Τετάρτη, 16 Νοεμβρίου 2011

ΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΚΑΛΛΙΝΙΚΟΥ ΤΣΕΡΝΙΚΑΣ

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΛΛΙΝΙΚΟΥ
ΤΗΣ ΤΣΕΡΝΙΚΑΣ ΡΟΥΜΑΝΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ (+ 1868)

Ποίημα Ἀντωνίου Μάρκου (2011)
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής»

  Ἀκολουθία   τοῦ  ἐν  Ἁγίοις  Πατρός  ἡμῶν  Καλλινίκου  τῆς  Τσερνίκας Ρουμανίας,  τοῦ  Θαυματουργοῦ  (καί  προηγουμένως  ὁ πρός  αὐτόν Παρακλητικός  Κανών), ἐποιήθησαν  κατόπιν  αἰτήματος  τοῦ  ἀγαπητοῦ  συναδέλφου, Καθηγητοῦ   κ. Βλασίου  Σαββίδη, ὁ  ὁποῖος  τόν  εὐλαβεῖται  ἰδιαιτέρως (τόσον    Ἀκολουθία, ὅσον  καί ἡ  Παράκλησις βάσει  ἄλλων  ἡμετέρων πονημάτων). Μάλιστα, ὡς  Ἐπισκέπτης  Καθηγητής  διαφόρων  Ἀμερικανικῶν  Πανεπιστημίων, ἔχει  παρουσιάσει  τόν  Βίον  τοῦ  ἁγ. Καλλινίκου, ἀλλά  καί  ἄλλων  Ἁγίων  τῆς  Ὀρθοδοξίας, ἐνώπιον  ἀλλοδόξου, ἀδογματίστου    καί  ἀθέου  φοιτητικοῦ  κοινοῦ  καί  τοῦτο  «λογισθήσεται  αὐτῶ  εἰς  μαρτυρίαν».  
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετά τόν Προοιμιακόν, εἰς τό «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.
τε ἐκ νεότητος Θεῷ, Ἅγιε, ζεούσῃ καρδίᾳ κατηκολούθησας, τότε κόσμου ἔλειπες τήν ματαιότητα καί δρομέως ἐχώρησας πρός θείους ἀγώνας καί Τσερνίκας τῇ σεπτῇ Μονῇ κατώκησας· ἔνθα τήν καρδίαν καθάρας, γέγονας δοχεῖον χαρίτων οὐρανίων, Ὅσιε, τοῦ Πνεύματος.
Τσερνίκας ἱερωτάτῃ μονῇ, γέγονεν ἀσκήσεως τόπος, ἔνθα ἠξίωσαι, πᾶσαν τοῦ ἀλλάστορος βαλεῖν τήν δύναμιν· καί δοχεῖον τοῦ Πνεύματος ἐγένου καί πάντων ἱερόν παράδειγμα ἐδείχθης, Ἅγιε· ὅθεν μοναζόντων τά πλήθη χαίροντα κραυγάζουσιν, Πάτερ· πρόφθασον πρεσβείαις Σου, Καλλίνικε.
νθεος ἐδείχθης μιμητής, τοῦ Σοῦ ἐξαιρέτου προτύπου, πατρός Ποιμένος τε, οὗ τερπνόν γεώργιον φανεῖς, Καλλίνικε, τήν χάριν ἐκέκτησο καί τούτου τήν θέαν ἀπολαύεις σήμερον, προσώπῳ πρόσωπον ἀτενίζων, μακάριε, ἐν τῷ Παραδείσῳ· οὗ τυχεῖν ποθοῦμεν εὐχαῖς Σου, πρός τόν Λυτρωτήν ἡμῶν καί Κύριον.
Θείου Τιμοθέου μαθητής, τοῦ ἱερωτάτου ἐγένου, ἐν τῇ Τσερνίκας Μονῇ, ἐν ἧ τόν τῶν μοναστῶν διῆλθες δίαυλον· εἶτα τούτου ἐχώρησας, Θεοῦ εὐδοκίᾳ, καί τόν θρόνον ἔλαβες τοῦ Ῥιμνικίου σοφέ· ἔνθα Εὐαγγελίου τόν λόγον ἐκήρυξας λαοῖς οὗς σοφίσας, γνήσιος ποιμήν ἐφάνης, Ὅσιε.
Κόσμου τήν ἀπάτην ἐκφυγών, τούτου ἐμακρύνθης Τσερνίκας προκρίνας, Ὅσιε, μοναστῶν τό στάδιον, ἐν τῇ μονῇ εἰσελθών· ἔνθα πόθῳ φλεγόμενος τυχεῖν Παραδείσου, ἐν νηστείᾳ καί εὐχῇ βίον ἡνάλωσας· ὅθεν καί νομίμως ἀσκήσας, ὅντως καλλίνικος ὤφθης καί πατήρ ἐδείχθης τελειώτατος.
τε τοῦ ἀρχαίου πτερνιστοῦ ἔτεμες, θηρός διαβόλου, τό κέντρον, Ἅγιε, τότε τέκνων γέγονας πατήρ, μακάριε· ὧν τό πλῆθος κηρύττει Σου τόν ἔνθεον βίον, τήν τε ὁσιότητα, ψυχῆς τό ἅγιον· ὅθεν οὗν ἡμεῖς Σέ τιμῶντες, Σοῦ τήν ἱεράν καί ἁγίαν μνήμην ἑορτάζομεν, Καλλίνικε.
Δόξα. Ἦχος α’.
σκήσεως πόνοις ἐκγυμνασάμενος, ποιμενάρχης ὅσιος ἐγένου καί πατήρ ἀληθής τοῦ Σοῦ ποιμνίου, Ἅγιε· ἐπιπνοίᾳ γάρ Πνεύματος, Καλίνικε μακάριε, Ῥιμνικίου τόν θρόνον κατεκόσμησας καί Τσερνίκας ἀνεδείχθης ἐν μονασταῖς διδάσκαλος. Πρός Δεσπότην τόν Σωτῆρα οὗν μή παύεις δεόμεθα τοῦ πρεσβεύειν, ἵνα ῥύσηται ἡμᾶς πάσης περιστάσεως.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν Σοί θεωροῦσα ἡ κτίσις ἀγάλλεται. Συνέλαβες γάρ ἀσπόρως καί ἔτεκες ἀφράστως, Ὅν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται· Αὐτόν ἱκέτευε ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ’, 9 – 14).
Τάδε λέγει Κύριος. Πάντα τά ἔθνη συνήχθησαν ἅμα καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός καί ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καί οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγώ εἰμί καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσίν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει τῶν ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καί κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου. Ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καί τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον Αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καί περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλήσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καί ὡς λαίλαψ ἐκλιμήσει αὐτούς καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν Βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθαι οἱ κρατοῦντες πλήθους καί οἱ γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καί ἡ δυναστεία παρά Ὑψίστου.
