Παρασκευή, 18 Νοεμβρίου 2011

ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΚΟΡΥΦΙΩΤΙΣΣΗΣ


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΚΟΡΥΦΙΩΤΙΣΣΑΝ
ΤΗΝ ΕΝ ΚΑΜΑΡΙΩ ΚΟΡΙΝΘΙΑΣ
Ποίημα Ἀντωνίου Μάρκου (2011)
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής»


ΠΡΟΛΟΓΟΣ
Ὁ παρών Παρακλητικός Κανών πρός τήν Παναγίαν τήν Κορυφιώτισσαν, ἐποιήθη εἰς  Τρίκαλα Κορινθίας, τόν  Σεπτέμβριον 2011, εἰς  μνήμην τῆς μητρός μου Χρυσαυγῆς, συζύγου Ἰωάννου Μάρκου (+ 2010), καταγομένης ἐκ Μουλκίου Κορινθίας.
Ἡ ἱστορική καί θαυματουργός Εἰκών τῆς Παναγίας Κορυφιωτίσσης (ἤ Κορφιωτίσσης), φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Καμαρίου Κορινθίας. Ἡ Μονή εὑρίσκεται ἱδρυμένη εἰς τό Ὄρος τῆς Κορυφῆς, ὑψομέτρου 731 μ., τό ὁποῖον δεσπόζει εἰς ὁλόκληρον τήν περιοχήν καί τόν Κορινθιακόν κόλπον. Ἡ Παναγία τῆς Κορυφῆς ὀνομάζεται ἐπίσης Γονόεσσα καί Σπηλαιώτισσα. Τό ἐπώμυμον Γονόεσσα δέν εἶναι τυχαῖον, ἀφοῦ εἰς τό Ὄρος τῆς Κορυφῆς τοποθετεῖται ἡ Ὀμηρική πόλις Δονούσσα ἤ Δονόεσσα (Γονόεσσα), ἀναφερομένη ὑπό τοῦ Παυσανίου εἰς τά «Ἀχαϊκά» του.
Ἡ ἵδρυσις τῆς Μονῆς τῆς Κορυφῆς ἀνάγεται κατά τούς περισσοτέρους μελετητάς εἰς τόν 17ον αἰ., ἡ δέ Εἰκόνα τῆς Παναγίας φέρει χρονολογία 1816. Ἀρχικῶς ἡ Μονή, λόγῳ τῆς ἐλλείψεως νεροῦ καί τῶν δυσμενῶν καιρικῶν συνθηκῶν τῆς Κορυφῆς, εἶχε ἱδρυθεῖ εἰς τήν σημερινήν θέσιν «Κάτω Μοναστήρι». Ἡ μετακίνησις τῶν μοναχῶν εἰς τήν Κορυφήν τοποθετεῖται κατά τόν 18ον αἰ. Τό ἔτος 1767 κτίσθηκε ἤ ἀνακαινίσθηκε ὁ Ναός τῆς Παναγίας, ὁ ὁποῖος σώζεται μέχρις σήμερον, τό ἔτος 1816 (ὅπως προανεφέρθη), ἁγιογραφήθηκε ἡ Εἰκόνα τῆς Παναγίας (τό ἀργυρό κάλυμμά Της κατασκευάσθηκε τό 1953, ὡς «δέησις τοῦ δούλου τοῦ Θεοῦ Ἠλία καί τῆς συζύγου αὐτοῦ Ροδόπης»).
Ἡ Μονή εἰς τήν ἱστορικήν της πορείαν, ἠκολούθησε τήν κοινήν τῶν ὑπολοίπων Μονῶν τῆς ὑποδούλου εἰς τούς Ὀθωμανούς χώρας μας τύχην, διά νά διαλυθεῖ κατά τήν Βαυαροκρατίαν, ἐπί βασιλείας Ὄθωνος. Ἐπαναλειτούργησε τό ἔτος 1851, ὑπό τόν Ἡγούμενον Ὀνούφριον. Τό ἔτος 1935 μετετράπει εἰς γυναικείαν, μέ πρώτην Ἡγουμένην τήν Γερόντισσαν Φεβρωνίαν Τσοκάρη. Ἡ γ. Φεβρωνία εἶχε γεννηθεῖ εἰς Τρίκαλα Κορινθίας τό ἔτος 1890 καί εἶχε μονάσει εἰς τήν Ἱ. Μ. ἁγ. Ἱεροθέου Μεγάρων, ἀπ’ ὅπου ἦλθε εἰς τήν Κορυφήν. Ἔμεινε μόνη της ἐκεῖ μέχρις τοῦ ἔτους 1951, ὁπότε ἦλθε κοντά της ἡ μ. Φιλοθέη Κούστελα (+ 7.2.2004), ἀπό τό Ἐλαιοχώριο Κυνουρίας. Ἡ γ. Φεβρωνία ἐκοιμήθη εἰρηνικῶς τήν 11.4.1982. Τό ἔτος 1977 ἦλθε στήν Κορυφή ἀπό τήν Ἱ. Μ. Φανερωμένης Σαλαμίνος ἡ γ. Φιλοθέη Τσιπά, ἡ ὁποία καί ἀνέλαβε τήν ἡγουμενεία τῆς Μονῆς. Τό 1980, ἐπί Μητροπ. Κορίνθου Παντελεήμονος Καρανικόλα, ἡ Μονή ἀνεγνωρίσθη ἐπισήμως διά Προεδρικοῦ Διατάγματος καί τό ἑπόμενον ἔτος 1981 ὁ Μητροπ. Παντελεήμων καθαγίασε τήν Ἁγίαν Τράπεζα τοῦ Ναοῦ.
Τό ἔτος 1993 ἐκοινοβίασε εἰς τήν Μονήν τῆς Κορυφῆς ἡ γ. Εὐαγγελία Κυπραίου, προερχομένη ἀπό τήν Ἱ. Μ. Εὐαγγελιστρίας Ἀλιάρτου Βοιωτίας, ἡ ὁποία καί ἀνέλαβε τήν ἡγουμενεία. Ἔκτοτε ἡ γ. Εὐαγγελία, μετά τῆς περί αὐτήν ἀδελφότητος τῶν μοναζουσῶν, ἀνακαίνισε ριζικῶς τήν Μονήν, ἡ ὁποία συνεχίζει τήν ἱστορικήν της πορείαν καί τήν πνευματικήν της μαρτυρίαν εἰς τόν σύγχρονον κόσμον.
Τά θαύματα τῆς Κορυφιωτίσσης ἀποτελοῦσαν ἀνέκαθεν πόλον ἔλξεως τῶν εὐλαβουμένων τήν Παναγίαν μας Χριστιανῶν, παρά τό γεγονός ὅτι ἡ ἄνοδος εἰς τήν Κορυφήν ἦτο ἄκρως ἐπικίνδυνος καί τολμηρά. Ὅμως ἡ κατασκευή ἀμαξιτοῦ, ἀσφαλτοστρωμένου δρόμου, ὁ ὁποῖος ὁδηγεῖ πλέον μέ ἀσφάλειαν τόν ἐπισκέπτην εἰς τήν Μονήν, ἐπιτρέπει σήμερον τήν εὔκολον πρόσβασιν, ἡ ὁποία συνδιαζομένη μετά τῆς εὐγενείας καί τῆς φιλαδέλφου καί φιλοξένου διαθέσεως τῶν ἀδελφῶν, ἐλκύει πλῆθος προσκυνητῶν, ὄχι μόνον κατά τάς ἡμέρας τῶν ἑορτῶν καί τῶν πανηγύρεων, ἀλλά καί καθημερινῶς.
Ἡ Μονή πανηγυρίζει καί ἡ Εἰκόνα τιμᾶται παγκοίνως κατά τήν 15η Αὐγούστου (Κοιμήσεως τῆς Θεοτόκου) καί ἐπίσης καί κατά τήν Παρασκευήν τῆς Διακινησίμου (τῆς Ζωοδόχου Πηγῆς), τῆ συμμετοχῆ ἑκατοντάδων εὐλαβουμένων τήν Κορυφιώτισσαν προσκυνητῶν, ἀπό ὅλην τήν Κορινθίαν.
Ὁ παρών Παρακλητικός Κανών ἔχει ὡς πρότυπον τούς ἡμετέρους Παρακλητικούς Κανόνας εἰς τήν Παναγίαν τοῦ Καζάν καί τήν Παναγίαν τοῦ Κούρσκ.
Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
χορός: μήν.
μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου· ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. ξολολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τά παρόντα Τροπάρια.
χος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Κορυφιωτίσσης τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καί πόνοις ὑπάρχοντες, προσπίπτωμεν ἐν πίστει πολλῇ· Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τόν ζυγόν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· Σέ γάρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καί τῇ Σῇ σκέπῃ ὡς νήπια σπεύδομεν.
Δόξα. Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ Σου Εἰκόνι Κορυφιωτίσσης προσπίπτωμεν, κλίνοντες τό γόνυ, Παρθένε, τῆς ψυχῆς καί τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα ὑπερβαλόντως, Κόρη, τῇ δυναστείᾳ Σου.
Καί νῦν. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας· Σοῦ γάρ ὑπάρχει Εἰκών τῆς Κορυφῆς, ἡμῶν προστάτις, σκέπη τε καί ἀντίληψις.
Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῇ φωνῇ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς «ΕΙΚΟΝΙ ΚΟΡΥΦΙΩΤΙΣΣΗΣ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ».
δή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Εἰκόνι Σου τῇ θείᾳ τῆς Κορυφῆς προσπίπτωμεν, Κόρη, Θεοπόθητε Μαριάμ· καί δι’ αὐτῆς Σοί τάς ἱκεσίας, ὡς εἰς Μητέρα προσφέρομεν, Δέσποινα.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
δεῖν τοῦ Υἱοῦ Σου τήν φοβεράν ἡμέραν, Παρθένε, καταξίωσον Σαῖς λιταῖς· καί Τοῦτον ἐν ὄμματι συμπαθείας, Σαῖς ἱκεσίαις κατάστησον βλέποντα.
Δόξα.
Κυρία Παρθένε τό τῆς ἐμῆς ψυχῆς δεινόν ἄλγος καί τόν πόνον καί τήν φθοράν ἀπέλασον καί τήν ἁμαρτίαν, τήν ταῦτα πάντα ἐμοί προκαλέσαντα.
Καί νῦν.
δόν μετανοίας καί ἐπιστροφῆς βαδίζοντα, Κόρη, εὕροιμι θάνατος Σαῖς λιταῖς· Σοῦ δέομαι καί πρός τόν Υἱόν Σου, Σύ μέ ὁδήγησον, ὡς Ὁδηγήτρια.
δή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναῷ, Παρθένε, Μονῇ τε τῆς Κορυφῆς Σῆ ὑπάρχοντα, ἐν ὅ ἡ Σῆ Εἰκών ἡ ἁγία ἀποθησαύρισται, πλήθη προσφεύγουσιν τῶν Ὀρθοδόξων, κακεῖσε τήν δέησιν προσφέρουσι, Σοί τῇ Μητρί ἡμῶν.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
δε, Κόρη Ἁγία, τούς τῇ Εἰκόνι Σου σπεύδοντας καί δεινοῦ ἄλγους καί λύπης ἡμᾶς ἀπάλλαξον· τούς τῇ Σῇ χάριτι γονυκλινῶς αἰτουμένοις· πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις Σου.
Δόξα.
Κορυφῆς τῇ μορφῇ Σου καί τῷ σεπτῷ ἐκτυπώματι, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καί ἐν βασάνοις ὑπάρχοντες· αὐτῷ γάρ δέδοκας πλουσίαν τήν Σήν χάριν, ἧν ἡμῖν ἐπόμβρισον, Ἁγία Δέσποινα.
Καί νῦν.
λον γένος ἀνθρώπων τῇ μεσιτείᾳ Σου σπεύδομεν, αἰτούμενοι τυχεῖν βοηθείας καί ἀντιλήψεως· ἄρον τό βάρος ἡμῶν ἀπό ψυχῆς, Θεοτόκε· ἵνα ἀνυμνοῦμεν Σε, Μῆτερ Γοννόεσα.
Διάσωσον, τούς Σύ προσπίπτοντας πόθῳ, Μητροπάρθενε Κόρη, εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σῆ χάρις.
πίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ἱερεύς τήν κάτωθι δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός. μήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Τῆς Κορυφῆς τῇ Εἰκόνι νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες· καί δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τό ἄμετρον ἔλεος καί τήν ταχεῖαν Ταύτης συνδρομήν καί τήν βεβαίαν Αὐτῆς ἀντίληψιν.
δή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
ῦσαι πάντας, Παρθένε, ἀπ’ ἀπειλῆς καί κακώσεως, ἡ τοῦ κόσμου χαρᾶς πρόξενος γενομένη θείῳ τόκῳ Σου.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
μῶν τεῖχος καί σκέπη καί ὀχυρόν καί ὀχύρωμα, πέλεις Μῆτερ Ἁγία, Κορυφιώτισσα, Γονόεσσα.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Φώτισον τούς δούλους, τούς ἐν ἁμαρτίαις κατακειμένους νῦν καί ἐν ταύταις ἐπιμένοντας, διό ἀνάξιοι τοῦ ἐλέους Σου ὑπάρχομεν.
Δόξα.
δε μου τήν δέησιν τήν πρός Σέ, Παρθένε, μή ὑπερείδης μου, ἀλλά σπεῦσον ὡς φιλόστοργος, Ἄνασσα, καί ἐλέησον τόν κάμνοντα.
Καί νῦν.
ραῖῳ ἐκτυπώματι τῆς Παρθένου, πάντες τά νῦν προσπίπτωμεν οἱ ἐν θλίψεσι, αἰτούμενοι ἄλγους ψυχικοῦ τήν ἀπολύτρωσιν.
δή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Τείχισον ἡμᾶς γλυκασμῷ ἐλέους Κύριε, ταῖς πρεσβείαις τῆς Ἀχράντου Σου Μητρός, ὅτι Ταύτην Σύ προβάλλομεν μεσήτριαν.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
ασαι, Χριστέ, τῶν ψυχῶν ἡμῶν τά τραύματα, Σῆς Μητρός ἐπικαμπτόμενος θερμαῖς μεσιτείαις καί πρεσβείαις καί δεήσεσι.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Σῶσαι πειρασμῶν καί κακώσεων Φιλάνθρωπε, τῆς Μητρός Σου ἐπικαπτόμενος, Σωτήρ, τῇ πρεσβείᾳ, ὅτι Αὐτῇ νῦν καταφεύγωμεν.
Δόξα.
Σπεῦσον πρός ἡμᾶς φιλανθρώπως, Ἐλεῆμον Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καί λιταῖς, Κορυφῆς γάρ Αὐτῆς τῇ εἰκόνι νῦν προσπίπτωμεν.
Καί νῦν.
μῶν τῶν εὐσεβῶν Ὀρθοδόξων κέρας ὕψωσον, τῶν αἱρέσεων συντρίβων τήν ἰσχύν, τῆς Μητρός Σου τῆς Ἀχράντου ταῖς δεήσεσι.
δή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωτήριον ἡμῖν λιμένα ἄνοιξον, Σῇ μεσιτείᾳ πρός Υἱόν Σου, Θεοτόκε, ὑπό τήν Σήν γάρ καταφεύγωμεν σκέπην, τήν παρά Σοῦ αἰτουμένοι ἀντίληψιν· τιμᾶσαι γάρ ἐν Κορυφῇ, ὡς Ζωοδόχος Πηγή καί Γονόεσσα.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καί κακώσεων, τραυμάτων τε, Παρθένε· τῆς Κορυφῆς γάρ τῇ Εἰκόνι προσπίπτων, τήν παρά Σοῦ αἰτοῦμαι βοήθειαν· καί Σέ θαυμάτων τήν πηγήν, ὁμολογῶ καί κηρύττω, Πανύμνητε.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
ῦστιν ἡμῶν καί Ὀρθοδόξων ἁπάντων, τά Σά θαυμάσια κηρύσσουσι, Παρθένε· καί τριχομένων κακίαις παντοίαις καί ὀχλουμένων Βελίαρ προσκρούσεσι· καί πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.
Δόξα.
ρμησον τήν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς Σαῖς θερμαῖς πρός Θεόν ἱκεσίαις καί τῇ πρεσβείᾳ Σου τήρησον ἄτρωτον· καί ἐπί πέτραν ἀσφαλῇ, τῆς πρός Υἱόν Σου πίστεως, Ἄχραντε.
Καί νῦν.
Συμπνίγομαι ταῖς τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μήτερ, τήν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα, ἀλλά Σύ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καί στεναγμοῖς, ἅ δώρησαί μοι, Παρθένε, καί σῶσον με.
Διάσωσον, τούς Σύ προσπίπτοντας ἐκ πόθου, Μητροπάρθενε Κόρη, εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σῇ χάρις.
χραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις καί μετά τήν ἐκφώνησιν:
Κοντάκιον. Ἦχος γ’. Τήν ὡραιότητα.
Τῇ Κορυφιώτισσᾳ τά νῦν προσπίπτωμεν, ὠδαῖς, δεήσεσι Αὐτήν καλούμενοι, εἰς τήν βοήθειαν ἡμῶν τῶν θλίψεσι ὀχλουμένων· σπεῦσον, Μῆτερ, πρόφθασον τήν ὀργήν τοῦ Παντάνακτος· Αὐτῶ γάρ ἁμαρτάνομεν καί δεινῶς παροργίζομεν· εὐσπλάχνως οὗν ἐπίβλεψον, Ἁγνή, ἐπί λαόν ἀσεβοῦντα καί ἐλέησον.
Καί εὐθύς τό Προκείμενον:
Μνησθήσομαι τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ. (Δίς).
Στίχ. κουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
χορός: Κύριε ἐλέησον (γ’).
Ἱερεύς: Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
χορός: Καί τῷ πνεύματί σου.
Ἱερεύς: κ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.
χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Δόξα. Ἦχος β’.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς Κορυφιωτίσσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. λεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
χος πλ. β’. Ὅλην ἀποθέμενοι.
Πᾶσαν τήν ζωήν ἡμῶν ὑπό τήν σκέπην Σου, Μῆτερ, καί τήν Σήν ἀντίληψιν καί τῇ μεσιτείᾳ Σου ἀναθέμεθα. Φιλανθρώπως, Δέσποινα, ἔπαρον τάς χεῖρας τῷ Υἱῷ Σου καί μεσίτευσον, ὑπέρ λαοῦ ἀγνώμονος καί Αὐτόν δεινῶς παροργίζοντος. Κορυφιώτισσα Κόρη, Εἰκόνι τῇ ἁγίᾳ Σου τά νῦν, οἱ ἐν κινδύνοις προσπίπτομεν καί Αὐτῇ δεόμεθα.
Εὐθύς ἐκφωνεῖται ὑπό τοῦ Ἱερέως ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν κόσμον Σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καί κατάπεμψον ὑμῖν τά ἐλέη Σου τά πλούσια.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας, Ἧς τήν Εἰκόνα τῆς Κορυφιωτίσσης τιμῶμεν.
Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
κεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Ἐπισκόπου Μύρων τῆς Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυ- ματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν.
(Τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω).
Τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων τῆς ἡμέρας).
Καί Πάντων Σου τῶν Ἁγίων.
κετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον (12).
Καί ἐπισφραγίζει ὁ Ἱερεύς μετά τῆς δοξολογικῆς ἐκφωνήσεως:
λέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος:
δή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Θεοτόκε, ὡς Πόλεως Κωνσταντίνου ποτέ· Ὑπέρμαχον γάρ ταύτης καί Στρατηγόν ἐν πίστει Σέ ἐπιγράφεται ψάλουσσα· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
ασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καί πρόμαχος· Σῆ γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Δόξα.
Πῦρ τό τῆς ἁμαρτίας, Παρθένε, τόν Σόν δοῦλον καταναλίσκει, πλήν σπεῦσον ῥυσθῆναι με· κατάσβεσον τήν φλόγαν, εὐχαῖς πρός τόν Υἱόν Σου, ἵνα εὐγνωμόνως κραυζάγω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Καί νῦν.
Τιμῶμεν, Θεοτόκε, Εἰκόνα Σου τήν θείαν τῆς Κορυφῆς, ἀναμέλποντες ὠδαῖς εὐχαριστίας καί ὕμνους εὐλογίας καί τῶ Κυρίῳ ἀνακράζωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
δή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
ραιοτάτη ἡ μορφή Σῆς Εἰκόνος, τῆς Κορυφῆς, εὐσυμπάθητε Κόρη, πρός ἧν τό γόνυ ψυχῆς κλίνωμεν πάντες.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
νασσα Κόρη, τῆς Κορυφῆς Σῇ Εἰκόνι προσπεσόντες οἱ πιστοί ἀναβοῶμεν, σπεῦσον, Παρθένε, καί ἀπάλλαξον ἐν τάχει.
Δόξα.
Ναῷ Σου θείῳ καί τῇ Μονῇ Σου, Παρθένε, χαίρουσα σπεύδει πληθύς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους τε βοηθείας.
Καί νῦν.
Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ Σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, Σῇ μεσιτείᾳ, δεήσι τε βοηθείᾳ.
δή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
ραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ Σός Υἱός πρός Ὅν τήν δέησιν ἔκχεε· ἵνα ῥυσθῶμεν διά Σοῦ κολάσεως τῆς γεέννης.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Νικῆσαι τοῦ Βελίαρ τάς μηχανάς, Παρθένε, Σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε· πρός Σόν Υἱόν ταῖς Σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.
περαγία Θεοτόκε σῶσον ἡμᾶς.
ασαι τῆς ψυχῆς μου τό ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τόν δοῦλον Σου· καί δώρησαί μοι τήν χαράν, ἵνα ὑμνῶ Σε σεπτή Κορυφιώτισσα.
Δόξα.
μματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καί βοηθείας χεῖραν τοῖς δούλοις Σου ἔκτεινον· Σέ γάρ μητέρα ἡμῶν θείαν κηρύττομεν.
Καί νῦν.
Σάλον τόν τῆς ψυχῆς μου καί ἄλγος καί ὀδύνην, ταῖς Σαῖς πρεσβείαις κατάστειλον δέομαι· Σῆ γάρ προσφεύγω, ὧ Μῆτερ Γονόεσσα.
Καί εὐθύς, τοῦ Ἱερέως θυμιῶντος τό Ἱερόν Θυσιαστήριον καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά παρόντα Μεγαλυνάρια:
ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Εἰκόνι Σου τῇ θείᾳ τῆς Κορυφῆς προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
λλάδος ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, τῆς Κορυφιωτίσσης τήν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ· καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.
Βάρος, Παρθένε, ἐν τῇ ψυχῇ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ· Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
χος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν· μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται τοῦτο τεσσαράκοντα (40).
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
τι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
τι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν ὑπέρ ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
τι δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν (ἤ Μονήν) καί πόλιν (ἤ νῆσον) ταύτην καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου. Ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν Ἀγαθόν καί Φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας Αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
τι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν, φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
πάκουσον ἡμῶν, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.
Ὁ χορός: μήν.
Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Παναγίας καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:
χος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ Σῇ πανυπερτίμῳ Εἰκόνα, τῆς Κορυφῆς τῇ σεπτῇ, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δέ διάλυσον τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σύ γάρ Ὀρθοδόξων προστάτης καί πιστῶν ἁπάντων ἀμύντωρ πέλεις, οἷα Μήτηρ τοῦ Παντάνακτος.
χος πλ. δ’.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
χος β’.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου