκῃ τε καί θλίψει, παραμυθούμεθα.
Καθαρθέντες σώματι καί ψυχῆ, ὥσπερ αἱ παρθένοι, συμπροπέμψωμεν καί ἡμεῖς, λαμπαδηφοροῦντες ἐν τῶ Αὐτῆς τεμένει, τήν τῆς Ἁγνῆς Εἰκόνα, τήν Εἰκονίστριαν.
Χάρμα τῆς Σκιάθου καί θησαυρός, Σύ ὑπάρχεις ὄντως, πολιοῦχος Εἰκών σεπτή, τῆς Ἀειπαρθένου Παιδός, ἐλπίς καί σκέπη, καταφυγή καί τεῖχος, ὦ Εἰκονίστρια.
λεως, Παρθένε, γενοῦ ἡμῖν, τοῖς Σέ Θεοτόκον καί κυρίως καί ἀληθῶς καθομολογοῦσι καί ῥῦσαι πάσης βλάβης καί νόσου καί κινδύνων καί περιστάσεων.
Εἰκών τῆς Παναγίας Εἰκονιστρίας φυλάσσεται εἰς τό ὁμώνυμον Μονύδριον Σκιάθου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ μεγάλου Ἕλληνος πεζογράφου, μακαριστοῦ Ἀλεξάνδρου Μωραϊτίδου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993).

ΠΑΝΑΓΙΑΣ ΕΙΚΟΣΙΦΟΙΝΙΣΣΗΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Παγγαίου Ὄρους)
Τήν ἀχειροποίητον καί σεπτήν Εἰκόνα, προθύμως προσκυνήσωμεν ἀδελφοί, τῆς Ἁγνῆς Παρθένου, ἀπό ψυχῆς βοῶντες χαῖρε, Θεογεννῆτορ Εἰκοσιφοίνισσα.
Τῶ Ὁσίῳ, Δέσποινα, Γερμανῶ, ὤφθης παραδόξως καί ὑπέδειξας τήν σεπτήν, Ἄχραντε, μορφήν Σου, ἐν ξύλῳ τυπωθεῖσαν ἀχειροπλάστως, Κόρη, δυνάμει κρείττονι.
Φοινικοῦν ἐκλάμπουσα πάλαι φῶς, ἡ Εἰκών Σου, Κόρη, ἐξεθάμβησε τούς πιστούς, ἧ μετ’ εὐλαβείας προσπίπτοντες βοῶμεν, χαῖρε Θεοκυῆτορ Εἰκοσιφοίνισσα.
Θαύματα Εἰκών Σου ἡ θαυμαστή ενεργεῖ, Παρθένε, τῆ θερμῆ Σου ἐπισκοπῆ, ὅθεν Σου τήν χάριν κηρύττει τήν πλουσίαν, Μακεδονία πᾶσα, Εἰκοσιφοίνισσα.
Δεῦτε οἱ νοσοῦντες καί οἱ δεινοῖς θλιβόμενοι πόνοις, τῆ Εἰκόνι τῆ θαυμαστῆ Εἰκοσιφοινίσσης, ὡς ἄν τήν θεραπείαν, ἐκ ταύτης τήν ταχείαν πίστει κομίσησθε.
Σκέπε ἀπό πάσης, Κόρη, ὀργῆς, ταῦτην τήν Μονήν Σου καί τούς σπεύδοντας ἐν αὐτῆ, φύλαττε ἀτρώτους ἐκ πάσης ἐπηρείας, πληροῦσα τάς αἰτήσεις αὐτῶν ἑκάστοτε.
Εἰκών τῆς Παναγίας Εἰκοσιφοινίσσης, κατά τήν παράδοσιν ἀχειροποίητος, συνδεομένη μετά τοῦ κτίτορος τῆς Μονῆς ὁσ. Γερμανοῦ (5ος αἰ.), φυλάσσεται εἰς τήν ὁμώνυμον Μονήν τοῦ Παγγαίου Ὄρους. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1994).

ΠΑΝΑΓΙΑΣ ΕΛΕΥΘΕΡΩΤΡΙΑΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Κοκκιναρᾶ Ἀττικῆς)
Τήν παντοβασίλισσαν Μαριάμ, τήν ἐλευθεροῦσαν ἀπό πάσης ἡμᾶς ὀργῆς καί πρός βασιλείαν εἰσάγουσαν τήν ἄνω, τήν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.
Τῆ ἐπισκιάσει Σου τῆ σεπτῆ, ὄντως ὡραιώθη ἡ Εἰκών Σου ἡ θαυμαστή καί ἐλευθερίαν δεινῶν ἀεί παρέχει, τοῖς ταῦτῃ προσιοῦσιν, Ἐλευθερώτρια.
Τούς μαστιζομένους ὑπό παθῶν καί συνεχομένους ἀσθενείαις ὀδυνηραῖς, Κόρη Παναγία, τῆ Σῆ ἐπισκάσει, ὡς Μήτηρ εὐσπλαχνίας, ἀπελευθέρωσον.
λευθερωτρίας τῆ θαυμαστῆ καί σεπτῆ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν τῶν λυπηρῶν τοῦ βίου καί θείας πληρωθῶμεν ἀγαλλιάσεως.
παντας τούς πίστει εἰλικρινῆ προστρέχοντας, Κόρη, τῆ θερμῆ Σου ἐπισκοπῆ, ἀβλαβεῖς συντήρει ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν, Παρθένε, Ἐλευθερώτρια.
Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, Ἄχραντον Παρθένον καί Ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν τήν Κεχαριτωμένην καί πάντων ἐν κινδύνοις Ἐλευθερώτριαν.
Εἰκών τῆς Παναγίας Ἐλευθερωτρίας φυλάσσεται εἰς τό ὁμώνυμον Προσκύνημα Κοκκιναρᾶ Ἀττικῆς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1988).

ΠΑΝΑΓΙΑΣ ΕΛΩΝΑΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Λεωνιδίου Κυνουρίας)
Χαῖροις, Μῆτερ Ἔλωνα θαυμαστή, Πάρνωνος προστάτις, Λακωνίας ἡ ἀρωγός, τοῦ Πραστοῦ ἀκέστορ, καταφύγιον Ἔλους καί Πελοποννησίων πάντων κραταίωμα.
Δεῦτε ἀσπασώμεθα τήν μορφήν τῆς Ἐλώνης πόθῳ, Θεοτόκου ἐν τῇ Μονῇ Ταύτης, Κυνουρίαν κοσμοῦσαν καί θαυμάτων τοῖς ῥεύμασιν Ἀρκάδων γῆν ἁγιάζουσαν.
Τήν σεπτήν μορφήν Σου Ἧν οἱ βοσκοί τῆς Βασκίνης εὗρον ηὐγασμένην θείῳ φωτί καί ἐν ἀποκρήμνῳ σπηλαίῳ κρεμμαμένην, νῦν, Ἔλωνα, ἐκ πόθου κατασπαζόμεθα.
Τήν δεδομημένην, Μῆτερ Θεοῦ, μάνδραν Σου ὁρῶντες ἐν σπηλαίῳ ὡς καλιάν, Ἔλωνα, στρουθίων, πληρούμεθα ἀφθίτου χαρᾶς καί βαθυτάτης ἀγαλλιάσεως.
Σκέπε τούς προστρέχοντας εὐλαβῶς, Ἔλωνα, Εἰκόνα προσκυνῆσαι Σήν ἱεράν καί ἀπαύστως δίδου Σέ ἀνυμνολογοῦσι, Κυρία Θεοτόκε τήν εὐλογίαν Σου.
Σύντριψον τά βέλη τοῦ πονηροῦ, ῥάβδῳ πρεσβειῶν Σου, Μῆτερ Ἔλωνα, πρός Θεόν καί Μονογενῆ Σου Υἱόν, ἐλπίς τοῦ κόσμου, Κυρία Θεοτόκε, Πάρνωνος κλέϊσμα.
Εἰκών τῆς Παναγίας Ἔλωνας, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Λεωνιδίου Κυνουρίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2003).

ΠΑΝΑΓΙΑΣ ΕΣΦΑΓΜΕΝΗΣ
(τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους)
χει τήν Εἰκόνα Σου τήν σεπτήν, τοῦ Βατοπεδίου τό σεμνεῖον ὡς θησαυρόν θεῖον, Ἐσφαγμένη, Κυρία Θεοτόκε, καί κρήνην θαυμασίων ὄντως ἀστείρευτον.
Σκότος ζοφερώτατον τῆς ὀργῆς, σκέδασον λιταῖς Σου καί ἀνάτειλον χρησαυγῆ ἥλιον εἰρήνης, Κυρία Ἐσφαγμένη, ἡμῖν τοῖς προσιοῦσι Σῶ ἐκυπώματι.
Μάνδραν περιφρούρει τήν εὐαγῆ τοῦ Βατοπεδίου, οἷαν κόσμον περικλεῆ, τήν σεπτήν πλουτοῦσαν Εἰκόνα Σου ἐν κόλποις, Παρθένε Ἐσφαγμένη, κόσμου διάσωσμα.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τήν σεπτήν Εἰκόνα Ἐσφαγμένης τῆς θαυμαστῆς, τῶν παντοίων νόσων βλυστάνουσαν ἰάσεις, ψυχῶν τε καί σωμάτων καί χάριν ἄφθονον.
Πύλας ἄνοιξόν μοι τῆς σωστικῆς μετανοίας, Κόρη, Ἐσφαγμένη θαυματουργέ, ἡ ἐκ τοῦ θανάτου τοῦ αἰωνίου πάλαι, τόν τρώσαντα βιαίως Σέ διασώσαντα.
Τρόμον ἐμποιεῖ μοι τῶ δυστυχεῖ, Ἐσφαγμένη Κόρη, τῶν αἱμάτων ἡ ἐκροή, ἐν τῆ παρειᾶ Σου καί τῆς ὀργῆς μου νέφη διώκει τά ζοφώδη, πρᾶε Μητρόθεε.
Εἰκών τῆς Παναγίας Ἐσφαγμένης εἶναι τοιχογραφία τοῦ 14ου αἰ., εὑρισκομένη εἰς τόν Νάρθηκα τοῦ Παρεκκλησίου τοῦ ἁγ. Δημητρίου, τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους. Τά Μεγαλυνάρια εἶναι τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993).

ΠΑΝΑΓΙΑΣ ΕΨΙΜΙΑΝΗΣ
(τῆς Ἱερᾶς Μονῆς Εὐαγγελισμοῦ Μητρός Ἠγαπημένου Πάτμου)
Χαίρει νῆσος Πάτμος ἡ εὐκλεής, ἔχουσα ἐν κόλποις, θαυμαστή Ἐψιμιανή, τήν σεπτήν μορφήν Σου, τήν παρ’ ἁλός ἐρήμου, τούς λίθους εὑρεθεῖσα, θεογεννήτρια.
Βρύει ἰαμάτων τάς δωρεάς, τῆ ἐπιφοιτήσει μυστικῶς, Ἐψιμιανή, χάριτος Σῆς θείας, τοῖς Σοῦ ἀσπαζομένοις, τό ἔκτυπον ἐκθύμως τό θαυματόβρυτον.
ς ἐκ τῆς μανίας τῶν πειρατῶν, ἔσωσας τήν νῆσον Πάτμου, ὦ Ἐψιμιανή, σῶσον νῦν τούς πόθῳ Σέ ἐπικαλουμένους καί πλήρου τάς αἰτήσεις τούτων ὡς εὔσπλαχνος.
Φύλαττε Μονήν Εὐαγγελισμοῦ τοῦ Ἡγαπημένου τῆς Μητρός, Ἐψιμιανή, τήν ὡς ὄλβον θεῖον κατέχουσαν ἐν κόλποις, τήν βρύουσαν ἰάσεις πᾶσιν Εἰκόναν Σου.
ς ἀρτίως ἔδειξας εὐσεβεῖ, Σόν ναόν κατ’ ὄναρ, θαυμαστή Ἐψιμιανή, οὕτω σωτηρίας ὑπόδοιξόν μοι δρόμον, ἀτίμητον τῆς νήσου Πάτμου θησαύρισμα.
Τήν σεπτήν Εἰκόν Σου, Μαριάμ, ἥκουσαν εἰς Πάτμον ξένως νῦν, Ἐψιμιανή, πάντες προσκυνοῦντες τρανῶς ὁμολογοῦμεν, ἀπείρων Σου θαυμάτων πλῆθος τό ἄμετρον.
Εἰκών τῆς Παναγίας Ἐψιμιανῆς, προερχομένη ἀπό τό ὁμώνυμον Ἐρημητήριον τῆς Πάτμου, φυλάσσεται εἰς τήν ἐν Πάτμῳ Ἱεράν Μονήν Εὐαγγελισμοῦ Μητρός Ἠγαπημένου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2002).

ΠΑΝΑΓΙΑΣ ΙΕΡΟΣΟΛΥΜΙΤΙΣΣΗΣ
(τοῦ Θεομητορικοῦ Προσκυνήματος Γεθσημανῆ Ἱεροσολύμων)
Δεῦτε ἀσπασώμεθα τήν μορφήν τῆς Ἀειπαρθένου, ποιηθεῖσαν ἄνεϋ χειρός, ἀληθῶς βροτείου ἐν Ἱεροσολύμοις καί ἔχουσαν τήν κλῆσιν αὐτῶν τήν πάνσεπτον.
Χαίροις τῆς νεότητος ποδηγός, πρός τήν σωτηρίαν καί προστάτις καί ἀρωγός, Σοί τῶν προσφευγόντων ἐν πάσαις βίου ζάλαις, Γεθσημανῆς κοσμῆτορ, πάνσεπτε Δέσποινα.
Τήν σεπτήν μορφήν Σου, ἥν τῶ φωτί περιηυγασμένην ἐν κελλίῳ Τατιανῆ τῶ αὐτῆς κατεῖδεν, ἐν πίστει προσκυνοῦμεν, Κυρία Θεοτόκε, ὡς ἀχειρότευκτον.
Σήν προσωνυμοῦσαν, Μῆτερ Θεοῦ, Ἱεροσολύμοις προσκυνοῦντες πανευλαβῶς θαυμαστήν Εἰκόνα, λαμβάνομεν ἀφθόνως, τήν ἐξ αὐτῆς τοῖς πᾶσι χάριν ἐκβλύζουσαν.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, Σήν σεπτήν Εἰκόνα ἐν τῶ τάφῳ Γεθσημανῆ, Ἱεροσολύμων λαμπράν προσωνυμίαν τήν φέρουσαν, Παρθένε Θεογεννήτρια.
Παρειμένον ἤγειρας θαυμαστῶς ἐν τῆ Βουλγαρίᾳ καί ἠνέωξας ὀφθαλμούς, ἐν αὐτῆ ἀρτίως τυφλῆς κατασπασθείσης Σόν ἔκτυπον, Παρθένε, τό ἀχειρότευκτον.
ἀχειροποίητος Εἰκών τῆς Παναγίας Ἱεροσολυμιτίσσης, ἱστορήθη μέ τρόπον θαυμαστόν τό ἔτος 1870 εἰς τήν Ρωσικήν Μονήν τῆς ἁγ. Μαγδαληνῆς Ἱεροσολύμων καί ἔκτοτε φυλάσσεται εἰς τό Προσκύνημα τοῦ Θεομητορικοῦ Τάφου εἰς Γεθσημανῆ. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2004).

ΠΑΝΑΓΙΑΣ ΤΟΥ ΚΑΖΑΝ
(τοῦ ἐν Μάνδρᾳ Ἀττικῆς Ἱεροῦ Παρεκκλησίου τῆς ὁσ. Ξένης)
Εἰκόνι Σου τῆ θείᾳ τῆ τοῦ Καζάν προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
ωσίας ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, Καζάν τήν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.
Βάρος, Παρθένε, ἐν τῆ ψυχῆ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ, Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.
Κατέχοντες, Κόρη, τῆς Σῆς μορφῆς, Εἰκόνα τήν θείαν, ἀποκειμένην ἐν τῶ σεπτῶ Ξένης Σαλῆς Παρεκκλησίῳ, αὐτῆ προσπίπτωμεν, θείᾳ Καζάνσκαγιᾳ.
Κράζωμεν εὐγνωμόνως χαῖρε Ἁγνῆ, ὅτι εὐαρεστῆσαι τῆ Εἰκόνι Σου τοῦ Καζάν, τῆ ἀποκειμένῃ Ξένης Παρεκκλησίῳ, δοξάζοντες τήν θείαν οἰκονομίαν Σου.
Μεγαλυνάριον ἕτερον (ποίημα Γεωργίου Ἀποστολάκη).
Χαίροις ἄνθος εὔοσμον τοῦ Καζάν, πάσης τε Ῥωσίας ἀγαλλίαμα καί χαρά, ἡμετέρου οἴκου ἐπίσκεψις καί σκέπη, Κυρία Θεοτόκε, σεπτή Καζάνσκαγια.
Τῆς Εἰκόνος τῆς Παναγίας τοῦ Καζάν ἀπωλεσθείσης τό ἔτος 1905, διασώζονται 70 περίπου θαυματουργά ἀντίγραφα. Μεταξύ αὐτῶν συγκαταλέγεται καί ἀντίγραφον τοῦ ἔτους 1732, Ρωσικῆς προελεύσεως (προερχόμενον ἐκ τῆς Ἐκκλησίας τῶν Κατακομβῶν), θαυμαστῷ τῷ τρόπῳ εὑρεθέν, φυλασσόμενον εἰς τό Παρεκκλήσιον τῆς ὁσ. Ξένης τῆς Ρωσίδος Μάνδρας Ἀττικῆς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Καθηγητοῦ Ἀντ. Μάρκου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2011).

ΠΑΝΑΓΙΑΣ ΚΑΝΑΛΑΣ
(τῆς ἐν νῆσῳ Κύθνῳ τῶν Κυκλάδων)
Χαῖρε, Μητροπάρθενε Μαριάμ, Δέσποινα τοῦ κόσμου καί Βασίλισσα Οὐρανῶν· χαῖρε, Παναγία Κανάλα ἐκ θαλάσσης, ἡμῖν ἐπιδοθεῖσα, δῶρον αἰώνιον.
σμασιν συμφώνως Ἀγγελικοῖς, μέλψωμεν Κανάλαν Παναγίαν ἁγνοπρεπῶς· χαῖρε ἐκβοῶντες Αὐτῇ ἐν εὐφροσύνῃ, χαρᾶς ἀτελευτήτου μέγα κειμήλιον.
άσεις σωμάτων καί τῶν ψυχῶν, Κανάλα Παρθένε, ἡ Εἰκών Σου ἡ ἱερά, βλύζει ἀενάως τοῖς πίστει προσιοῦσι· καί γάρ ἀδυνατεῖ Σοι οὐδέν, Μητρόθεε.
ητόρων πολύφθογγοι λαλιαί, ὅλως σιωπῶσι πρό τοῦ τόκου Σου, Μαριάμ· μόνη γάρ ἀνάνδρως Θεόν τόν πρό αἰώνων γεγένηκας, Κανάλα, κόσμου εἰς λύτρωσιν.
χει ὡς πολύολβον θησαυρόν, Κύθνου θεία νῆσος τήν Εἰκόνα Σου, Μαριάμ· ἔχει δέ Κανάλα ἀπόρθητον ὡς τεῖχος, πρεσβείας μητρικαῖς Σου, κτίσις ἡ σύμπασα.
Νεῖλος ὥσπερ ἄλλος ἐπί τῆς γῆς ὤφθης, ὦ Κανάλα Παναγία, παναληθῶς· χάριν ἀκενώτως προχέουσα θαυμάτων, ψυχάς τε τηκομένων θείως εὐφραίνουσα.
ψος παρθενίας Σου ἐκπλαγείς, Ἄγγελος, Παρθένε, ὁ θεόσταλτος Γαβριήλ, χαῖρε Σοι ἐφώνει, Ἁγνή εὐλογημένη· καί πάντες Σοι, Κανάλα, χάριτας ἄδομεν.
Μύρῳ τῷ ἁγίῳ καί νοητῷ, ἔχρισε Πατήρ Σε τῶν ἁπάντων καί Βασιλεύς, Πνεῦμα Ἅγιον Σοι, Κανάλα, καταπέμψας, Υἱοῦ Αὐτοῦ καί Λόγου Μήτηρ γενέσθαι Σε.
Φάλαγγας δαιμόνων τυραννικάς ἤσχυνας, Κανάλα Παναγία, νικητικῶς, κόσμῳ ὡς τεκοῦσα Θεόν, Σταυροῦ τό πάθει, συντρίψαντα τοῦ Ἅδου πᾶσαν τήν δύναμιν.
λθον ἀπωλείας εἰς τόν βυθόν, ὅλως καταιγίς με ἐκταράττει τῶν λυπηρῶν· χεῖρα μοι παράσχου, Κανάλα Παναγία, τῆς Σῆς ἐπιστασίας, ὡς εὐσυμπάθητος.
νω τῶν Ἀγγέλων αἱ στρατιαί, κάτω τῶν ἀνθρώπων, Παναγία, αἱ πατριαί, ἄδουσι, Κανάλα, Μυστήριον τό μέγα, φρικτῆς οἰκονομίας ἥν ἐπετέλεσας.
Νύκτα τήν βαθεῖαν καί ἀφεγγεῖ, ὅλως τῷ φωτί Σου διασκέδασας τῷ λαμπρῷ, Ἥλιον τεκοῦσα τόν ἄδυτον τῷ κόσμῳ, Χριστόν, Κανάλα Κόρη, κόσμον αὐγάζοντα.
σσώπῳ τῶν θείων Σου πρεσβειῶν, πλῦνον με τοῦ ῥύπου, δυσμορφίας τε τῶν παθῶν, ὅπως τῷ Υἱῷ Σου ὀφθῶ κεκαθαρμένος, Κανάλα Παναγία, ἐν ὧρᾳ Κρίσεως.
Μάννα τό οὐράνιον νοητῶς δίδως, Παναγία, ὦ Κανάλα, πᾶσι βροτοῖς· ἄρτον ὡς τεκοῦσα ζωῆς τῆς αἰωνίου, Χριστόν τροφήν τῇ κτίσει πάσῃ παρέχοντα.
Φεῖσαι Κλήρου, Κόρη, καί τοῦ λαοῦ, τοῦ ἐν ἁμαρτίαις περιπίπτοντος χαλεπαῖς· χεῖρας τῷ υἱῷ Σου, Κανάλα Παναγία, ἀνάγουσα καί Τοῦτον ἵλεων ποίησον.
Εὔας παρηκόου τήν ὀφειλήν, ἔλυσας, Παρθένε, εὐπειθείᾳ Σου πρός Θεόν, πᾶσαν δέ πικρίαν αὐχμοῦ πολυθεΐας μετέτρεψας, Κανάλα, δρόσον εἰς πάντερπνον.
δάτων ἐν μέσῳ ἡ Σή Εἰκών, τῆς Κύθνου εὑρέθη, ὦ Κανάλα, ξενοπρεπῶς· ὕδωρ σωτηρίας πηγάζουσα ἀφθόνως καί βλύζουσα θαυμάτων χάριν γλυκύῤῥοον.
Τόμον εἰς αἰώνιον τῆς ζωῆς γράψον, ὦ Κανάλα Παναγία, Σούς ὑμνητάς· Μήτηρ γάρ ὑπάρχεις Θεοῦ τοῦ κυβερνῶντος, πανσόφῳ ἐξουσίᾳ κόσμον ὅν ἔπλασεν.
θνος τῶν Ἑλλήνων τό ἱερόν φύλαττε, Κανάλα Παναγία, ταῖς Σαῖς λιταῖς· φρούρει δέ καί σκέπε ἀεί τήν οἰκουμένην, παρέχουσα εἰρήνην καί μέγα ἔλεος.
Εἰκών τῆς Παναγίας Κανάλας, φυλάσσεται ἐν τῇ νήσῳ Κύθνῳ τῶν Κυκλάδων. Τά Μεγαλυνάρια (ὧν ἡ ἀκροστιχίς «Χαῖρε Νύμφη Ἀνύμφευτε»), εἶναι ποιήματα τῆς Γεροντίσσης Ἰσιδώρας, Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ἁγ. Ἱεροθέου Μεγάρων, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος, πρός τιμήν τοῦ ἐν Ἐλευσῖνι Ἀττικῆς ἀντιγράφου Αὐτῆς.

ΠΑΝΑΓΙΑΣ ΚΕΡΝΙΤΣΗΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Γορτυνίας Ἀρκαδίας)
Τήν σεπτήν Εἰκόνα καί θαυμαστήν τῆς ἁγνῆς Κερνίτσης, προσκυνήσωμεν εὐλαβῶς καί ἐν κατανύξει βοήσωμεν, Παρθένε, ἡμῶν προστάτις πέλεις, φύλαξ καί πρόμαχος.
Χαίρει καί ἀγάλλεται ἡ σεπτή, τῆς Κερνίτσης μάνδρα, ὡς ἀσύλητον θησαυρόν ἔχουσα Εἰκόνα τήν Σήν, Θεογεννῆτορ, τήν βρύουσαν ἀφθόνως πᾶσιν ἰάματα.
ξ ἀλωπεκίας ὑπερφυῶς ἐλυτρώσω νέον, θαυματόβρυτε Μαριάμ, ἀγλαή Κερνίτσα, τόν προσκυνήσαντά Σου ἐκτύπωμα τό θεῖον καί πανσεβάσμιον.
σπερ πάλαι ἔσωσας θαυμαστῶς, κτίστην τῆς Σῆς μάνδρας, τόν πεσόντα εἰς τόν κρημνόν, σῶσον ἐκ θανάτου τοῦ αἰωνίου πάντας, Κερνίτσα Θεοτόκε, τούς προσκυνοῦντας Σε.
χει Σε προστάτιν καί ἀρωγόν, Γορτυνία πᾶσα καί Μονή Σου ἡ ἱερά, φύλακα καί ῥύστιν ἐκ συμφορῶν παντοίων, Κερνίτσα Θεοτόκε, Μῆτερ Ἀνύμφευτε.
Πλήρου τάς αἰτήσεις διά παντός, τῶν ἀσπαζομένων Σήν Εἰνόνα τήν ἱεράν, Κεχαριτωμένη, Κερνίτσα Παναγία, καί ἀνυμνούντων πλῆθος τῶν θαυμασίων Σου.
Εἰκών τῆς Παναγίας Κερνίτσης, φυλάσσεται εἰς τήν παρά τήν Γορτυνίαν τῆς Ἀρκαδίας ὁμώνυμον Ἱεράν Μονήν. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2000).

ΠΑΝΑΓΙΑΣ ΚΕΧΑΡΙΤΩΜΕΝΗΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Ἡσυχαστηρίου Τροιζηνίας)
Κεχαριτωμένη Μῆτερ ἡμῶν, ἴασαι καρδίαν λογχευθεῖσαν ἐν πειρασμοῖς, αἱμάσσουσαν πόνοις καί συμφοραῖς ποικίλαις καί πίστει αἰτουμένην τήν θείαν σκέπην Σου.
Πάντων θλιβομένων ἡ χαρμονή καί τῶν δυστυχούντων καταφύγιον ἀσφαλές, τήν ἐμήν καρδίαν, ἐν ζάλαις ποντουμένην, ἀνάστησον, Παρθένε, ταῖς ἱκεσίαις Σου.
Δός μοι προστασίαν ἐν συμφοραῖς, παῦσον διαβόλου ἐπιθέσεις καί πειρασμούς, πράϋνον τά πάθη, γαλήνευσον καρδίαν, στερέωσον τήν πίστιν, ὦ Παντευλόγητε.
Φώτισον τόν νοῦν μου, Μῆτερ Θεοῦ, τόν ἐσκοτισμένον ἐν ταῖς ζάλαις τῶν πειρασμῶν, κράτυνον καρδίαν, ἐν πόνοις πεπτωκυῖαν καί δός μοι ἐν τῶ βίῳ, κρουνούς τῆς χάριτος.
Σκέπασον ψυχήν μου τήν ταπεινήν, μή μόνην ἀνεύρῃ ἀσθενοῦσαν ὁ δολερός. Συμμάχησον πολέμῳ, ὦ Κεχαριτωμένη, καί δίωξον λιταῖς Σου, τούς πολεμοῦντας με.
Μέγα Σύ προπύργιον τῶν πιστῶν ὑπάρχεις, Παρθένε, καί χαράκωμα ἀσφαλές, τῶν καταφευγόντων ἐν συντριβῆ καρδίας, τῶ θρόνῳ τοῦ Υἱοῦ Σου καί Λυτρωτοῦ ἡμῶν.
Εἰκών τῆς Παναγίας Κεχαριτωμένης ἀποθησαύρισται εἰς τό ὁμώνυμον ἐν Τροιζῆνι Ἱερόν Ἡσυχαστήριον. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1995).

ΠΑΝΑΓΙΑΣ ΚΟΡΥΦΙΩΤΙΣΣΗΣ
(τῆς ἐν Καμαρίῳ Κορινθίας ὁμωνύμου Ἱερᾶς Μονῆς)
Εἰκόνι Σου τῆ θείᾳ τῆς Κορυφῆς προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
λλάδος ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, τῆς Κορυφιωτίσσης Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Ἀειπαρθένου λαμπρόν ἐκτύπωμα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.
Βάρος, Παρθένε, ἐν τῆ ψυχῆ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ, Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.
Εἰκών τῆς Παναγίας Κορυφιωτίσσης, φυλάσσεται εἰς τήν ἐν Καμαρίῳ Κορινθίας ὁμώνυμον Ἱεράν Μονήν. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Καθηγητοῦ Ἀντωνίου Μάρκου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2011).

ΠΑΝΑΓΙΑΣ ΚΟΣΜΟΣΩΤΕΙΡΑΣ
(τοῦ ὁμωνύμου Ναοῦ Φερῶν Ἀλεξανδρουπόλεως)
Χαῖρε Κοσμοσώτειρα Μαριάμ, γέφυρα τοῦ κόσμου ἡ βεβαία καί ἀσφαλής κλίμαξ ἡ ἑνοῦσα τήν γῆν τοῖς οὐρανίοις, λιμήν τῆς σωτηρίας ὁ ἀκλυδώνιστος.
μισθον Σέ ἔχομεν ἰατρόν, λύουσαν τάς νόσους τῶν σωμάτων καί τῶν ψυχῶν καί τήν εὐρωστίαν παρέχουσα τοῖς πᾶσιν, ἀφθόνως καθ’ ἑκάστην, ὦ Κοσμοσώτειρα.
δωμεν καρδίας τοῖς ὀφθαλμοῖς, τήν εὐλογημένην Κοσμοσώτειρα Μαριάμ, ταύτης τε ὡς δοῦλοι φωνῆ συντετριμμένῃ, τήν θείαν συμμαχίαν ἐξαιτησώμεθα.
όδον τῆς ἀγνείας σεμνοπρεπές, ἄνθος παρθενίας εὐωδέστατον καί τερπνόν, κρίνον τῆς μητρῶας καί θείας εὐκοσμίας, Σύ εἶ ἐν ἁρμονίᾳ, ὦ Κοσμοσώτειρα.
λεος χρηστότητος συμπαθοῦς, δίδου φιλοστόργως, Κοσμοσώτειρα Μαριάμ, καί τόν μέγαν πλοῦτον τῆς Σῆς ἀγαθωσύνης, Θεοῦ τοῦ Φιλανθρώπου Μήτηρ ὡς εὔσπλαχνος.
Δίκαιοι σκιρτῶσι πνευματικῶς, χαίρουσι Προφῆται καί εὐφραίνονται Βασιλεῖς, πόθῳ οἱ πιστοί τε ἀγάλλονται συμφώνως, τῆ θείᾳ ἑορτῆ Σου, ὧ Κοσμοσώτειρα.
παρον τάς χεῖρας Σου πρός Θεόν, Τοῦτον δυσωποῦσα, Κοσμοσώτειρα, μητρικῶς, ἄφεσιν τοῦ δοῦναι ἡμῖν παραπτωμάτων καί χάριν σωτηρίας ἐξιλαστήριον.
Σκέπε Κοσμοσώτειρα ἀγαθή, κλῆρον καί λαόν Σου, ἐξ ἐνέδρας δαιμονικῆς, φύλαττε ἀτρώτους ἐκ βλάβης καί κινδύνων, τούς πίστει Σου ὑμνοῦντας τό μέγα ὄνομα.
Πύργον Κοσμοσώτειρα ὑψηλόν, τεῖχος ἀσφαλείας καί ἀπόρθητον ὀχυρόν, ἔχομεν τήν σκέπην τήν Σήν καί συμμαχίαν, διό οὐ δειλιώμεν ἐν περιστάσιν.
λῃ μου καρδίᾳ Σέ προσφωνῶ, ὅλῃ μου προθέσει καί ἐξ ὅλης μου τῆς ψυχῆς, Σέ ἐπικαλοῦμαι ἐν πάσῃ μου ἀνάγκῃ, βοῶν ἐλέησόν με, ὦ Κοσμοσώτειρα.
δωμεν τήν χάριν τήν πολλαπλῆν, ἥν ἡμῖν δωρεῖται ἐν ἐλέει καί οἰκτιρμοῖς, ἀφθονοπαρόχως χειρί συμπαθεστάτῃ, ἡ Μήτηρ τοῦ Κυρίου ἡ Κοσμοσώτειρα.
Νάρδος ὡς τιμία καί πειστική, μῦρον ἀποστάζεις, Κοσμοσώτειρα, ἐκλεκτόν, τῆς ἐπουρανίου καί θείας χαρμοσύνης καί λύπης ἐκδιώκεις πᾶσαν κατήφειαν.
κουε καί πρόσχες μου τῆ φωνῆ, τῆς δεήσεώς μου, Κοσμοσώτειρα, εὐμενῶς, δίδου μοι τήν χάριν τῆς Σῆς ἐπιστασίας καί σκέπε με φύλαξ κόσμου ἀκοίμητος.
Εἰκών τῆς Παναγίας Κοσμοσώτειρας τιμᾶται εἰς τόν ὁμώνυμον Βυζαντινόν Ναόν Φερῶν Ἀλεξανδρουπόλεως. Τά Μεγαλυνάρια (ὧν ἡ ἀκροστιχίς «Χαῖρε Δέσποινα»), εἶναι ποιήματα τῆς Μοναχῆς Ἰσιδώρας, Καθηγουμένης τῆς Ἱ. Μ. ἁγ. Ἱεροθέου Μεγάρων, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.

ΠΑΝΑΓΙΑΣ ΤΟΥ ΚΟΥΡΣΚ
(τοῦ ἐν Νέᾳ Ὑόρκῃ Ρωσικοῦ Καθεδρικοῦ Ναοῦ)
Εἰκόνι Σου τῆ θείᾳ τῆ ἐκ τοῦ Κούρσκ προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
ωσίας ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, τοῦ Κούρσκ τήν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.
Βάρος, Παρθένε, ἐν τῆ ψυχῆ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ, Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.
Εἰκών τῆς Παναγίας τοῦ Κούρσκ, ἐνώπιον τῆς ὁποίας ἐθεραπεύθη εἰς παιδικήν ἡλικίαν ὁ ὅσ. Σεραφείμ τοῦ Σάρωφ, φυλάσσεται εἰς τόν ἐν Νέᾳ Ὑόρκῃ Καθεδρικόν Ναόν τῆς Ρωσικῆς Ἐκκλησίας τῆς Διασπορᾶς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Καθηγητοῦ Ἀντωνίου Μάρκου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2011).

ΠΑΝΑΓΙΑΣ ΚΡΑΝΙΩΤΙΣΣΗΣ - ΦΑΝΑΡΙΩΤΙΣΣΗΣ
(τῆς Κοινότητος Κρανιᾶς Πετρίλου Ἀγράφων)
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, Εἰκόνα ἁγίαν Κρανιωτίσσης θαυματουργοῦ, ἐν Ἀγράφων τόπῳ ἐλθοῦσαν παραδόξως καί χάριν τοῖς τιμῶσι αὐτήν προσφέρουσαν.
Τῆ ἐκ Φαναρίου εἰς Κρανιάν, θαυμαστῶς ἐλθούσῃ, Θεομήτορος Μαριάμ, Εἰκόνι τῆ θείᾳ, πηγῆ πλείστων θαυμάτων, προσπέσωμεν ἐν πίστει καί προσκυνήσωμεν.
Χάριν ἀναβλύζει σεπτή Εἰκών, τῆς Φαναριωτίσσης καί πηγάζει τοῖς εὐλαβῶς κατασπαζομένοις, θαυμάτων θεία ρεῖθρα καί ῥῶσιν ἀσθενοῦσιν, ἡ Θεοδόξαστος.
Οἱ ἐν ἀσθενείαις καί πειρασμοῖς, θλίψεσι καί πόνοις, ἀντιδίκου δέ ταῖς βολαῖς πυρούμενοι, Μῆτερ, αἰτούμεθα λιταῖς Σου, πρός Σόν Υἱόν καί Κτίστην λυτροῦσθαι, Ἄνασσα.
Εἰρήνην παράσχου τήν ποθητήν καί γαλήνην, Μῆτερ, ἀναφαίρετον τοῦ Χριστοῦ, πᾶσι τοῖς τιμῶσι καί πίστει προσκυνοῦσιν, Εἰκόνα Σου τήν θείαν καί θαυματόβρυτον.
Παῦσον τοῦ πολέμου τήν συμφοράν καί τῆς ἁμαρτίας τήν θανάσιμον ἀπειλήν, δίωξον, Παρθένε, αἱρετικῶν τά στίφη καί Ὀρθοδόξων γένος περιχαράκωσον.
Εἰκών τῆς Παναγίας Κρανιωτίσσης - Φαναριωτίσσης, προερχομένη ἀπό τό Φανάριον Καρδίτσης, φυλάσσεται εἰς Κρανιᾶν Πετρίλου Ἀγράφων. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1996).

ΠΑΝΑΓΙΑΣ ΚΡΕΜΑΣΤΗΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Πύργου Ἠλείας)
Χαῖρει, Θεοτόκε, ἡ Σή Μονῆ, ἔχουσα ἐν κόλποις τήν Εἰκόνα Σου τήν σεπτήν, ὡς στηλογραφίαν τῆς θείας Σου εὐνοίας καί ταύτῃ καθ’ ἑκάστην προστρέχει, Ἄχραντε.
Πάλαι ἐν σπηλαίῳ ἡ Σή Εἰκών, Παρθένε, κρυβεῖσα, πεφανέρωτι ἐν φωτί, τοῖς πιστοῖς ποιμέσι, διώκουσα τόν ζόφον, παθῶν καί νοσημάτων ἡμῶν ἑκάστοτε.
ς αἰωρουμένην θείᾳ ροπῆ, εἶδον οἱ ποιμένες τήν Εἰκόνα Σου τήν σεπτήν, Κρεμαστήν προσφόρως αὐτήν, Θεογεννήτορ, ὠνόμασαν ὑμνοῦντες τά μεγαλεῖα Σου.
Βρύει ἰαμάτων τάς δωρεάς, τῆ ἐπιφοιτήσει τῆς Σῆς χάριτος μυστικῶς, ἡ σεπτή Εἰκών Σου, Ἁγνή Θεογεννῆτορ, καί πάντων τάς αἰτήσεις πληροῖ ἑκάστοτε.
Πυρός καταπαύει τήν ἀπειλήν, δαίμονας ἐλαύνει, ἡ Εἰκών Σου ἡ θαυμαστή καί τάς στειρευούσας, εὐτέκνους ποιεῖ, Κόρη, διό ὑμνολογοῦμεν τά Σά θαυμάσια.
Φύλαττε καί σκέπε τήν Σήν Μονήν, πάσης δυσχερείας καί στενώσεως, Κρεμαστή, καί τοῖς προσιοῦσι τῆ θείᾳ Σου Εἰκόνι, δίδου ἀεί Παρθένε, χάριν καί ἔλεος.
Εἰκών τῆς Παναγίας Κρεμαστῆς, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Πύργου Ἠλείας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1995).

ΠΑΝΑΓΙΑΣ ΚΥΡΙΑΣ ΤΩΝ ΞΕΝΩΝ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Τήνου)
Χάριν ἀναβλύζει σεπτή Εἰκών, τῆς Κυρίας τῶν Ξένων καί πηγάζει τοῖς εὐλαβῶς, κατασπαζομένοις θαυμάτων θεῖα ῥεῖθρα καί ῥῶσιν ἀσθενοῦσιν, ὡς χάριν ἔχουσα.
Πάντες εὐφημήσωμεν εὐλαβῶς, Μονῆς Κυρᾶς Ξένης τήν προστάτιδα καί φρουρόν, τήν προσκυνουμένην ἐν τῆ σεπτῆ Εἰκόνι, ὡς τέξασαν ἐν κόσμῳ Χριστόν τόν Κύριον.
Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, Εἰκόνα Κυρίας, θαυματόβρυτον καί σεπτήν, τήν φυλασσομένην ἐν τῆ Μονῆ τῆς Τήνου καί πᾶσι χορηγοῦσαν χάριν ἰάσεων.
Εἰρήνην παράσχου πᾶσιν ἡμῖν καί γαλήνην, Κόρη, ἀναφαίρετον τοῦ Χριστοῦ, τοῖς πόθῳ τιμῶσι καί πίστει προσκυνοῦσιν, Εἰκόνα Σου τήν θείαν καί θαυματόβρυτον.
Φύλαττε καί σκέπε τήν Σήν Μονήν, τήν πιστῶς τιμῶσαν Σήν Εἰκόνα τήν θαυμαστήν, ὦ ξένων Κυρία, πιστῶν πάντων προστάτις, καί δώρησαι εἰρήνην τῶ κόσμῳ ἅπαντι.
Οἱ ἐν ἀσθενείαις καί πειρασμοῖς, θλίψεσι καί πόνοις, τῆς θαλάσσης δέ συμφοραῖς πυρούμενοι, Μῆτερ, αἰτούμεθα λιταῖς Σου πρός Σόν Υἱόν καί Κτίστην σωθῆναι, Δέσποινα.
Εἰκών τῆς Παναγίας Κυρίας τῶν Ξένων φυλάσσεται εἰς τήν Μονήν «τῆς Κυρᾶς Ξένης» Τήνου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2005).

ΠΑΝΑΓΙΑΣ ΛΕΧΩΒΙΤΙΣΣΗΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Λεχώβης Κορινθίας)
Πάντες ἀνυμνήσωμεν οἱ πιστοί, Μονῆς τῆς Λεχώβης, τήν προστάτιν τε καί φρουρόν, τήν προσκυνουμένην ἐν τῆ σεπτῆ Εἰκόνι, ὡς μόνην Θεοτόκον, κόσμου μεσίτριαν.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, Εἰκόνα ἁγίαν, θαυματόβρυτον καί σεπτήν, τήν φυλασσομένην ἐν τῆ Μονῆ Λεχώβης, καί πᾶσι χορηγοῦσαν, χάριν σωτήριον.
Οἱ ἐν ἀσθενείαις καί συμφοραῖς, ποικίλαις ἀνάγκαις, διαφόροις δέ πειρασμοῖς, πρός τήν Θεοτόκον προσπέσωμεν αἰτοῦντες, Αὐτῆς τήν μεσιτείαν πρός τόν θεάνθρωπον.
Φύλαττε καί σκέπε τήν Σήν Μονήν, τήν πιστῶς τιμῶσαν, τήν Εἰκόνα Σου τήν σεπτήν, ὦ Λέχωβα Μήτερ, πιστῶν πάντων ἡ σκέπη, καί δώρησαι εἰρήνην καί ἀπολύτρωσιν.
Δός μοι Λεχωβίτισσα τοῦ Χριστοῦ, σωτήριον χάριν, πρός μετάνοιαν ἀληθῆ, καί ἄνοιξον Μῆτερ κρουνούς θείων δακρύων, ὡς τέξασα Σωτῆρα βροτῶν, Πανάμωμε.
Μεσίτευσον, Κόρη, τῶ Σῶ Υἱῶ, τήν τοῦ Παραδείσου πανευφρόσυνον ἡδονήν, δωρήσασθαι πᾶσι τοῖς πόθῳ προσκυνοῦσιν, Εἰκόνα Σου τήν θείαν καί χαριτόβρυτον.
Εἰκών τῆς Παναγίας Λεχωβιτίσσης, ἔργον τοῦ 17ου αἰ., φυλάσσεται εἰς τήν Ἱεράν Μονήν Λεχώβης Κορινθίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1995).

 ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΛΙΜΝΙΑΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Ναοῦ Λίμνης Εὐβοίας)
κε ξενοτρόπως ἡ Σή Εἰκών, ἐν τῆ Λίμνῃ πάλαι, προσκυνούσῃ Αὐτήν πιστῶς καί ἐν δίναις βίου ἀεί καταφευγούσῃ, τῆ θείᾳ χάριτί Σου, Θεογεννήτρια.
Χαίροις, ἐκ μανίας τῶν δυναστῶν ἡ λυτρωσαμένη ἄρτι Λίμνης πιστόν λαόν, Κεχαριτωμένη, Γλυκοφιλοῦσα Μῆτερ, ἡ Λιμνιά τήν κλῆσιν ἔχουσα, Πάνσεμνε.
Σκέπε Λίμνης πόλιν πάσης ὀργῆς καί μανίας πλάνου, τήν κυκλοῦσαν πανευλαβῶς Σήν, Γλυκοφιλοῦσα, θαυματουργόν Εἰκόνα, τήν βρύουσαν ἀφθόνως ῥεῖθρα ἰάσεων.
Πρόσδεξαι τούς ὕμνους Σῶν οἰκετῶν, οὕς ἐν τῶ Ναῶ Σου Σοί προσφέρομεν, Μαριάμ, καί τήν θείαν χάριν κατάπεμψον Σοῦ τόκου, ἁγνή Γλυκοφιλοῦσα, κόσμου προσφύγιον.
χει ὥσπερ γέρας περιφανές, Σοῦ, Γλυκοφιλοῦσα, τήν Εἰκόνα τήν θαυμαστήν, ἥν ἀπό τοῦ πλοίου ὁ ναύκληρος κατεῖδεν ἐν τῆ θαλάσσῃ Λίμνης, Θεοχαρίτωτε.
Πίστει λιτανεύει τήν Σήν μορφήν, ὁ λαός τῆς Λίμνης καί λαμβάνει ἁγιασμόν, λύτρωσιν καί ῥῶσιν ἀεί, Γλυκοφιλοῦσα, ἐκ ταύτης ὡς ἐκ κρήνης θείας, Μητρόθεε.
Εἰκών τῆς Γλυκοφιλούσης Παναγίας τῆς Λιμνιᾶς, εὑρεθεῖσα εἰς τήν θάλασσαν ἔν ἔτει 1570, φυλάσσεται εἰς τόν ὁμώνυμον Ἱερόν Ναόν Λίμνης Εὐβοίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2000).

ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΕΓΑΛΗΣ
(τοῦ ὁμωνύμου Ναοῦ τῶν Θηβῶν)
χουσα εἰκόνα Σου τήν σεπτήν, πόλις τῶν Θηβαίων, ἐν Κυρίῳ σεμνοπρεπῶς, χαίρει καί καυχᾶται, Μεγάλη Παναγία καί ταύτης κατά χρέος, ὑμνεῖ τά θαύματα.
Τῆς Σῆς γλυκυτάτης μορφῆς εἰκών, ὁ Εὐαγγελίου συγγραφεύς τε καί ἰατρός, ὁ Λουκᾶς ἐνθέως, ὁμοῦ τε καί ἐντέχνως, Μεγάλην Παναγίαν, ταύτην ἱστόρησεν.
γία Παρθένε θαυματουργέ, τῶν νενοσηκότων καί πασχόντων πολυειδῶς, λῦσον τάς ὀδύνας καί δός αὐτοῖς ὑγείαν, τῆ θείᾳ ἀρωγῆ Σου καί ταῖς πρεσβείαις Σου.
δάς Σοι προσάγομεν εὐσεβῶς, Πανάμωμε Κόρη, ἀνυμνοῦντες Σου τήν σεπτήν καί λαμπράν εἰκόνα, τήν ἐπικαλουμένην Μεγάλην Παναγίαν, Θηβῶν τό σέμνωμα.
Πέμπει τάς ἀκτίνας ἡ Σή εἰκών, τῆς παρηγορίας, ἐπί πάντας τούς γηγενεῖς, τούς ἀσπαζομένους ἐν πίστει, Μῆτερ, ταύτην, Μεγάλη Παναγία, ἀειμακάριστε.
Τῶν Θηβῶν ὑπάρχεις ἡ καλλονή, Βοιωτίας πάσης, ἐγκαλλώπισμα ἱερόν καί τῆς Ἐκκλησίας, σημεῖον τῆς ἐλπίδος, Μεγάλη Παναγία, εἰκών πανθαύμαστε.
Μακαρίζομέν Σου τήν δεξιάν, Λουκᾶ θεηγόρε, δι’ ἧς ἔχομεν οἱ πιστοί, τάς τοῦ Θεοῦ Λόγου, διττάς ἁγίας πλάκας καί τήν σεπτήν εἰκόνα τῆς Θεομήτορος.
Εἰκών τῆς Μεγάλης Παναγίας, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τόν ὁμώνυμον Ναόν τῶν Θηβῶν. Τά Μεγαλυνάρια εἶναι ποίηματα τοῦ Σεβ. Μητροπ. Ἐδέσσης κ. Ἰωήλ (Φραγκάκου), ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2004).

ΠΑΝΑΓΙΑΣ ΜΥΡΟΒΛΥΤΙΣΣΗΣ
(τῆς Ἱερᾶς Μονῆς ἁγ. Ἀθανασίου Πουλίτσης Κορινθίας)
Τῆ ἐπισκιάσει Σου τῆ σεπτῆ, μύρον ἀναβλύζει ἡ Εἰκών Σου ἡ ἱερά, οὗ τῆ λήψει, Κόρη, λυτρούμεθα κινδύνων καί πάσης ἀσθενείας ἀπαλλαττόμεθα.
φθη μυροβόλος νεύσει τῆ Σῆ, ἡ Εἰκών Σου Κόρη Ἐλεοῦσα ἐν τῆ Μονῆ, ἧ μετ’ εὐλαβείας, Παρθένε, προσιόντες, ὀσμῆς ἐπουρανίου πίστει πληρούμεθα.
Λύει τῆς στειρώσεως τά δεσμά τό μύρον Σου, Κόρη, λαμβανόμενον εὐλαβῶς. Ὅθεν Σου τήν χάριν κηρύττομεν τοῖς πᾶσι καί τά πολλά Σου θαύματα μεγαλύνομεν.
ῶσιν καί ὑγείαν νέμει ἡμῖν τό μύρον Σου, Κόρη, καί κινδύνων ἀπαλλαγήν καί καρκίνου πάθος τό χαλεπόν ἰᾶται, διό Σε Μυροβλύτισσα μεγαλύνομεν.
Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Μυροβλυτίσσης τήν Εἰκόνα τήν σεπτήν, ἵνα πληρωθῶμεν ὀσμῆς ἐπουρανίου καί πάσης δυσωδίας θᾶττον ῥυσθείημεν.
χει ὁ Ναός Σου ἐν τῆ Μονῆ, προπύργιον μέγα τήν Εἰκόνα Σου τήν σεπτήν, ἐκβλύζουσα μύρον εὐῶδες, Θεοτόκε, διό καί μεγαλύνει ἀεί τήν δόξαν Σου.
Εἰκών τῆς Παναγίας Μυροβλυτίσσης φυλάσσεται εἰς τήν Ἱεράν Μονήν ἁγ. Ἀθανασίου Πουλίτσης Κορινθίας. Τά Μεγαλυνάρια ἐλήφθησαν ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (ἐκδόσεως Ἀρχιμανδρίτου Παντελεήμονος ΠΟΥΛΟΥ, 2005).


ΠΑΝΑΓΙΑΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΗΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Κυθήρων)
Χαίροις, τῶν Κυθήρων ἡ ἀρωγός καί καύχημα μέγα καί γλυκεῖα καταφυγή. Χαίροις, Ὀρθοδόξων ταχεῖα προστασία, εὐλογημένη Κόρη Μυρτιδιώτισσα.
Πάλαι ὡς ἀνεῦρε τῆ Σῆ ὀμφῆ, ἐν κλάδοις μυρσίνης τήν Εἰκόνα Σου τήν σεπτήν ὁ ποιμήν, Παρθένε, ἐν εὐφροσύνῃ θείᾳ, αὐτήν Μυρτιδιώτισσαν ἐπωνόμασε.
Νόσους θεραπεύεις τάς χαλεπάς, κεραυνούς διώκεις, ἀνομβρίαν λύεις δεινήν, ὡς ὄντως μεγίστη ἡ δόξα καί ἡ χάρις καί ἡ σεπτή Σου κλῆσις, Μυρτιδιώτισσα.
φθη ἰατρεῖον πνευματικόν, ὁ ἐν Μυρτιδίοις θεῖος οἶκός Σου καί σεπτός, ψυχῶν γάρ ἰᾶται καί τῶν σωμάτων πάθη, τῆ Σῆ ἐπιστασίᾳ, Μυρτιδιώτισσα.
παντας προφθάνεις ὡς συμπαθής, τούς ἐν τοῖς κινδύνοις καί τούς πέλας καί τούς μακράν καί τούτοις παρέχεις βοήθειαν ταχεῖαν, ὑμνοῦντας Σου τήν χάριν, Μυρτιδιώτισσα.
Τούς ἐξαιτουμένους ἀπό ψυχῆς, τῆς Σῆς Θεοτόκε, ἀντιλήψεως τήν ἰσχύν, σῶζε πάσης βλάβης καί πάσης δυσχερείας, ὡς Μήτηρ τοῦ ἐλέους, Μυρτιδιώτισσα.
Εἰκών τῆς Παναγίας Μυρτιδιωτίσσης, ἐκ τῶν πλέον θαυματουργῶν Θεομητορικῶν Εἰκόνων, εὑρεθεῖσα τόν 14ον αἰ., ἀποθησαύρισται εἰς τό ὁμώνυμον Ἱερόν Προσκύνημα τῶν Κυθήρων. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2001).

ΠΑΝΑΓΙΑΣ ΝΑΥΠΑΚΤΙΩΤΙΣΣΗΣ
(τῆς Ἱερᾶς Μονῆς Μεταμ. Σωτῆρος Ναυπάκτου)
Σκέπε ἀπό πάσης ἐπιβουλῆς τοῦ Βελίαρ, Μῆτερ, καί σκανδάλων τούς εὐλαβῶς ἐπικαλουμένους τήν χάριν Σου καί ῥῦσαι αὐτούς ἐξ ἀλγηδόνων Ναυπακτιώτισσα.
Δεῦτε Ναυπακτίων καί Βοιωτῶν οἱ χοροί, προφρόνως ἀνυμνήσωμεν ἐν σπουδῆ, τῆς Ἁγνῆς Παρθένου Εἰκόνα τήν ἁγίαν, τήν ἐπικελκημένην Ναυπακτιώτισσαν.
Δεόμενη Μῆτερ τοῦ Λυτρωτοῦ, Ναυπακτίων κλέος, Σήν Εἰκόνα τήν θαυμαστήν, ἔγνωμεν ἐν χρόνοις ἐσχάτοις ἐξ ἀρχείων κειμένων ἐν Παλέρμῳ καί κατηυφράνθημεν.
Εἰκών τῆ Παναγίας Ναυπακτιωτίσσης φυλάσσεται ἐν ἀντιγράφῳ εἰς τήν Ἱεράν Μονήν Μεταμ. Σωτῆρος Ναυπάκτου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαλαλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1990).

ΠΑΝΑΓΙΑΣ ΞΕΝΙΑΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Ἁλμυροῦ Μαγνησίας)
κεν παραδόξως ἡ Σή Εἰκών, ἐν τῆ Μαγνησίᾳ, ὡς θησαύρισμα ἱερόν, ἥν Ξενιά καλοῦμεν, τοῖς ξένοις θαυμασίοις, Παρθένε Θεοτόκε, καί μεγαλύνομεν.
Χαίρει ἡ Μονή Σου ἡ ἱερά, ἔχουσα ἐν κόλποις τήν Εἰκόνα Σου τήν σεπτήν, ἥν Ξενιάν καλοῦμεν, τῆ κλήσει βεβαιοῦντες τά πράγματα, Παρθένε, καί μεγαλύνομεν.
Σέσωσται Εἰκών σου ἡ θαυμαστή, ἐκ τοῦ ὀλεθρίου παραδόξως πάλαι πυρός καί ὡς θεῖον γέρας ἐδόθη, Θεοτόκε, ταύτῃ τῆ θείᾳ μάνδρᾳ, ὑμνολογούσῃ Σε.
ς πληγῆς ἀκρίδος ὑπερφυῶς ἐρρύσω, Παρθένε, τῆς θερμῆ Σου ἐπισκοπῆ καί λοιμώδους νόσου, ἔσωσας τούς Σούς δούλους, οὕτω Ξενιά ἀπαύστως ἡμᾶς διάσωζε.
Χαίρει Μαγνησία πνευματικῶς, Ξενιά Παναγία, τῆ Εἰκόνι Σου τῆ σεπτῆ καί σύν τῆ Εὐβοίᾳ, ὁμοῦ καί ἡ Φθιώτις, ὑμνοῦσι τά πολλά Σου, Κόρη, θαυμάσια.
Φύλαττε καί σκέπε τήν Σήν Μονήν, ἀπό πάσης βλάβης καί τόν Βόλον καί Ἁλμυρόν καί τήν Θετταλίαν καί πᾶσαν τήν Ἑλλάδα, Ξενιά Θεοκυῆτορ, Σέ μεγαλύνουσαν.
Εἰκών τῆς Παναγίας Ξενιᾶς, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, μετά πολλάς περιπετείας κατά τήν Εἰκονομαχίαν, φυλάσσεται σήμερον εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Ἁλμυροῦ Μαγνησίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1995).

ΠΑΝΑΓΙΑΣ ΟΔΗΓΗΤΡΙΑΣ
(τῆς ἐν Ἁγίῳ Ὄρει Ἱερᾶς Μονῆς τοῦ Ξενοφῶντος)
Τῆς Ὁδηγητρίας τήν θαυμαστήν, δεῦτε νῦν Εἰκόναν, προσκυνήσωμεν εὐλαβῶς, ἐξ ἧς θεία χάρις προέρχεται ὡς μάννα, τάς τῶν πιστῶν καρδίας, ἀεί ἐκτρέφουσα.
Μήτηρ ὡς φιλόστοργος τοῖς πιστοῖς, ἔδωκας, Παρθένε, ὡς ἀκένωτον ποταμόν, χάριτος ἐνθέου, τήν θείαν Σου Εἰκόνα, ἥν πίστει προσκυνοῦντες, Σέ μεγαλύνομεν.
ῶσιν νέμει ἄφθονον τῶν ψυχῶν, τάς πληγάς, Παρθένε, θεραπεύει ἡ Σή Εἰκών, τοῖς προσερχομένοις αὐτῆ ἐν εὐλαβείᾳ καί ὕμνοις Σε τιμῶσι, τήν Ὁδηγήτριαν.
Εἰκών τῆς Παναγίας Ὁδηγητρίας, εἶναι ἡ ἱστορικῶς πρώτη εἰκόνα τῆς Ἐκκλησίας, ἱστορηθεῖσα ὑπό τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, ὡς μαρτυρεῖ καί τό σχετικόν Μεγαλυνάριον τοῦ Παρακλητικοῦ Κανόνος πρός τήν Ὑπεραγίαν Θεοτόκον («Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τήν Εἰκόνα Σου τήν σεπτήν, τήν ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν»). Κατά τήν συναξαριστικήν παράδοσιν ὁ Ἱερός Εὐαγγελιστής ἐφιλοτέχνησε τήν εἰκόνα ζῶσης τῆς Ὑπεραγίας Θεοτόκου καί Ἐκείνη τήν ἐδέχθη μετά μεγάλης χαρᾶς καί τήν ηὐλόγησε λέγουσα: «Ἡ χάρις τοῦ παρ’ ἐμοῦ τεχθέντος εἴη μετ’ αὐτῆς». Ἡ Εἰκόνα αὐτή διασωθεῖσα εἰς Παλαιστίνην, ἐστάλη εἰς τήν ΚΠολιν, ἐπί βασιλείας Θεοδοσίου Β’ τοῦ Μικροῦ, ἀπό τήν Αὐτοκράτειρα Εὐδοκίαν, ὡς δῶρον εἰς τήν ἀδελφήν τοῦ Θεοδοσίου ἁγ. Πουλχερίαν κατετέθη ὑπ’ αὐτῆς εἰς τήν Μονήν τῶν Ὁδηγῶν, τῆς ὁποίας ἦτο κτιτόρισσα. Ἡ Εἰκών ἐπετέλεσε ἀναρίθμητα θαύματα (ὡς τήν διάσωσιν τῆς Πόλεως τό 717, πολιορκουμένην ὑπό τῶν Ἀράβων) καί τελικῶς κατεστράφη ὑπό τῶν Ὀθωμανῶν, κατά τήν Ἅλωσιν τοῦ 1453. («Νέος Συναξαριστής…», τ. Ὀκτωβρίου, σελ. 213).
Τά ἀνωτέρω Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Σεβ. Μητροπ. Ρόδου κ. Κυρίλλου Κογεράκη, ἐκ τοῦ πρός τήν ἐν τῇ Ἱερᾷ Μονῇ Ξενοφῶντος Ἁγίου Ὄρους φυλασσομένην Εἰκόνα τῆς Ὁδηγητρίας Παρακλητικοῦ Κανόνος (2004).

ΠΑΝΑΓΙΑΣ ΤΟΥ ΠΑΘΟΥΣ
(Ταξιάρχου Βορείου Εὐβοίας)
Σκέπε τούς καρδίᾳ Σοῦ καθαρᾷ κατασπαζομένους, τήν Εἰκόνα Σου τήν θαυμαστήν, ἐν τοῦ Ταξιάρχου τῇ κώμῃ, Θεοτόκε, τοῦ Πάθους, Παναγία Θεοχρίτωτε.
Χαῖρε, Πολυεύσπλαχνε Μαριάμ, τόν Ἐσταυρωμένον ἡ βαστάζουσα Ἰησοῦν, ἐν ταῖς Σαῖς ἀγκάλαις ταῖς μητρικαῖς, Παρθένε, τοῦ Πάθους Παναγία, Θεογεννήτρια.
Φύλαττε καί σκέπε διά παντός κώμην Ταξιάρχου, θησαυρίζουσαν Σήν μορφήν, τήν θαυμάτων κρήνην ὑπάρχουσαν παντοίων, τοῦ Πάθους Παναγία, Μῆτερ Πανάχραντε.
κ τῆς ἐπηρείας τοῦ πονηροῦ, φύλαττε ἀτρώτους τούς προσπίπτοντας εὐλαβῶς, χάριτί Σου θείᾳ καί κατασπαζομένους τοῦ Πάθους Παναγία, Σοῦ θεῖον ἔκτυπον.
Θαύματα πηγάζει τοῖς εὐλαβῶς, ταύτῃ προσιοῦσιν, ἡ Εἰκών Σου ἡ εὐκλεής καί ἀρδεύει πᾶσαν τήν Εὔβοιαν ἀρδείαις, τοῦ Πάθους Παναγία, τῆς Σῆς χρηστότητος.
Δεῦτε, ἀνυμνήσωμεν ἐν χορῷ, τοῦ Ἐσταυρωμένου τήν φιλόστοργον Ἰησοῦ καί Θεοῦ Μητέρα, τήν νέμουσαν ἀπαύστως, τοῦ Πάθους Παναγίαν, πᾶσι τά πρόσφορα.
Εἰκών τῆς Παναγίας τοῦ Πάθους, ὁμοία τῆς Παναγίας τοῦ Χάρου Πάτμου, φυλάσσεται εἰς τόν Ἱερόν Ναόν τοῦ Ταξιάρχου, τοῦ ὁμωνύμου χωρίου Βορείου Εὐβοίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2002).

ΠΑΝΑΓΙΑΣ ΠΑΝΤΩΝ ΧΑΡΑΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Καλεντζίου Κορινθίας)
Χαῖρει ἡ τῆς Κορίνθου θεία Μονή, ἔχουσα ἐν κόλποις τήν Εἰκόνα Σου τήν σεπτήν, ἥν καί ὀνομάζει Πάντων Χαρά Παρθένε καί ἐξ αὐτῆς λαμβάνει χάριν καί ἔλεος.
Μήτηρ τοῦ τῶν ὅλων Δημιουργοῦ πέλουσα, Παρθένε, Τοῦτον τέξασα ἐν σαρκί καί μετά τόν τόκον παρθένος φυλαχθεῖσα, διό δοξολογοῦμεν τά μεγαλεῖα Σου.
Χάριν ἡ Εἰρήνη ἡ Βασιλίς, λαβοῦσα ἐν πίστει ἐξ Εἰκόνος Σου τῆς σεπτῆς καί λύπης ῥωσθεῖσα τῆ Σῆ ἐπισκιάσει, Πάντων Χαράν προσφόρως ταύτην ὠνόμασε.
Πάντες οἱ προσπίτοντες εὐλαβῶς, Κεχαριτωμένη, τῆ Εἰκόνι Σου τῆ σεπτῆ, πάσης ἐπηρείας δαιμονικῆς λυτροῦ νται, Πάντων Χαρά ὑμνοῦντες τά Σά θαυμάσια.
Φύλαττε καί σκέπε τήν Σήν Μονήν, Πάντων Χαρά Κόρη, ἀπό πάσης ἐπιβουλῆς καί τοῖς ἐνοικοῦσιν ἐν ταύτῃ μονοτρόποις, δίδου ἀκαταπαύστως τήν Σήν βοήθειαν.
ασιν λαμβάνοντες καί ἰσχύν, Πάντων Χαρά Κόρη, ἐξ Εἰκόνος Σου τῆς σεπτῆς καί λύπης τοῦ ἄχθους, Ἁγνή, τοῦ ψυχοφθόρου, ῥυόμενοι ὑμνοῦμεν τήν Σήν ἀντίληψιν.
Εἰκών τῆς Παναγίας Πάντων Χαρᾶς,  ἀναγομένη  εἰς  τήν  περίοδον  τῆς  Εἰκονομαχίας, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Καλεντζίου Κορινθίας. Τά Μεγαλυνάρια ἐλήφθησαν ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (ἐκδόσεως Ἀρχιμανδρίτου Παντελεήμονος ΠΟΥΛΟΥ, 2005).

ΠΑΝΑΓΙΑΣ ΠΛΑΤΑΝΙΩΤΙΣΣΗΣ
(τοῦ ὁμωνύμου Προσκυνήματος Πλατάνου Αἰγιαλείας)
Χαῖρε Ἀειπάρθενε Μαριάμ, Ἄνασσα Ἀγγέλων, σωτηρία δέ τῶν βροτῶν. Χαῖρε ἡ τήν ὄψιν τήν Σήν ἐν τῶ πλατάνῳ μορφόσασα, Παρθένε, καί χαριτώσασα.
Πάλαι παραδόξως ἡ Σή Εἰκών, ἐν κοίλῳ τοῦ δένδρου, ἐμορφώθη ὑπερφυῶς, ἥν καί προσκυνοῦντες, πολλῆ τῆ εὐλαβείᾳ, προσφόρως Πλατανιώτισσαν ὀνομάζομεν.
Θεῖον ἐν τῶ κοίλωμᾳ εὐλαβῶς, τῶ ναῶ Σου, Κόρη, καθιέρωσαν οἱ πιστοί, ναόν Σοι Παρθένε, ἐν ὧ καί προσιόντες, ὑμνοῦμεν Σου τήν δόξαν, Πλατανιώτισσα.
Φῶς θεῖον ὠρᾶτο τῆ Σῆ μορφῆ, τῆ ἐν τῶ πλατάνῳ, κατερχόμενον θαυμαστῶς, βεβαιοῦν τήν χάριν τῆς θείας Σου Εἰκόνος, Παρθένε Θεοτόκε, Πλατανιώτισσα.
Πάντας τούς προστρέχοντας εὐλαβῶς τῶ Ναῶ Σου, Κόρη, ἐν πλατάνῳ τῶ ἱερῶ, ῥύου πάσης βλάβης καί πάσης δυσχερείας, τῆ Σῆ ἐπιστασίᾳ Πλατανιώτισσα.
Δίδου κἀμοί, Δέσποινα, τῶ οἰκτρῶ, ἱκέτῃ Σου λύσιν τῶν πολλῶν μου ἁμαρτιῶν καί τόν ὕμνον τοῦτον, ὡς εὐτελές Σοι δῶρον, προσδέχου δυσωπῶ Σε, Πλατανιώτισσα.
Εἰκών τῆς Παναγίας Πλατανιωτίσσης ἀποτελεῖ ἀντίγραφον τῆς Ἱερᾶς Εἰκόνος τῆς Παναγίας τοῦ Μεγάλου Σπηλαίου, ἀποτυπωθέν θαυμαστῷ τῷ τρόπῳ ἐντός κοίλου πλατάνου, εἰς Πλάτανον Αἰγιαλείας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.

ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ
(τῆς Ἱερᾶς Μονῆς Ἰβήρων Ἁγίου Ὄρους)
Πρόσδεξαι τούς ὕμνους, Μῆτερ Ἁγνή, οὕς ἐν τῶ ναῶ Σου, Σοί προσφέρομεν εὐλαβῶς καί δός ἡμῖν χάριν τοῦ προσκυνεῖν ἀξίως, τήν πάνσεπτον Εἰκόνα Σου, Πορταΐτισσα.
κε ξενοτρόπως ἡ Σή Εἰκών, ἐν τῶ Ὄρει Ἄθῳ καί ἐδόθη ὡς θησαυρός, τῆ Μονῆ Ἰβήρων, Ἁγνή Θεογεννήτορ, διό ὑμνολογοῦμεν τά Σά θαυμάσια.
Χαῖρε, τῶν Ἀγγέλων ἡ χαρμονή καί Μονῆς Ἰβήρων, Πορταΐτισσα, ἀρωγή καί παντός τοῦ κόσμου ἐξαίρετος προστάτις καί κηδεμών καί σκέπη, Θεογεννήτρια.
Στήλη θεοτύπωτος, ἐμφανής, τῆς περί ἡμᾶς Σου προστασίας, ἡ Σή Εἰκών πέλει, Θεοτόκε, διό ἅπας ὁ Ἄθως, ὑμνεῖ καί μεγαλύνει Σε, Πορταΐτισσα.
Σκέπε τήν Μονήν Σου πάσης ὀργῆς καί βλάβης, Παρθένε, καί μανίας τοῦ δυσμενοῦς καί ἐν ὥρᾳ δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον, Θεοτόκε, τούς πεποιθότας Σοι.
Εἰκών τῆς Παναγίας Πορταϊτίσσης, μία τῶν πλέον γνωστῶν ἀνά τήν Ὀρθόδοξον οἰκουμένην καί θαυματουργῶν εἰκόνων τῆς Ὑπεραγίας Θεοτόκου, ἀναγομένη εἰς τήν ἐποχήν τῆς Εἰκονομαχίας (8ος αἰ.), ἀνευρέθη τήν 16η Ἀπριλίου 1014 (θαυμαστῷ τῷ τρόπῳ) εἰς τήν θάλασσαν καί φυλάσσεται ἔκτοτε εἰς τήν Ἱεράν Μονήν Ἰβήρων Ἁγίου Ὄρους. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993).

ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς ν. Ἀστυπαλαίας)
Τήν ἀχειροποίητον καί σεπτήν, ἐν Ἀστυπαλαίᾳ, ἀσπαζόμενοι Σήν μορφήν, ἐκβοῶμεν, χαῖρε Χριστιανῶν ἁπάντων, παραμυθία θεία, ὦ Πορταΐτισσα.
νθιμος ὁ Ὅσιος καί Πατήρ τῆς Ἀστυπαλαίας, ὠκοδόμησε Σήν Μονήν καί τήν σεβασμίαν κατέθηκεν μορφήν Σου ἐν ταύτῃ, Θεοτόκε, ὦ Πορταΐτισσα.
Χαίροις ἀπλανέστατε ποδηγέ τῶν ἐμπεριστάτων, Πορταΐτισσα θαυμαστή, καί ναυτιλλομένων οἰακοστρόφε θεία, Ἀστυπαλαίας νήσου ὄλβε ἀσύλητε.
Τούς ἀσπαζομένους τήν ἱεράν καί σεπτήν μορφήν Σου, καθοδήγει πρός ἀρετῆς τρίβους, Θεοτόκε, χειραγωγός ὡς θεία πιστῶν πρός σωτηρίαν, ὦ Πορταΐτισσα.
Κηδεμών καί σκέπη καί ἀρωγός τῆς Ἀστυπαλαίας, Πορταΐτισσα Μαριάμ, πέλεις, Θεοτόκε, καί τῶν πιστῶν ἁπάντων προστάτις ταχυτάτη, βίου ἐν κλύδωσι.
ἐνταῦθα μνημονευομένη Εἰκών τῆς Παναγίας Πορταϊτίσσης, κατά τήν παράδοσιν ἀχειροποίητος, συνδεομένη μετά τοῦ Ὁσίου Ἀνθίμου τῆς Κεφαλληνίας, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν ν. Ἀστυπαλαίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1997).

ΠΑΝΑΓΙΑΣ ΠΥΡΟΒΟΛΗΘΕΙΣΗΣ
(τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους)
Χάριν ἀναβλύζει ἡ Σή Εἰκών, Πυροβοληθεῖσα, τοῖς προστρέχουσιν εὐλαβῶς ταύτῃ καί τήν θείαν αἰτοῦσιν ἀρρωγήν Σου, Μονῆς Βατοπεδίου πύλης θυσαύρισμα.
Χαῖροις ἡ δεχθεῖσα ἐν τῆ χειρί, βλῆμα ἐξ ἀνόμου στρατιώτου, Μῆτερ Θεοῦ. Χαῖροις Παναγία, ὦ Πυροβοληθεῖσα, τῆς τοῦ Βατοπεδίου πύλης ὡράϊσμα.
Χαίροις ἀκατάβλητε πυλωρέ τοῦ Βατοπεδίου, ἡ τούς δήμους τῶν μοναστῶν σκέπουσα ὑψόθεν, ὦ Πυροβοληθεῖσα, καί ἐξ ἐχθρῶν ἐφόδου τούτους φυλάττουσα.
Πάντας τούς προστρέχοντας εὐλαβῶς, Πυροβοληθεῖσα, τῆ Εἰκόνι Σου τῆ σεπτῆ καί ἐξαιτουμένους τήν Σήν ἁγίαν σκέπην, πρός δόμους ποδηγέτει θείας λαμπρότητος.
Πύλας μετανοίας μοι σωστικάς, Πυροβοληθεῖσα, ὑπερθαύμαστε πυλωρέ τοῦ Βατοπεδίου, ὑπάνοιξον ταχέως, τῶ Σῆ ἀχρείῳ δούλῳ, ἵνα γεραίρω Σε.
Χαίροις ὑπερύμνητε πυλωρέ τοῦ Βατοπεδίου, ἡ φυλάτουσα τήν Μονήν. Χαίροις, Θεοτόκε ἡ πυροβοληθεῖσα, ὑπό χειρός ὁπλίτου πάλαι παράφρονος.
Εἰκών τῆς Παναγίας Πυροβοληθείσης, τοῦ τύπου τῆς Ὁδηγητρίας, εὑρίσκεται ὡς τοιχογραφία παρά τήν πύλην τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους. Τόν Ἀπρίλιον τοῦ 1822, «στρατιώτης τις Χουσεΐν τοὔνομα τήν ἐπυροβόλησεν, ἀλλά πάραυτα ἀπήγξατο ἔξωθεν τῆς Μονῆς» (Γερ. Σμυρνάκης). Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993).

ΠΑΝΑΓΙΑΣ ΣΙΝΑΣΣΙΤΙΣΣΗΣ
(τοῦ Ἱεροῦ Παρεκκλησίου Γενν. Τιμίου Προδρόμου, Ρίζης Ξυλοκάστρου Κορινθίας)
Τήν σεπτήν Εἰκόνα Σου, Ἀγαθή, Μῆτερ τοῦ Ὑψίστου, Σινασσίτισσα, εὐλαβῶς πάντες προσκυνοῦντες λαμβάνομεν ἀφθόνως, ἁγιασμόν καί ἄμφω ῥῶσιν καί δύναμιν.
Τήν σεπτήν μορφήν Σου, ἥν εὐσεβεῖς πρόσφυγες, Παρθένε ἐκ τῆς πόλεως Σινασσοῦ τῆς Καππαδοκίας, μετήνεγκον εἰς χθόνα Ἑλλάδος ἐλευθέραν, νῦν ἀσπαζόμεθα.
Χαῖρε, ἀντιλῆπτορ καί ἀρωγέ τῶν πιστῶν προσφύγων καί ἁπάντων τῶν εὐσεβῶν, Κεχαριτωμένη Θεογεννῆτορ Κόρη, ἐμπεριστάτων σθένος, ὦ Σινασσίτισσα.
Φρούρει καί περίσκεπε ἀκλινῶς τούς χορούς προσφύγων, Θεοτόκε, Σινασσιτῶν, τούς ἀσπαζομένους τήν πάνσεπτον μορφήν σου, Ἁγνῆ Θεοκυῆτορ, ὦ Σινασσίτισσα.
Πλήρου τάς καρδίας ἡμῶν χαρᾶς, τῶν δεινῶς καμνόντων, Σινασσίτισσα θαυμαστή, χαρμονή γλυκεῖα προσφύγων Καππαδόκων καί πάντων Χριστονύμων τό ἀγαλλίαμα.
Ρύου πάσης θλίψεως τούς πιστῶς κατασπαζομένους, Σινασσίτισσα, Σήν μορφήν, ἥν οἰκείοις ὧδε μετήνεγκον καμάτοις, ἐκ τῆς Καππαδοκίας, Δέσποινα, πρόσφυγες.
Εἰκών τῆς Παναγίας Σινασσιτίσσης, τιμωμένη ἀρχικῶς εἰς τήν Σινασσόν τῆς Καππαδοκίας, εἰς τόν Ναόν τῆς Παναγίας τῆς Ἀψηλῆς, κατά τό Γεννέσιον τῆς Θεοτόκου, σήμερον φυλάσσεται εἰς τό ἐπ’ ὀνόματι τῆς Γεννήσεως τοῦ Τιμίου Προδρόμου οἰκογενειακόν Παρεκκλήσιον τοῦ Σωτ. Μαρσέλλου, εἰς Ρίζαν Ξυλοκάστρου Κορινθίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2006).

ΠΑΝΑΓΙΑΣ ΣΠΗΛΑΙΩΤΙΣΣΗΣ
(τῆς Ἱερᾶς Μονῆς Σπηλιᾶς Ἀργιθέας Ἀγράφων)
χει τήν Εἰκόνα Σου τήν σεπτήν, Ἄχραντε Παρθένε, ὡς θεόσδοτον θησαυρόν, πᾶσα Ἀργιθέα καί ἐν αὐτῆ καυχᾶται, ὑμνοῦσά Σου τά θαύματα, Σπηλαιώτισσα.
Πάθη θεραπεύονται χαλεπά, χάριτι Παρθένε, τῆς Εἰκόνος Σου τῆς σεπτῆς. Ὅθεν ἀεί δίδου, κἀμοί τῶ Σῶ ἱκέτῃ, βοήθειαν ἐν πᾶσιν, ὦ Σπηλαιώτισσα.
λυσας στειρώσεως τά δεσμά τῶν προσελθουςῶν Σοι, Σπηλαιώτισσα, εὐλαβῶς, γυναικῶν ἐν πίστει. Διόπερ κἀμοῦ λῦσον τήν στεόρωσιν, Παρθένε, ψυχῆς καί σῶσον με.
Χαῖρε Ἀειπάρθενε Μαριάμ, ὅτι ὑπερλόγως, Σήν εἰκόνα τήν τοῦ Λουκᾶ, ἔστησας σπηλαίῳ, δεικνύουσα κατ’ ὄναρ, δυάδι τῶν κτιτόρων, τόπον τεμένους Σου.
Χαῖρε τῶν θαυμάτων ὁ θησαυρός καί τῆς Ἀργιθέας ἡ προστάτις καί ἡ φρουρός. Χαῖρε τῶν Ἀγράφων καί πάσης Θετταλίας, ἀντίληψις ταχεῖα, ἐν περιστάσεσι.
Χαίρει τοῦ Σπηλαίου λαμπρά Μονή, ἔχουσα ὡς πλοῦτον τήν εἰκόνα Σου τήν σεπτήν. Χαίρει καί ἡ θεία Μητρόπολις Καρδίτσης, τήν χάριν δεχομένη Σῆς παρακλήσεως.
Εἰκών τῆς Παναγίας Σπηλαιωτίσσης, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τήν Ἱεράν Μονήν Σπηλιᾶς Ἀργιθέας Ἀγράφων. Τά τρία πρῶτα Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, καί τά ἕτερα τρία τοῦ Δικαστοῦ Γεωργίου Ἀποστολάκη, ὁμοίως ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2002).


ΠΑΝΑΓΙΑΣ ΤΡΙΧΕΡΟΥΣΗΣ  
(τῆς Ἱερᾶς Μονῆς ἁγ. Παντελεήμονος Χρυσοκάστρου Καβάλας)
Τριχερούσης πάντες τήν θαυμαστήν καί σεπτήν Εἰκόνα, προσκυνήσωμεν οἱ πιστοί, θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις καί Ταύτην μετά πόθου κατασπασώμεθα.
χουσα, Παρθένε, ἡμῶν μονή, τήν σεπτήν Εἰκόνα Τριχερούσης τήν θαυμαστήν, στίφη πολεμίων ἐκτρέπει καί γαλήνης τῆς θεϊκῆς πληροῦται, Σέ μεγαλύνουσα.
Χαίροις, ὦ Παντάνασσα Μαριάμ, χαίροις Τριχερούσα, ἡ τήν χείρα Δαμασκηνοῦ θεραπευσαμένην, κοπεῖσαν διά φθόνον, αἱρετικῶν μανίας, ἧν καί διήλεγξας.
Φύλαττε, Πανάχραντε Μαριάμ, ταύτην τήν μονήν Σου, ἀπό πάντων τῶν πειρασμῶν, κραταιᾷ πρεσβείᾳ αἰτούμεθα ἁγίου καί ταύτης πολιούχου Παντελεήμονος.
Χαίροις, ὦ Παρθένε, Μῆτερ Θεοῦ, χαίροις Τριχερούσα καί θερμότατε ἰατρέ, τῶν ἐνασκουμένων ἐν τῇ μονῇ Σου ταύτῃ· ἐκ τῶν βελῶν τοῦ πλάνου ἡμᾶς ἀπάλλαξον.
Παντελεήμων ἡμῶν φρουρέ καί κλεινέ προστάτα ἡμῶν πάντων τῶν ἀδελφῶν, αἴτησαι Παρθένον, Μητέραν Τριχερούσαν καί ἄμφω τήν μονήν ἡμῶν φυλάξατε.
Τό πρωτότυπον τῆς Εἰκόνος τῆς Παναγίας Τριχερούσης, συνδεόμενον μετά μεγάλων Ἁγίων τῆς Ὀρθοδόξου Πίστεως (Ἰωάννου τοῦ Δαμασκηνοῦ, Σάββα Α’ Ἀρχιεπισκόπου Σερβίας, κ.ἄ.), φυλάσσεται εἰς τήν Ἱεράν Μονήν Χιλανδαρίου Ἁγίου Ὄρους. Τό ἐνταῦθα μνημονευόμενον ἀντίγραφον τῆς Ἱερᾶς Εἰκόνος, φυλάσσεται εἰς τήν Ἱεράν Μονήν ἁγ. Παντελεήμονος Χρυσοκάστρου Καβάλας. Τά Μεγαλυνάρια, ἔργον ἀνωνύμου ποιητοῦ, ἐλήφθησαν ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.


ΠΑΝΑΓΙΑΣ ΥΠΑΚΟΗΣ
(τῆς Ἱερᾶς Μονῆς ἁγ. Ἰωάννου Θεολόγου Πάτμου)
Χαίροις, Θεοτόκε Ὑπακοή, εὐσεβῶν χορείαις ἡ δεικνύουσα τήν ὁδόν, ψυχοτρόφου ὄντως ὑπακοῆς τοῖς νόμοις τοῖς σωστικοῖς, Κυρίου τοῦ θείου τόκου Σου.
σθι παραστάτης καί βοηθός, ἐν τοῦ βίου ζάλαις, τῶν σπευδόντων Σῇ ἀρωγῇ καί ἐξαιτουμένων τάς θείας Σου πρεσβείας, Ὑπακοή Παρθένε, πρός τόν Θεάνθρωπον.
Τήν σεπτήν μορφήν Σου, Ὑπακοή, πόθῳ προσκυνοῦντες ἀνακράζομεν εὐλαβῶς· Μῆτερ τοῦ Ὑψίστου, ἡμῶν Σοῦ δεομένων, ἐπάκουσον καί σῶσον βλάβης Σούς πρόσφυγας.
ναψόν μοι λύχνον ὑπακοῆς, ταπεινοφροσύνης καί χρηστότητος τῷ πιστῶς, σπεύδοντι μορφήν Σου τήν θείαν προσκυνῆσαι, Ὑπακοή Παρθένε, Θεογεννήτρια.
Εἰκών τῆς Παναγίας Ὑπακοῆς φυλάσσεται εἰς τήν Ἱεράν Μονήν ἁγ. Ἰωάννου τοῦ Θεολόγου Πάτμου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2004).


ΠΑΝΑΓΙΑΣ ΦΑΝΕΡΩΜΕΝΗΣ
(τῆς Ἱερᾶς Μονῆς Χριστοῦ Δάσους Πάρου)
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, ἐν Μονῆ τοῦ Δάσους τήν εἰκόνα τήν θαυμαστήν τῆς Φανερωμένης, ἁγνῆς τριετιζούσης, Ἀειπαρθένου Κόρης, οἱ εὐσεβόφρονες.
Χαίροις, Βηματάρισσα ἱερά, τῆς Μονῆς τοῦ Δάσους καί προστάτις καί ἀρωγός ταύτης, Θεοτόκε, σεμνή Φανερωμένη, πιστοῖς ὀμβροβλυτοῦσα χάριν οὐράνιον.
Εὑρεθέν Σόν ἔκτυπον τῶ φωτί περιηυγασμένον, ἐν θαλάσσῃ, Μῆτερ Θεοῦ, θαυμαστῶς λαμπάδων τριῶν ὑφ’ ἁλιέως, Φανερωμένη, πόθῳ κατασπαζόμεθα.
Σύν τῶ Ἀρσενίῳ τῶ θαυμαστῶ, τῶν ἐν νήσῳ Πάρῳ διαλάμψαντι νεαυγῶς, σκέπε τήν Μονήν Σου τοῦ Δάσους, Θεοτόκε, σεμνή Φανερωμένη, Θεομακάριστε.
Πλοῦτον τῶν χαρίτων Σου τῶν πολλῶν, θείας προστασίας, ἀντιλήψεως, ἀρωγῆς καί προνοίας πᾶσι φανέρωσον Σοῖς δούλοις, κλεινή Φανερωμένη, Θεογεννήτρια.
Πάντας τούς καθεύδοντας ἐν σκιᾶ ὁμιχλώει, Μῆτερ, ἀγνωσίας ψυχοβλαβοῦς καί χαμαιζηλίας, πρός φάος σωτηρίας, Φανερωμένη, τάχος, ἴθυνον, Δέσποινα.
Εἰκών τῆς Παναγίας Φανερωμένης φυλάσσεται εἰς τό Βῆμα τοῦ Καθολικοῦ (ἐξ’ οὗ καί Βηματάρισσα), τῆς Κολλυβάδικης Ἱερᾶς Μονῆς Χριστοῦ Δάσους Πάρου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2009).

ΠΑΝΑΓΙΑΣ ΦΑΝΕΡΩΜΕΝΗΣ
(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Χιλομοδίου Κορινθίας)
Τῆ σεπτῆ Εἰκόνι καί θαυμαστῆ, τῆς Φανερωμένης Θεοτόκου πανευλαβῶς, προσπέσωμεν πάντες, ψυχῆς ἐν κατανύξει, ἵνα πλουσίαν χάριν ἐκ Ταύτης λάβωμεν.
Πάλαι ἐφανέρωσας τήν σεπτήν Εἰκόνα Σου, Κόρη, ὡς θησαύρισμα ἱερόν, ἥν περικυκλοῦντες λαμβάνομεν ἀφθόνως, ἁγιασμόν καί ῥῶσιν ψυχῆς καί σώματος.
Χαίρει ἡ σεπτή Σου αὕτη Μονή, ὦ Φανερωμένη, Παντευλόγητε Μαριάμ, τήν θαυματουργόν Σου κατέχουσα Εἰκόνα, θαυμάτων θεῖα ῥεῖθρα χύδην πηγάζουσαν.
Πᾶσαι αἱ μονάζουσαι εὐλαβῶς, θλίψεως τῆ ὥρᾳ καί ἐφόδοις ταῖς τοῦ ἐχθροῦ, πρσφεύγουσι πίστει τῆ θείᾳ Σου Εἰκόνι καί τῶν κακῶν τήν λύσιν, Κόρη, κομίζονται.
πασι παρέχεις τάς δωρεάς, τάς σωτηριώδεις, παραδόξως, ὡς συμπαθής, τοῖς ἐγγύς καί πόρρῳ, Ἁγνή Φενερωμένη, διό πάντες τήν χάριν τήν Σήν κηρύττουσι.
Δίδου τάς αἰτήσεις διά παντός, ταύτῃ τῆ Μονῆ Σου, ὡς προστάτις καί ἀρρωγός αὐτῆς, Θεοτόκε, Ἁγνή Φανερωμένη, ἀγάπην καί εἰρήνην αὐτῆ βραβεύουσα.
Εἰκών τῆς Παναγίας Φανερωμένης, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Χιλιομοδίου Κορινθίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.

ΠΑΝΑΓΙΑΣ ΦΑΝΕΡΩΜΕΝΗΣ
(τοῦ ὁμωνύμου Ἱεροῦ Ναοῦ Νέας Ἡρακλείτσης Καβάλας)
Πάντες προσφοιτῶμεν εἰλικρινῶς, τῶ σεπτῶ τεμένει Γεωργίου καί ἐν σπουδῆ, σπεύδομεν κυκλοῦντες τήν θείαν Σου Εἰκόνα ἐν Ἡρακλείτσῃ, ἵνα ἐλέους τύχωμεν.
λην τήν κακόνοιαν τοῦ ἐχθροῦ στρέψον, Θεοτόκε, ἐναντίων δαιμονικῶν πράξεων λυτροῦσα τόν Σέ παρακαλοῦντα, ἐξ ὅλης τῆς καρδίας, ψυχῆ καί πνεύματι.
εύματα ὑδάτων φθοροποιῶν καί μεμολυσμένων ἀποκάθαρον συμφοράς, ἵνα μετατρέψῃς ταχύ εἰς εὐλογίαν, ὑπέρ ἡμαρτηκότος λαοῦ Σου, Πάναγνε.
Φεύγει πᾶσα πλάνη δαιμονική, τῆ Σῆ ἐπικλήσει, οὐ γάρ δύναται ὁ ἐχθρός ἀκούειν, Παρθένε, τήν Σήν ἁγίαν κλῆσιν, Ἥν ἀνυμνοῦσι κύκλῳ Ἀγγέλων τάγματα.
μνους Σοι, Παρθένε, ἀναφωνεῖ κλῆρος καί λαός Σου, συνελθόντες εἰλικρινῶς, ἐν τῶδε τεμένει Μάρτυρος Γεωργίου, ἐν Νέᾳ Ἡρακλείτσῃ καί Σέ γεραίρομεν.
ῶσιν καχεξίας ἀποσοβεῖ, ἡ θεῖα Σου κλῆσις καί πᾶν νόσημα ἀτονεῖ, τῆ θείᾳ Σου Εἰκόνι προσκλαιόντων, Κόρη, καί Σέ παρακαλοῦντων τέκνων Σου, Ἄσπιλε
Εἰκών τῆς Παναγίας Φανερωμένης, ἄλλως Παναγία τῆς Κρύπτης, μετεφέρθη ὑπό προσφύγων ἀπό τήν Παλαίαν Ἡρακλείτσαν τῆς Ἀνατολικῆς Θράκης εἰς τήν Νέαν ἐν Καβάλᾳ καί φυλάσσεται εἰς τόν ὁμώνυμον Ἱερόν Ναόν Νέας Ἡρακλείτσης Καβάλας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Πορφυρίου Σιμωνοπετρίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2002).

ΠΑΝΑΓΙΑΣ ΦΩΤΟΒΟΛΟΥΣΗΣ

πειρος ἡ δόξα Σου πανταχοῦ, τά θαυμάσιά Σου ὑπερέχοντα πάντα νοῦν, ἔκθαμβον τό κάλλος τῆς μορφῆς Σου, Κόρη, Φωτοβολοῦσα Μῆτερ καί θαυματόβρυτε.
χοντες, Πανάχραντε, τήν σεπτήν ταύτην Σου Εἰκόνα, ἀπροσμάχητον βοηθόν, αὐτῇ προσφέγοντες ἐν πίστει, πάσης ἀνάγκης λυτρούμεθα Δέσποινα.
Χαίροις τῶν Σῶν δούλων ἡ ἀρωγός καί καύχημα μέγα καί γλυκεία καταφυγή· χαίροις Ὀρθοδόξων, Φωτοβολοῦσα Κόρη, ταχεῖα προστασία καί θεῖον ἔρεισμα.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, ὦ Φωτοβολοῦσα, Παντευλόγητε Μαριάμ, καί παντός τοῦ κόσμου ἐξαίρετος προστάτης καί κηδεμών καί σκέπη καί καταφύγιον.
Βρύει ἡ Εἰκών Σου ἡ ἱερά, κρουνούς συμπαθείας, μυστικῇ Σου ἐπισκοπῇ καί φωτίζει πάντας τούς πίστει προσιόντας, διό Φωτοβολοῦσα Σέ μεγαλύνομεν.
Σφαῖρας οὐρανίους φωταγωγεῖς, ὦ Φωτοβολοῦσα, τήν ὑδρόγειον δέ βολαῖς ἀρρήτων θαυμάτων αὐγάζεις· ὅθεν πίστει Σέ προσκυνοῦμεν πάντες, Κόρη Θεόνυμφε.
Τά Μεγαλυνάρια εἶναι ποιήματα ἀγνώστου ποιητοῦ, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος, διορθωθέντα ὑπό Ἀντωνίου Μάρκου. Εἰς τήν Παράκλησιν δέν διευκρινίζεται πού εὑρίσκεται ἡ Εἰκών τῆς Φωτοβολούσης.

ΠΑΝΑΓΙΑΣ ΤΟΥ ΧΑΡΟΥ
(τοῦ ὁμωνύμου Προσκυνήματος Λειψώ Πάτμου)
χει τήν Εἰκόνα Σου τήν σεπτήν ἡ Λειψώ, Παρθένε, ὡς θησαύρισμα ἱερόν, ἥτις παρά πάντων ὠνόμασται τοῦ Χάρου, χαράν καί εὐφροσύνην πᾶσιν παρέχουσα.
Θάλλοντα ὁρῶνται καί χλοαυγῆ, μετά πλεῖστον χρόνον, ἐν Εἰκόνι Σου τῆ σεπτῆ τά κρίνα, Παρθένε, καί πάντας συγκινοῦσι πρός αἶνον, Θεομήτορ, τῶν θαυμασίων Σου.
Δίδου εὐφροσύνην τε καί ἰσχύν καί παθῶν τήν λύσιν καί κινδύνων απαλλαγήν, τοῖς μετ’ εὐλαβείας τῆ θείᾳ Σου Εἰκόνι τοῦ Χάρου προσιοῦσι καί Σέ δοξάζουσι.
Πᾶσι τοῖς προστρέχουσιν εὐλαβῶς, Λειψῶ τῆ νησῖδι, τῆ Εἰκόνι Σου τῆ σεπτῆ, τῆ τῶν κρίνων, Κόρη, δίδου παθῶν τήν λύσιν καί τήν ὀσμήν τήν θείαν, τῆς θείας χάριτος.
ασαι σωμάτων καί τῶν ψυχῶν τά πάθη, Παρθένε, τῆ θερμῆ Σου ἐπισκοπῆ, τῶν ἀσπαζομένων Εἰκόνα Σου τήν θείαν, τήν φέρουσαν τά κρίνα, ὡς δῶρα εὔοσμα.
Λῦσον δυσωδίαν τήν ἀπεχθῆ τῆς ψυχῆς μου, Κόρη, εὠδίᾳ τῆ μυστικῆ, τῶν τῆς Σῆς Εἰκόνος, Παρθενομῆτορ, κρίνων καί μετανοίας φέγγει τόν νοῦν μου λάμπρυνον
Εἰκών τῆς Παναγίας τοῦ Χάρου, φέρουσα ἐν ἀγκάλαις Ἐσταυρωμένον τόν Κύριον, φυλάσσεται εἰς τήν νησίδα Λειψῶ τῆς Πάτμου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1996).

(Συνεχίζεται  βελτιούμενον)















1 σχόλιο:

  1. Κυριε καθηγητα,
    Συγχαρητηρια δια την εργασια σας,σχετικως με τα Μεγαλυναρια της Παναγιας μας.Η βοηθεια Της να ειναι παντα μαζι σας. Θα ηθελα να σας κανω γνωστο οτι απο το 2009 ειναι γεγονος η ποιηση Παρακλητικου Κανονος της ΠΑΝΑΓΙΑΣ ΑΡΒΑΝΙΤΙΣΣΗΣ υπο της Καθηγουμενης Ισιδωρας Μοναχης Αγιεροθειτισσης.
    Και με τον επιπονο αγωνα του Γεροντος Νεκταριου Μοναχου Αγιορειτου,ηΠαναγια Αρβανιτισσα που με τα πολλα Θαυματα Τηςμας ευλογει! Συναξαρι Της Και Παρακλητικος Κανοναςευρισκεται στην ιστοσελιδα imdleo.gr υπο την επιμελεια Λεοντιου Μοναχου Διονυσιατη. Σας γνωριζω το κυριως Μεγαλυναριο Της

    Χάρις μεγαλείων υπερφυών,πλήθος τε Θαυμάτων
    Αρβανίτισσα Μαριάμ,ρέειακενώτως εκ θείας
    σου Εικόνος ην Χίος νύν κατέχει πλούτον
    ως άσυλον.

    Με συγχωρειτε για την ισως λανθασμένη γραφή μου γιατι δεν ειμαι και πολυ γνωστης των ηλ. υπολογιστων.
    Για περισσοτερες πληροφοριες σας δινω το τηλ.2106520966
    2106526818 μετα τις 13,00 εως 20,00.

    Το ονομα μου Στεφανος Παναγος ,spanagos2@gmail.com

    ΑπάντησηΔιαγραφή