Εἰς τήν Λιτήν Στιχηρά Ἰδιόμελα.
Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ Βλαχία σύμπασα, ὡς μήτηρ καλλίγονος, ἐπί τοῖς σοῖς τέκνοις εὐφραινομένη· ἐκ σοῦ γάρ ἐβλάστησεν ὁ εἰς ἔπαινον σήμερον προκείμενος, Καλλίνικος ὁ Ῥιμνικίου Ἐπίσκοπος. Οὗτος γάρ ἐν Τσερνίκᾳ ὑποταχθείς, μοναστῶν ὑπογραμμός ἐδείχθη, τοῖς ἔργοις τῆς ἀσκήσεως· ἡ πίστις δ’ αὐτοῦ στηρίζει τό σόν μοναστικόν οἰκοδόμημα. Αὐτοῦ τήν μνήμην οὗν πιστῶς ἑορτάζοντες, χεῖρας κροτοῦμεν βοῶντες, πρός Χριστόν τόν Κύριον· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσας Χριστέ, ὧν τάς ἱκεσίας δέχου, Πολυέλεε.
Ἦχος β’.
ν τοῖς Ἁγίοις αὐτῆς ἐκαυχᾶτο ποτέ ἡ μακαρία Αἴγυπτος, ἡ Ἀντώνιον γεννήσασα καί Παχώμιον ἀναδείξασα. Νῦν δέ καυχᾶται Βλαχία, ἐπί τοῖς ὁσίοις αὐτῆς τέκνοις, Καλλίνικον τόν Ῥιμνικίου Ἐπίσκοπον, ὅς Ποιμένος τοῦ Γέροντος ἔτυχεν μαθητής, ἐν τῷ Τσερνίκας πνευματικόν ἐργαστήριον. Αὐτοῖς οὗν βοήσωμεν οἱ πιστοί· τόν Κύριον Πατέρες ἱκετεύσατε, ἵνα ἄρῃ ἁμαρτίας τόν ζυγόν καί ὑμῶν δεχθῆ τήν μετάνοιαν, πρεσβείαις καί λιταῖς ὑμῶν, Ἅγιοι.
Ἦχος γ’.
Εὐφραίνου ἐν Κυρίῳ Βλαχία ἁγιοτόκε, ὡς μήτηρ καλλίγονος ἐπί τῷ τέκνῳ σου Καλλινίκῳ εὐφραινομένῃ. Ἐκ σοῦ γάρ ἐβλάστησεν ὁ εἰς ἔπαινον προκείμενος, Καλλίνικος ὁ Ῥιμνικίου Ἐπίσκοπος. Οὗτος γάρ ἐν τῇ Τσερνίκας μονῇ οἰκήσας, τῇ ἀσκήσει τῶν ἀρετῶν τῶν μοναστῶν τόν χορόν κατεκόσμησεν. Αὐτοῦ οὖν τήν μνήμη ἑορτάζοντες, εὐφροσύνως πρός Κύριον τόν Θεόν βοῶμεν. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσας Χριστέ, ὧν τάς ἱκεσίας δέχου, Πολυέλεε.
Ἦχος δ’.
ν τοῖς Ἁγίοις αὐτῆς καυχᾶται Βλαχία ἡ ἔνδοξος, ἡ Ἀνδρέου τοῦ Ἀποστόλου Ἐκκλησία καί κλῆρος· ἐπ’ ἐσχάτων δέ χορεύει ἐπί Καλλινίκῳ τόν τῆς Τσερνίκας Ἡγούμενον καί Ῥιμνικίου ἀρχιθύτην τε καί ποιμένα, ὅς Ποιμένος τοῦ Γέροντος ἔτυχεν μαθητής. Αὐτοῖς οὖν βοήσωμεν πιστοί· Κύριον τόν Θεόν Πατέρες ἱκετεύσατε, ἵνα ἀπαλλάτει πειρασμῶν καί κινδύνων τούς πίστει τελοῦντας ὑμῶν τά μνημόσυνα.
Δόξα. Ἦχος πλ. α’.
σκητικῆς ἐραστής γενόμενος πολιτείας, ἀσκητικούς ἀγώνας ἐπεδείξω, ἐν Τσερνίκᾳ ἀγωνισάμενος, Ὅσιε· δι’ ὧν τά πάθη ἐνέκρωσας καί τοῦ ἐχθροῦ κατέβαλες τάς φάλαγγας. Ὅθεν, Καλλίνικε σοφέ, ὁμοῦ Ποιμένι τῷ Γέροντι τόν Κύριον ἱκετεύσατε, τοῦ λαβεῖν ἡμᾶς εὐχαῖς ὑμῶν καί ἱκεσίαις, παρ’ Αὐτοῦ τό μέγα ἔλεος.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μετά Ἀγγέλων τά οὐράνια, μετά ἀνθρώπων τά ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε, βοῶμεν Σοι. Χαῖρε πύλη τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία. Χαῖρε, σεμνή Κεχαριτωμένη, ἡ τεκοῦσα Θεόν σεσαρκωμένον.
Εἰς τό Στίχον. Στιχηρά Προσόμοια.
Ἦχος β’. Οἶκος τοῦ Εὐφραθᾶ.
λος πυρποληθείς, Χριστοῦ ἔρωτι θείῳ, Καλλίνικε, δοξάζεις θαύμασι καί σημείοις, Αὐτοῦ τό θεῖον ὄνομα.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει…
τῆς ὑπερφυοῦς ἀνδρείας Σου, ἐν μέσῳ τοῦ κόσμου γάρ κατώκεις ὡς ἄσαρκος, ὑπό τε τοῦ Βελίαρ δεινῶς δοκιμαζόμενος.
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Κέκτηται ἡ σεπτή Τσερνίκα τήν Σήν θήκην, τῶν θείων Σου λειψάνων, προχέουσαν ἰάσεις, παύουσαν ἅπαν νόσημα.
Δόξα. Τριαδικόν.
Θαύμασι φανερεῖς, Καλλίνικε, καί σημείοις, Τριάδος τῆς Ἁγίας, Πατρός τε Παρακλήτου καί Υἱοῦ τήν θείαν δύναμιν.
Καί νῦν. Θεοτοκίον.
Οὐκ ἔπαυεν, Σεμνή, Καλλίνικος Σήν δόξαν κηρύττειν καί θαυμάζειν, διό Σῇ μεσιτείᾳ τοῦ Παραδείσου ἔτυχεν.
Νύν ἀπολύεις… Τό Τρισάγιον. Καί τό Ἀπολυτίκιον.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τόν Ῥουμανίας φωστῆρα καί Τσερνίκας τό καύχημα καί τόν Ὀρθοδόξων προστάτην, θεοφόρον Καλλίνικον· τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, αὐτός γάρ τῆς Τριάδος ἐραστής, ἀναδείχθη ἀγῶσι πνευματικοῖς, διό ἀξίως ἐκομίσατο τά βραβεῖα· δόξα, οὗν, ἐκβοήσωμεν αὐτῶ, δόξα τῷ ἀναδείξαντι, δόξα τῷ ἐν Ἁγίοις θαυμαστῷ, Χριστῷ τῶ Θεῷ ἡμῶν.
Καί Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά τόν Ἑξάψαλμον τό Ἀπολυτίκιον, ὡς ἐν τῷ Ἑσπερινῷ.
Μετά τήν α’ Στιχολογίαν, Κάθισμα.

Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.
στήρ ἐκ τοῦ βορρᾶ καί τῆς Τσερνίκας ἐκλάμψας, φωτί τῶν ἀρετῶν, θαύμασι καί σημείοις, φωτίζεις τήν ὑπ’ οὐρανόν Ἐκκλησίαν καί ἅπασαν γῆν, καλούμενος ἐπί τῇ θείᾳ Σου μνήμῃ, εἰς πανήγυριν, Καλλίνικε θεοφόρε, ἡμᾶς τούς τιμῶντας Σε.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
γνή ἡ τόν Θεόν ἡμῶν τεκοῦσα, τό κλέος πάντων τῶν εὐσεβῶν, ἡ χαρά καί ἡ δόξα· μή παύῃς δεόμεθα ἱκετεύειν Ὅν ἔτεκες· ἵνα ῥύσηται ἡμᾶς παθῶν ψυχοφθόρων καί δωρήσηται ζωῆς ἀλήκτου τόν τόπον, πρεσβείαις Σου Πάνσεμνε.

Μετά τήν β’ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

τῆς Τσερνίκας μοναστῶν ποιμενάρχης καί τῆς Βλαχίας εὐκλεέστατος γόνος, παρά Χριστοῦ μεγάλην χάριν ἔλαβεν· Ἀρχιερέων καλλονή, ὑπόδειγμα μοναχῶν τε ἀναδέδεικται· πάντας οὗν νῦν προσκαλεῖται, μνήμην τελέσαι ἑαυτοῦ· οὗ ταῖς λιταῖς, σκέπε καί σῶζε τούς ὑμνοῦντας Σε Κύριε.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Χαῖρε Δέσποινα, Ἀειπάρθενε Κόρη, δαιμόνων φρύαγμα, ἀνθρώπων θεῖος λιμήν τε, οἱ τοῦ Χριστοῦ ἐνθέως ἀνυμνοῦμεν Σε· σπεῦσον, Μῆτερ, πρόφθασον, τῇ μεσιτείᾳ Σου σῶσον, τούς προστρέχοντας τῇ παναχράντῳ Σου σκέπῃ· ἀπό κινδύνων ῥῦσαι χαλεπῶν τούς Σέ τιμῶντας, Παρθένε ἀκήρατε.
Μετά τόν Πολυέλαιον, Καθίσματα.

Ἦχος πλ. α᾿. Τόν συνάναρχον Λόγον.
ουμανίας ἐδείχθης φωστήρ ὑπέρλαμπρος, τῇ ἀσκήσει ἐκλάμπων καί ἰαμάτων ῥοαῖς, καί ἐν Τσερνίκᾳ ἰατρός πάντων ὁ ἄμισθος· διό κηρύττομεν πιστοί, εὐγνωμόνως, ἀγαθέ, τῆς Σῆς ζωῆς τούς ἀγῶνας· δι’ ὧν ἐκτήσω τήν χάριν τοῦ προορᾶν, πάτερ Καλλίνικε.
Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Σοῦ Θεοτόκε ὁ οἶκος, ὁ τῆς Ἑλλάδος, τά νῦν ὑπό ἀπροβλέπτου κινδύνου δεινῶς ταράττεται καί αἱμάσει· Μαριάμ, σπεῦσον οὗν πρόφθασον, Σαῖς πρός τόν Κύριον λιταῖς, τῇ παρρησίᾳ Σου, Ἁγνή, καί ῥῦσαι τοῦτον, Παρθένε· καί ἀναστήλωσον, Μῆτερ, ἐν εὐσεβείᾳ καί χριστότητι.
Οἱ Ἀναβαθμοί, τό α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
κ νεότητός μου πολλά πολεμεῖ με πάθη, ἀλλ’ αὐτός ἀντιλαβοῦ καί σῶσον, Σωτήρ μου. (Δίς).

Οἱ μισοῦντες Σιών, αἰσχύθνητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρί ἔσεσθε ἀπεξηραμένοι. (Δίς).
Δόξα.

γίῳ Πνεύματι πᾶσα ψυχῇ ζωοῦται καί καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καί νῦν.

γίῳ Πνεύματι ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.
Προκείμενον (Ψαλμός ξζ’, 36), ἦχος δ’.

Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τά θελήματα Αὐτοῦ ἐν αὐτοῖς (Ψαλμ. ιε’, 3).
Πᾶσα Πνοή. Εὐαγγέλιον. Ὁ Ν’ Ψαλμός.

Δόξα.

Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ. λέησόν με ὁ Θεός, κατά τό μέγα ἔλεόν Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.

νθεος ἐδείχθης μιμητής, τῶν Σῶν ἐξαιρέτων προτύπων, τοῦ Τιμοθέου τε Ποιμένος τοῦ Γέροντος, τοῦ ἐν Τσερνίκᾳ ἀσκητοῦ· ὧν τήν χάριν ἐκέκτεισω καί τούτων τήν θέαν ἀπολαύεις σήμερον ἐν οὐρανοῖς παροικῶν· ὅθεν, Σοῦ δεόμεθα, Πάτερ, τῆς τοῦ Παραδείσου εὐκλείας τυχεῖν ἡμᾶς εὐχαῖς Σου καί δεήσεσιν.
Εἶτα ὁ Κανών οὗ ἡ ἀκροστιχίς, «ΚΑΛΛΙΝΙΚΟΝ ΤΣΕΡΝΙΚΑΣ ΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Καλλίνικον Τσερνίκας θαυματουργόν, ὑμνήσωμεν πάντες, αὐτῷ προσπίπτοντες οἱ πιστοί· αἰτούμενοι θείας βοηθείας παρά Κυρίου, αὐτοῦ ταῖς δεήσεσι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
νεσιν καί ὑγείαν δίδου ἡμῖν, Καλλίνικε μάκαρ, Ὀρθοδόξων ὁ βοηθός· τῇ γάρ ἐν Τσερνίκᾳ Μονῇ Σου, πάντες προσφεύγωμεν ἐν περιστάσεσι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Λύτρωσιν δώρησαι τῶν ψυχῶν, ἅμα καί σωμάτων, ὁ Ῥουμανίας γόνος λαμπρός καί Μονῆς Τσερνίκας ὁ προστάτης καί τῶν δαιμόνων διῶκτα Καλλίνικε.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Λύτρωσαι, Κόρη τῶν Οὐρανῶν, λιταῖς Ἱεράρχου, καί εὐσπλάχνως ἰδέ ἡμᾶς, τούς κατακλυσμῷ τῆς ἁμαρτίας, παρασυρθέντας εἰς βάθη κολάσεως.
Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
δεῖν τοῦ Πνεύματος, Πάτερ, οὐρανοφάντωρ Καλλίνικε, ἐφ’ ἡμᾶς ἐξ οὐρανῶν εὐλογίαν καί τήν στερέωσιν, ἐν τῇ ἀγάπῃ Χριστοῦ, ὑπέρ ἡμῶν τοῦ παθόντος, Σαῖς θερμαῖς δεήσεσι, θεῖοις τε ἐντεύξεσι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Νεύσει θείου ἐλέους καθικετεύομεν, Ἅγιε, πᾶσι αὐγασθῆναι τοῖς πόθῳ πρός Σέ προσφεύγουσι, ἐν τῇ Τσερνίκας Μονῇ καί τῇ σεπτῇ Σου Εἰκόνι, τοῦ λαβεῖν τήν ἴασιν, ταῖς Σαῖς δεήσεσι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

δε, Πάτερ, τούς πόθῳ ὑπό τήν σκέπην Σου σπεύδοντας καί γονυκλινῶς αἰτουμένους τήν Σήν ἀντίληψιν· μή ἐπιλάθου, φωστήρ τῆς Ῥουμανίας Σῶν τέκνων καί τῶν ὁμοχώρων Σου, κλεινέ Καλλίνικε.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Κηρύττομεν, Παρθένε, τά Σά θαυμάσια ψάλλοντες, χαῖρε τῶν παρθένων ἡ δόξα, ἡμῶν τό στήριγμα· τῇ ἱκεσίᾳ, Σεμνῆ, σεπτοῦ Πατρός Καλλινίκου, πάντας περιφρούρησον, ὦ Νεαμίτισσα.
Κάθισμα. Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.
Τούς ἀγῶνας καί κόπους τούς Σούς, πιστοί νοερῶς θεωροῦντες, πλήν εὐκρινῶς, πάσης κατανύξεως τάς ψυχάς ἐμπιμπλάμεθα καί πρός θεῖον ὕμνον καί δόξαν καί αἴνεσιν, τοῦ Κυρίου πάντων, τοῦ τῶν ὅλων δεσπόζοντος, πόθῳ ἐγκαρδίῳ ἑαυτούς συγκινοῦμεν, ὠδαῖς Σέ γεραίροντες, ὡς τῶν Ἁγίων ὁμότροπον καί πιστῶς ἐκβοῶμεν Σοι· πρόφθασον ἰλέωσαι Κριτήν, ταῖς πρός Αὐτόν Σαῖς ἐνθέρμοις δεήσεσιν· Τοῦτον ἐπίκαμψον τῇ πρεσβείᾳ Σου Πάτερ, ὁ Τσερνίκας καί Ῥουμανίας ἀγλάϊσμα.
Δόξα. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι, Δέσποινα, ὑπέρ πασῶν τῶν χαρίτων Σου· Σύ γάρ ὤφθης σκέπη, ὁμοῦ καί ἀντίληψις, πειρασμῶν καί θλίψεων ἀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθείς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καί Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι· Σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος Σου.
Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Καλνταρουσάνι προστάτην καί Βλαχίας γόνον τόν ἐνδοξώτατον, ἀνυμνήσωμεν θεόφρονες, τόν οὐρανοβάμονα Καλλίνικον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

μολογοῦμεν Κυρίου δοῦλον σεπτόν τόν Καλλίνικον, τῇ Εἰκόνι του προσπίπτοντες, τῇ θαυματουργῷ κατασπαζόμενοι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναῷ καί θήκῃ τιμίᾳ τῶν Σῶν λειψάνων προσφεύγοντας, τῇ δυνάμει τῇ τοῦ Πνεύματος, ῥῦσαι ἐνεργειῶν τῶν τοῦ ἀλάστορος.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῇ προνοίᾳ Σου, Κόρη, τῇ μητρικῇ νῦν προσπίπτομεν, τήν βεβαίαν Σου αἰτούμενοι καί ἀναγκαῖαν πᾶσιν ἡμῖν ἀντίληψιν.
Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σπεῦσον πρός ἡμᾶς τοῖς προσπίπτουσι Σῇ χάριτι καί ἐπόμβρησον ἡμῖν τόν ἱλασμόν, τοῖς ἱκέταις Σου, Καλλίνικε θεόληπτε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
λεος Θεοῦ ταῖς εὐχαῖς Σου ἡμῖν δώρησαι, τοῦ Βελίαρ καταργῶν τάς προσβολάς, ὡς τοῦ Κυρίου ἀρχιθύτης, Πάτερ Ἅγιε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ῦσαι πειρασμῶν καί κινδύνων ταῖς πρεσβείαις Σου, τούς προστρέχοντας Σῇ σκέπῃ καί ναῷ, ἐν ὅ κεῖνται τά Σά Λείψανα, Καλλίνικε.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νόσων χαλεπῶν καί παθῶν ἴασαι τραύματα, ἐπικαμπτόμενη Καλλινίκου ταῖς λιταῖς· τῷ Υἱῷ Σου δέ μεσίτευσον, Πανύμνητε.
Ὠδή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
άτρευσον τῆς ψυχῆς τά τραύματα, ὁ Ῥιμνικίου σεμνός Ἀρχιθύτης, καί μοναστῶν ὁ ἱλαρός ποδηγέτης, τῶν ἐν Βλαχίᾳ, ἡμῶν δέ τό καύχημα· ἐπί Σύ, Πάτερ ἀγαθέ, τά νῦν προσπίπτομεν, θεῖε Καλλίνικε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Κατάργησον πᾶσαν λῦμιν ἀφ’ ἡμῶν, τοῦ Κυρίου σεπτέ Ἱεράρχα, ὡς εἰληφός πλουσίαν τήν χάριν, τοῦ θεραπεύειν τά πάθη καί τραύματα καί τάς ὀδύνας τῆς σαρκός καί τῆς ψυχῆς τήν σκοτόμαιναν, Ἔνδοξε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ρον τόν κλοιόν πειρασμῶν, Πάτερ Καλλίνικε, Σαῖς ἐμπύροις πρός τόν Κύριον λιταῖς· θαυματουργεῖν γάρ ἐκομίσω τήν χάριν καί δωρεάν τήν τοῦ Πνεύματος, Ὅσιε· διό ὡς προστάτης ἀληθῶς τῆς Ῥουμανίας ἁπάσης τεμίμησαι.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωθῆναι Σῇ μεσιτείᾳ, Παρθένε, ἐπιζητοῦμεν οἱ δούλοι Σου κράζοντες, Αὐτόν δυσώπει Σοῦ δεόμεθα, Κόρη, τοῦ ἐλεῆσαι ἡμᾶς τούς προστρέχοντας, ὑπό τήν σκέπην τήν σεπτήν Σοῦ τῆς Μητρός Του, Μαρία Θεόνυμφε.
Κοντάκιον. Ἦχος β᾿. Τά ἄνω ζητῶν.
ρχιερέαν Χριστοῦ τόν πάντιμον δοξάζομεν, αἰτούμενοι εὐλαβῶς τήν Σήν γενναῖαν ἀντίληψιν, Καλλίνικε θαυματουργέ, ἧν παράσχου ἡμῖν ἅπασιν, τοῖς τιμῶσιν εὐσεβῶς τήν Σήν μνήμην, Ἁγιώτατε· καί ῥῦσαι ἡμᾶς κινδύνων χαλεπῶν καί πυρός τοῦ αἰωνίου πρεσβείαις Σου.
Ὁ Οἶκος.
στήρ ἀνεφάνης τῆς Ῥουμανίας, Θεόφρων, ἐν Τσερνίκᾳ ἀγωνισάμενος· ἐκεῖθεν δέ ἀνατείλας, τῷ κόσμῳ αὐγάζεις καί πάντας λυτροῦσαι τῶν παθῶν· ὅθεν τιμῶμεν Σε ἄδοντες ταῦτα:

Χαῖρε πάτερ, ὁ Βελίαρ τῷ Σῷ ἀγῶνι πατάξας·

Χαῖρε μάκαρ, ὁ ἀρετήν καί ἀγνοίαν διδάξας.

Χαῖρε ἄνθος ὡραιότατον τῆς κλεινῆς Ῥουμανίας·

Χαῖρε ἀγλάϊσμα τερπνότατον τῆς Χριστοῦ Ἐκκλησίας.

Χαῖρε ὁ τῆς Βλαχίας οὐρανοφθόγγος ἐρωδιός·

Χαῖρε κόσμου ὁ προστάτης καί οὐρανοδρόμος ὁδηγός.

Χαῖρε κρῖνον τό ἐν Καρπαθίοις ἐνδόξως ἀκμάσαν·

Χαῖρε ὁ εὐφραῖνον Σῇ δόξῃ Ῥουμανικήν Χώραν πᾶσαν.

Χαίροις Πάτερ Καλλίνικε.
Συναξάριον.

Τῇ 11η τοῦ αὐτοῦ μηνός μνήμη τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Καλλινίκου τῆς Τσερνίκας, τοῦ Θαυματουργοῦ, Ἐπισκόπου Ῥίμνικ τῆς Βλαχίας.
Στίχ. Καλλίνικος ἐν Τσερνίκᾳ μεγάλος ἐφάνη,

ἑπόμενος Ποιμένος τοῦ Γέροντος τοῖς τρίβοις.

Τῇ ἑνδεκάτῃ οὐρανός τήν ψυχήν Καλλινίκου ἐδέξατο,

διό ψαλμικῶς τήν τούτου λῆξιν γεραίρομεν.
ἐν Ἁγίοις Πατήρ ἡμῶν Καλλίνικος ὁ Θαυματουργός, ἐγεννήθη τῷ 1787 ἐν Βουκουρεστίῳ τῆς Ῥουμανίας, ὑπό γονέων εὐσεβῶν. Εἰς τήν ἡλικίαν τῶν 20 ἐτῶν ἠσπάσθη τόν μοναχικόν βίον εἰς τήν περίδοξον Μονήν Τσερνίκας, ὑποταγείς τῷ μακαρίῳ Γέροντι Ποιμένι. Ἐν ἔτει 1802 ἐδέχθη τήν κουράν τοῦ Μεγάλου καί Ἀγγελικοῦ Σχήματος καί τήν τε Ἱερωσύνην, τό δέ ἔτος 1818 ἀνεδείχθη ψήφῳ τῶν ἀδελφῶν Ἡγούμενος τῆς Μονῆς, εἰς ἡλικίαν μόλις 30 ἐτῶν, ἀναλαβών ἐν ταυτῷ καί τήν πνευματικήν ἐπιστασίαν τῶν Μονῶν Πασάρεα, Καλνταρουσάνι, Σναγκώβ, Τσιοροτζίλα καί Μεγάλη Ποϊάνα. Ὡς Ἡγούμενος ὁ Ἅγιος ἐπέδειξε θαυμαστόν ζῆλον περί τά πνευματικά, ἀλλά καί διοικητικά καί ὑλικά τῆς Μονῆς πράγματα. Ὅτε ἐξελέγη Ἐπίσκοπος, μετά ἀπό 43 μοναχικῆς ἀφιερώσεως, κατέλειπε ἀδελφότητα ἐκ 350 πατέρων, στερρῶς ἑπομένων τῆς ἡσυχαστικῆς καί φιλοκαλικῆς παραδόσεως τοῦ ἁγ. Παϊσίου Βελιτσκόφσκυ.

Τό ἔτος 1850 ἐξελέγη Ἐπίσκοπος Ρίμνικ Βίλτσεα, ἐπί ἡγεμονίας τοῦ πνευματικοῦ του τέκνου Δημητρίου Στίρμπα. Ὡς Ἐπίσκοπος ἠνάλωσεν ἑαυτόν ὑπέρ τῆς πνευματικῆς ἀνορθώσεως τοῦ ποιμνίου, τῆς τάξεως καί παιδείας τοῦ Κλήρου, τῆς εὐταξίας τῶν μοναστηρίων καί τῆς φιλανθρωπίας καί εὐποιΐας πρός τούς ἐνδεεῖς.

Ὁ ἅγ. Καλλίνικος ἀπ’ ἀρχῆς τῆς μοναχικῆς του ἀφιερώσεως, ἐπεδίδετο εἰς μεγάλας ἀσκήσεις νηστείας, ἀγρυπνίας καί προσευχῆς, διό καί ἠξιώθη οὐρανίων δωρεῶν, ὁπτασιῶν καί χαρισμάτων. Ὁ προσωπικός του κανών προσευχῆς ἦσαν 2.000 προσκυνηταί μετάνοιαι καί 300 ἐδαφιαίαι, πέραν τοῦ καθιερωμένου μοναχικοῦ κανόνος καί τῆς συμμετοχῆς εἰς τάς καθημερινάς κοινάς Ἀκολουθίας.

Τοιουτοτρόπως ἀγωνιζόμενος ὁ Ἅγιος ἠξιώθη οὐρανίων δωρεῶν καί χαρισμάτων (τῆς προοράσεως καί προφητείας, τῆς διδασκαλίας καί καθοδηγήσεως, καθώς καί τῶν ἰάσεων). Ἐδέχθη ἀκόμη τήν ἐμφάνισιν τῶν Ἁγίων Νικολάου ἐπ. Μύρων καί Γεωργίου τοῦ Τροπαιοφόρου (τόν Ἰούνιον τοῦ 1829), οἱ ὁποῖοι τοῦ ἐζήτησαν τήν ἀνέγερσιν ναοῦ πρός τιμήν των εἰς τήν Μονήν τῆς Τσερνίκας.

Ὁ ἅγ. Καλλίνικος ἐποίμανε τήν Ἐπισκοπήν του θεοφιλῶς ἐπί 17 ἔτη καί τό 1867, εἰς ἡλικίαν 80 ἐτῶν, ἐπέστρεψε εἰς τήν μονήν τῆς μετανοίας του, τήν Τσερνίκαν. Παρέμεινεν ἔγκλειστος εἰς τό κελλίον του, ἀδιαλείπτως προσευχόμενος, μέχρι τῆς ὁσιακῆς του κοιμήσεως, τήν 11ην Ἀπριλίου 1868.

Ἐνεταφιάσθη εἰς τήν Τσερνίκαν. Τά τίμια αὐτοῦ Λείψανα ἀνεκομίσθησαν εὐωδιάζοντα τό ἔτος 1875 καί φυλάσσονται ἔκτοτε εἰς τήν μονήν του. Μετά θάνατον ὁ Ἅγιος ἔλαβε παρά Θεοῦ τό χάρισμα τῶν ἰαμάτων, διό καί ἀπεκλήθη θαυματουργός. Ἡ ἁγιότητά του διεκηρύχθη ἐπ’ ἐκκλησίαις ὑπό τοῦ Πατριαρχείου Ρουμανίας, τό ἔτος 1955.

Αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μνος ἡ Σή ἐφάνη βιοτή Κυρίῳ τῷ Θεῷ Σου, διό Καλλίνικε, Βλαχίας πέλεις κλέος, ἧ καί ψάλλει κραυγάζουσα· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μέγιστα ἐργάζῃ καί μετά λῆξιν, πάτερ Καλλίνικε, νῦν σημεῖα καί θαύματα τεράστια τοῖς πᾶσι, τοῖς μετά πόθου κραυγάζουσι· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Δόξα.
Νόσων καί κινδύνων ἰατρός ἐδόθης, Πάτερ, τῷ κόσμῳ, διό τά πάθη θεράπευσον, πληγάς τε ἀοράτους ἡμῶν, τῶν πίστει βοώντων Σύ· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Καί νῦν. Θεοτοκίον.
Κυρία Θεοτόκε, ἐπαίρουσα μή παύῃς χεῖρας Υἱῷ Σου καί Θεῷ· ἀνάψυξον, Παρθένε, ψυχάς πεπυρωμένας, τῶν μετά πόθου ψαλλόντων Σοι· χαῖρε οὐράνιε λιμήν, πάντων τῶν σωζομένων.
Ὠδή η’. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
σοι ἐν πίστει εἰλικρινεῖ προσιοῦσι, τῇ θήκῃ τῶν σεπτῶν Σου λειψάνων, ψυχῶν τε καί σωμάτων λαμβάνουσιν τήν ῥῶσιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός καί λάρναξ τοῦ θείου Καλλινίκου, ἱατρεῖον ἱερόν πρόκεινται τοῖς πᾶσι, τῶν τιμώντων αὐτοῦ τήν θείαν μνήμην.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα, τόν Κύριον ὑμνοῦμεν.
γίων, Πάτερ, ἐμιμήσω τόν βίον, διό χαρίτων πλησθείς πολλῶν παρά Κυρίου, προστάτης πάντων ἡμῶν καί ἔφορος πέλεις.
Καί νῦν. Θεοτοκίον.
μμάτων σκότος, ψυχῆς ἀορασίαν, φωταγώγησον Σύ, φωτός ἀκτίστου Μῆτερ, τῶν δεομένων τυχεῖν τοῦ Σοῦ ἐλέους.
Αἰνοῦμεν, εὐλογοῦμεν καί προσκυνοῦμεν τόν Κύριον.
Τόν Βασιλέα τῶν οὐρανῶν Ὅν ὑμνοῦσι στρατιαί τῶν Ἀγγέλων ὑμνεῖται καί ὑπερυψοῦται εἰς πάντας τούς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Δεκάδες τά Σά τέκνα, ἐν τῇ κλεινῇ Βλαχίᾳ, τόν Σόν δρόμον, Πάτερ, ἐβάδισαν καί ἔλαβον παρά Θεοῦ, μισθούς ἀγώνων καί στέφη οὐράνια.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὐχαῖς Σου τάς σειράς μου τῶν πταισμάτων λῦσον καί τό χειρόγραφον, Μάκαρ, διάρρηξον τῆς ἁμαρτίας, τοῦ τήν Σήν ἁγίαν μνήμην τοῖς πᾶσι κηρύττοντος.
Δόξα.
δε μου τήν πτωχείαν, τοῦ ταῦτα στιχουργοῦντος καί Σαῖς πρεσβείαις πρός Κύριον, Ὅσιε, πλούτισον τήν ἐμῆν ψυχήν, τῶν δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.
Καί νῦν. Θεοτοκίον.
Σωτῆραν ἡ τεκοῦσα, Παρθένε Θεοτόκε, σύν Καλλινίκῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήσῃ πᾶσιν ὡς Θεός, ἁμαρτημάτων τήν λύσιν καί ἄφεσιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Χριστός τήν Σήν ἐδέξατο ἄσκησιν ὡς θυμίαμα, Καλλίνικε θεοφόρε, καί ἀντιδόξασεν. Ὅθεν ἡμεῖς καθικετεύομεν, μή παύσης ταῖς πρεσβείαις Σου, ἁμαρτημάτων τήν λῦσιν, δοῦνε ἡμῖν, θεῖε Πάτερ, τῶν Σοῦ τιμῶντων τήν μνήμην.
Εἰς τούς Αἴνους.
Ἱστῶμεν Στίχους δ’ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Παρακλήτου τήν χάριν λαβών, Καλλίνικε, ἀσκήσεσι καθεῖλες τόν ἀρχέκακον ὄφιν· μιδάδων δέ ἐδείχθης πρός οὐρανόν ὁδοδείκτης, μακάριε· διό τήν μνήμην Σου ἄσμασιν καί ὠδαῖς ἀναμέλποντες τιμῶμεν Σου.
Χαίρει ἐν Σοί γῆ Βλαχίας, ἡ Σέ βλαστήσασα, καί Ῥίμνικ χαρμοσύνως τούς Σούς ἀγῶνας κηρύττει· καί πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ μακαρίζει Σε, Ὅσιε· ὡς ἀρχιθύτην Κυρίου καί μοναστῶν καθηγητήν καί ποδηγέτην θεόφθογγον.
Βουκουρεστίου χορεύει ἡ πόλις, Ἅγιε, ὡς μήτηρ καυχωμένη, ἐπί τῇ θείᾳ Σου δόξῃ· μονῇ δέ τῆς Τσερνίκας ἡ ἱερά, λαμπρούς ἀγῶνας κηρύττει Σου· τούτων ὑπάρχεις γάρ δόξα καί ἡ τιμή, ἡμῶν δέ πρέσβυς πρός τόν Κύριον.
μῶν τήν χώραν, ὦ Πάτερ, τήν κινδυνεύουσαν, μή ἐπιλάθου τῷ θρόνῳ τοῦ Θεοῦ ἐνωπίῳ ἐστώς, Ἱεράρχα θαυματουργέ, καί Σαῖς εὐχαῖς περιφρούρησον· ἵνα κηρύττει Σήν δόξαν καί τήν τιμήν, ἧν Χριστός Σοί ἐπιβράβευσεν.
Δόξα. Ἦχος πλ. α’.
κ τῆς Βλαχίας ὡς ἄνθος εὐῶδες, τῇ Ἐκκλησίᾳ προσεφέρθης, Καλλίνικε μακάριε· τῆς τε ἀλήκτου ζωῆς τόν στέφανον δεξάμενος, ὡς βραβεῖον τῶν ἀγώνων Σου, νῦν ἐν οὐρανῷ μετά τῶν καλλινίκων συναγάλλη Ἁγίων, ὡς ὄντως καλλίνικος· διό χαριστήριον ὠδήν Σοί ἄδοντες, ἐν κατανύξει βοῶμεν· μή ἐπιλάθῃ, Ἅγιε, καί τῆς ἡμῶν πατρίδος, ἀλλ’ ἀπαύστως πρέσβευε τῷ Κυρίῳ, ῥυσθῆναι αὐτήν τῆς παρούσης περιστάσεως.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τοῦ ἐκ Σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδάμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καί ἡμεῖς ἐζωοποιήθημεν. Διό ἀνυμνοῦντες βοῶμεν, εὐλογητός Χριστός ὁ Θεός ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα Σοι.
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τά Τυπικά, οἱ Μακαρισμοί καί ἀπό τοῦ Κανόνος Ὠδαί γ’ καί στ’. Ἀπόστολος, Εὐαγγέλιον καί Κοινωνικόν Ὁσιακά.
Μεγαλυνάριον.
Χαίροις Ἀρχιερέων ἡ καλλονή, καλλίνικος ὄντως τοῖς ἀγῶσι ἀναδειχθείς· χαίροις ὁ Βλαχίας καί Ῥουμανίας γόνος, Καλλίνικε Τσερνίκας, ἧν σκέπε πάντοτε.
Δίστιχον.
Δέχου τόν ὕμνον τοῦτον, Καλλίνικε τρισμάκαρ, ὅν ὑπέρ πταισμάτων, Ἀντώνιος προσφέρει.

ΑΥΤΟΥ ΑΓΙΑΙΣ ΠΡΕΣΒΕΙΑΙΣ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΕΛΕΗΣΟΝ ΚΑΙ ΣΩΣΟΝ ΗΜΑΣ, ΑΜΗΝ















































































































































































































































































































































































Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου