Τρίτη, 5 Οκτωβρίου 2010

ΑΚΟΛΟΥΘΙΑ ΟΣ. ΤΑΡΣΩΣ ΤΗΣ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΗΣ

Ψαλλομένη τῆ 24η μηνός Σεπτεμβρίου,
ἐπί τῆ κοιμήσει αὐτῆς

Ποίημα Ἀντωνίου Μάρκου


Εἰς τόν Ἑσπερινόν 
Ἦχος δ’. Ὡς γενναῖον ἐν μάρτυσιν.Ταρσῶς τῆς θείας τήν ἔξοδον ἐκ τοῦ κόσμου ὑμνήσωμεν/, ταύτης τε τήν εἴσοδον εἰς βασιλείαν Θεοῦ/, πανηγυρίσωμεν ἄσμασι πιστοί καί βοήσωμεν/, σύ ὑπάρχεις ἀληθῶς τῶν Ὁσίων ἀγλάϊσμα καί τῶν Σαλῶν/ στολισμός καί τιμή καί ὡραιότης. Ταρσώ Μήτερ ἡ τῆς Ἄνδρου/ θεῖος βλαστός τε καί καύχημα.

λληνίς πάσα χαίρεται γῆ καί θαυμάζει κηρύττουσα/, Ταρσῶς τῆς θεόφρονος τήν τελείωσιν/, ὁσιακῶς γάρ ἐβίωσεν ἐν ὑπαίθρῳ, τήν στενήν τοῦ Κυρίου βαδίσασα/ ὁδόν, πτωχείᾳ νοός καί ταπεινώσῃ/ , τῶν Σαλῶν ἀσπασαμένη/ βίον ἔξηχον ἡ Πάνσεμνος.

Τῆς ζωῆς τό ἐφήμερον καί τοῦ κόσμου τό ἀσταθές/, πάσαν ἀνθρωπίνης τε ζωῆς μικρότητα/, Ταρσώ ἡ θεία νοήσασα/, τοῦ κόσμου ἐμάκρυνε καί τῶν τούτου ἡδονῶν καί ἐνοίκησε/ ἐν καλύβῃ σμικρᾶ, ταπεινωτάτην/ μοναστῶν ζωήν τήν θείαν/ ἀκολουθῆσαι θελήσασα.

Κερατέας σεμνύνεται θεία Μονή ὡς κατέχουσα/, Ταρσῶς τῆς θεόφρονος τά θεία Λείψανα/ καί τήν Κάραν τήν πάντιμον/, πρός ἅ νῦν προστρέχουσι Ὀρθοδόξων οἱ χοροί/ ἐπισκέψεως θείας τε καί ἀφέσεως/ τυχεῖν παρά τοῦ Δεσπότου/, ἱκεσίαις καί πρεσβείαις/ τῆς ἐν σαλότητι δούλης Του.

Δόξα. Ἦχος πλ. α’.

Ἀσκητικῶς ἀγωνισαμένη, τοῦ ἀλλάστορος καθεῖλες τό φρύαγμα, διά τῆς ἄνωθεν δυνάμεως, τῆς τοῦ Πνεύματος, ἀξιάγαστε. Ἀπτόητον γάρ τό φρόνημα, ἐν τῶ καιρῶ τῶ τῶν ἀγώνων ἐπεδείξω, καλύβης προκρίνας εὐαρεστωτέραν Θεῶ τήν πτωχείαν ἤ κόσμου τήν τιμήν τε καί εὐπρέπειαν. Διό ἁγιότητος ἐδέχθεις στέφανον καί αἰωνίου δόξης ἠξίωσαι, Ταρσώ ἀξιομακάριστε, ὅθεν πρεσβεύεις ὑπέρ ἡμῶν.

Καί νῦν. Θεοτοκίον.

Εἰς τήν Λιτήν Στιχηρά Ἰδιόμελα.Ἦχος α’γιοτόκου πατρίδος, τῆς εὐάνδρου Ἄνδρου καί Ἑλληνίδος γῆς, θεῖον βλάστημα, Ταρσώ μακαρία, τυγχάνεις καί καύχημα. Κερατέας δέ Μονή καυχᾶται ὡς σῆ ἀσκητικῆ παλαίστρᾳ, ἐν ἧ ἡγιάσθης καί τόν τόπον ἡγίασας, θεληματικῆ μωρίᾳ καί ἐπιλάστῳ σαλότητι ἀγωνισαμένη. Ὅθεν χαῖροι ἐπί σύ Ὀρθοδόξων τό σύστημα καί γηθοσύνως βοᾶ σοι. Μνήσθητι, Μήτερ, ἐν Παραδείσῳ, πάντων τῶν τιμώντων τήν μνήμην σου.

Ἦχος β΄γάλλου ἐν Κυρίῳ καί τέρπου ἡ τῆς Θεοτόκου Μονή, Ταρσώ τήν Σαλήν ὡς θησαυρόν πλουτοῦσα. Ἐν σοί γάρ ἠγωνίσατο, τῆ εὐλογίᾳ Ματθαίου τοῦ Πατρός ἑπομένη, τόν σταυρόν τῆς σαλότητος ἐπ’ ὤμων ἄρασα. Δι’ οὗ τοῦ Βελίαρ τάς τέχνας κατεπάτησε καί κόσμου τήν τερπνότητα καί ἠδονήν, τῆ ἐσχάτῃ ταπεινώσῃ καί μωρίᾳ. Τήν πάντιμον οὖν αὐτῆς κάραν κυκλοῦντες, τῶ Σωτῆρι ἐν δάκρυσι βοήσωμεν. Παντελεήμων Κύριε πρεσβείαις τῆς Σῆς Ὁσίας, λύτρωσαι τόν λαόν Σου τόν ὑπό κακοδόξων τυραννούμενον.

Ἦχος γ’Οὐράνιοι Ἄγγελοι σήμερον, σύν πᾶσι τοῖς Ἁγίοις, μετά τῆς ἐπί γῆς Ἐκκλησίας συνεφραίνονται, Ταρσῶς τούς ἀσκητικούς τιμῶντες ἀγῶνας. Ὄντως πολύαθλον, Μήτερ, σοῦ τό σῶμα, εἰ καί μαρτυρίου στίγματα οὐ φέρει. Διό εὐωδίᾳ ἐβράβευσεν αὐτῶ ὁ Κύριος καί θαυμάτων πηγήν τοῦτο ἀνέδειξεν, πᾶσαν δαιμονικήν ἀπελαύνουσαν ἐνέργειαν. Ἀξιοχρέως οὗν βοώμεν σοι: Μέμνησω, Μήτερ, τῶν τιμώντων τήν μνήμην σου τήν ἀξιοσέβαστον.

Ἦχος δ’Μαρτυρίου τήν ὁδόν διήνυσας, ἐν ψύχει καί καύματι ἐκτεθειμένη καί ἐν ὑπαίθρῳ ὡς ἄοικος μένουσα. Τήν τιμήν γάρ τῶν ἀνθρώπων ὡς ἀτιμίαν ἡγησαμένη, τήν ἐν Χριστῶ ἀτιμίαν ὡς τιμήν ὑψίστην προέκρινας. Διό καί ἐν οὐρανῶ τιμῶν κατηξιώθεις καί ἐν τῆ γῆ ὑπό πάντων τιμή σοί ἀποδίδοται. Τιμῆς τῆς οὐρανίου οὖν καί ἡμᾶς ἀξίωσον, πρεσβεύουσα τῶ Δωρεωδότη ἐλεηθῆναι καί σωθῆναι τάς ψυχάς ἡμῶν.

Δόξα, καί νῦν. Ἦχος πλ. α΄Σήμερον συγκαλεῖται ἡμᾶς, Ταρσῶς τῆς διά Χριστόν Σαλῆς ἡ ἑνιαύσιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι πιστοί, φαιδρῶς ἑορτάσωμεν αὐτῆς τήν μνήμην κράζοντες. Χαῖροις Μήτερ, Ὁσίων καλλονή καί Δικαίων καύχημα, Μεσογαίας ἡ πολιοῦχος καί Ἑλλάδος ἁπάσης τό καταφύγιον. Χαῖροις ἡ τήν τοῦ Παύλου φωνήν, «ἡμεῖς μωροί διά Χριστόν», ἐνδυσαμένη. Αὐτόν ἱκέτευε, ἅπαντας λυτρωθῆναι πειραστηρίων καί σωθῆναι, κατά τό μέγα Αὐτοῦ ἔλεος.

Εἰς τόν Στίχον Στιχηρά Προσόμοια.Ἦχος πλ. δ’ Ὦ τοῦ παραδόξου θαύματοςΜήτερ Ὁσία, ἀπέρριψας διά τήν ὄντως ζωήν/, τήν ζωήν τήν πρόσκαιρον, καταφρονήσασα ἅπαντα/. Κόσμου τήν δόξαν, τρυφῆς ἀπόλαυσιν/, τιμήν ἀνθρώπων, πᾶσαν τερπνότητα/. Διό προσέδραμες τῶ Κυρίῳ φέρουσα τόν σόν σταυρόν/, Τοῦτον ἀγαπήσασα, Ταρσώ ἀξιάγαστε/.

βιοτή σου εὐάρεστος, διό Χριστός ὁ Θεός/, ταύτην ἐπεβράβευσεν θεῖοις χαρίσμασι/. Τοῦ βλέπειν, Μήτερ, ἐξ ἀποστάσεως/ καί τοῦ κινεῖσθαι ἐκτός τοῦ σώματος/. Ὅθεν πρός τήν κάραν σου/ τήν εὐωδιάζουσαν πάντες πιστῶς/ σπεύδομεν, αἰτούμενοι χάριν καί ἔλεος/.

Μήτερ, Ὁσίων ὁ ὅμιλος, τῶν τε Σαλῶν ὁ χορός/ καί Δικαίων ὁμήγυρις, πάντων τῶν Ἁγίων τε χοροί εὐφραίνονται/. Ἐν οὐρανοῖς μέν Χριστός σέ ἐδόξασεν/, ἐπί τῆς γῆς δέ πιστοί γεραίρουσι/. Ὅντως ἱερώτατον καί ἐπαίνου ἄξιον τό γεγονός/, ὅ τιμῶμεν σήμερον, ἡμέραν σύν γεννέθλιον.

Δόξα. Ἦχος πλ. β΄Ἐπέφανεν σήμερον ἔαρ σωτήριον καί ἑορτή χαρμόσυνος, Ταρσῶς τῆς μακαρίας μνήμη ἡ γεννέθλιος. Αὗτη γάρ καλῶς ἠγωνισαμένη, ὁσιακῶς τόν βίον ἐξεμέτρησεν καί νῦν ὡς ἥλιος τηλαυγής, τάς τῆς χάριτος ἀκτίνας ἐκπέμπει, πᾶσαν πειρασμικήν διαλύουσαν σκοτόμαιναν. Αὐτῆ πιστοί βοήσωμεν, μή διαλείπης, Μήτερ, ὑπέρ ἡμῶν πρεσβεύειν πρός Κύριον, ἐν εἰρήνῃ ἡμᾶς τόν βίον ἐκτελέσαι καί Παραδείσου τυχεῖν τῆς ἀνέσεως.

Καί νῦν. Θεοτοκίον
«Νῦν ἀπολύεις», τό Τρισάγιον καί τό Ἀπολυτίκιον
 Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Εἰς τόν Ὄρθρον
Μετά τήν α’ Στιχολογίαν, Κάθισμα τῆς ὁσ. Ταρσῶς.Ἦχος δ’. Ὁ ὑψωθείς.ς τῶν θαυμάτων τήν χάριν λαβοῦσα/, παρά τοῦ πάντων χορηγοῦ καί δοτῆρος/, μεγάλα καί θαυμάσια καθ’ ἑκάστην ἐκτελεῖς/, πᾶσι τοῖς προστρέχουσι πίστει τῆ θείᾳ Μονῆ σου/ καί εὐλαβῶς προσψαύουσι τῆς σῆς Κάρας τήν θήκην/. Διό δικαίως ἰατρός θαυματουργός/ καλεῖσαι, Μήτερ Ταρσώ, ἀξιάγαστε/.

Δόξα, τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καί μετά τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες πρός τήν Σήν ἀγαθότητα. Σέ γάρ ἔχομεν ἁμαρτωλοί προστασίαν, Σέ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τήν μόνην Πανάμωμον.

Μετά τήν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τόν τάφον Σου Σωτήρ πάντων Βασιλεύς, ὁ εὐωδίᾳ τιμήσας/ σά Λείψανα, Σεμνή, οὐρανόθεν μηνύει/ τήν σήν ἁγιότητα. Διό πάντες προστρέχομεν/ τοῦ ἀσπάσασθαι χαίροντες ταῦτα καί νόσων/ ἀπολύτρωσιν λαβεῖν, τυχεῖν τε ἐλέους/ λιταῖς καί πρεσβείαις σου/.

Δόξα, τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Μαρία τό σεπτόν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως καί πταισμάτων καί θλίψεων. Σύ γάρ πέφυκας ἁμαρτωλῶν σωτηρία καί βοήθεια καί κραταιά προστασία καί σώζεις τούς δούλους Σου.

Μετά τόν Πολυέλαιον, Κάθισμα.Ἦχος πλ. δ’. Τήν Σοφίαν καί ΛόγονΤόν Χριστόν ἀγαπήσασα παντελῶς/, ὑπακούουσα, Μήτερ Ταρσώ σεμνή/, ταῖς Τούτου ἐντεύξεσιν, βίον ἅγιον ἤνυσας/ καί ἐπιπλάστῳ μωρίᾳ Σατάν καταβέβληκας/, κενοδοξίας πάθος φυγοῦσα πανώλεθρον/. Ὅθεν καί θαυμάτων δοξασθεῖσα τῆ χάρῃ/, πηγάζεις ἰάματα καί ἰᾶσαι τούς πάσχοντας/, τούς τῆ σῆ Κάρα προστρέχοντας/. Ὅθεν πρέσβευε Χριστῶ τῶ Θεῶ/ τῶν πταίσματων ἄφεσιν δωρήσασθαι/, τοῖς ἑορτάζουσι πόθῳ τήν ἁγίαν μνήμην σου.

Δόξα, τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν, Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τό μυστήριον τῆς Σῆς κυοφορίας τό φρικτόν, πῶς ὁ τά πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός ταῖς Σαῖς συνέχεται. Καί δέχεται ἀρχήν ὁ Προαιώνιος καί γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοήν ἀφάτῳ χρηστότητι. Καί Σέ ὡς ὄντως Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Τό α’ Ἀντίφωνον τοῦ δ’ ἤχου καί τό Προκείμενον.
Οἱ Ἀναβαθμοί, τό α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.Λαμπρῶς συγκαλεῖται ἡμᾶς, Ταρσῶς τῆς μακαρίας ἡ ἐτήσιος πανήγυρις. Θεαρέστως γάρ βιώσασα, παρά Κυρίου πλουσίαν τήν τῶν θαυμάτων χάριν ἔλαβεν καί προθύμως σπεύδει εἰς ἐπίσκεψιν, τῶν τοῦ ἐλέους αὐτῆς δεομένων. Αὐτῆ οὖν, ὡς παρρησίαν πρόν Κύριον κεκτημένην, πιστοί βοήσωμεν: Πρόφθασον, Μήτερ, καί ταῖς λιταῖς σου ἡμᾶς ἐλέησον.

κ νεότητός μου πολλά πολεμεῖ με πάθη, ἀλλ’ αὐτός ἀντιλαβοῦ καί σῶσον, Σωτήρ μου. (Δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύθνητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρί ἔσεσθε ἀπεξηραμένοι. (Δίς).
Δόξα.
γίῳ Πνεύματι πᾶσα ψυχῆ ζωοῦται καί καθάρσει ὑψοῦται, λαμπρύνεται τῆ Τριαδικῆ Μονάδι ἱεροκρυφίως.
Καί νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.


Ἰδιόμελον.Ἦχος πλ. β΄.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῆ φωνῆ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς, «ΤΑΡΣΩ ΥΜΝΗΣΘΩ Η ΤΗΣ ΚΕΡΑΤΕΑΣ. ΑΝΤΩΝΙΟΥ».


Ὠδή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τήν νέαν Ὁσίαν τήν τοῦ Χριστοῦ, Μονῆς Κερατέας τόν ἀτίμητον θησαυρόν, τήν ἐν ἐσχάτοις χρόνοις σαλότητος σταδίῳ ἀγωνισαμένην, πάντες τιμήσωμεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
γίων ἐδείχθης ἐν οὐρανῶ συνόμιλος, Μῆτερ, διά ἀσκήσεως ἐπί γῆς καί κακοπαθείας ζωῆς τῆς ἐν ὑπαίθρῳ, ἐν θέρει καί χειμῶνι, ψύχει καί καύματι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
οῆ τῶν δακρύων Σου συνεχῆ, νηστείᾳ, ἀγρυπνίᾳ, ψευδαδέλφων τοῖς πειρασμοῖς καί τοῦ διαβόλου ταῖς προσβολαῖς, Ὁσία, ζωῆς τῆς αἰωνίου ἀξία γέγονας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σωθῆναι ποθούντας πάντας ἡμᾶς, τῶν τοῦ ἀλλοτρίου ἐπιθέσεων πονηρῶν, ταῖς Σαῖς θεοδέκτοις πρεσβείαις ἐκζητοῦμεν, πρός τόν εὔσπλαχνον Κύριον.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ράϊσμα πάνσεπτον καί τιμή Μονῆς Κερατέας ἐντυγχάνεις, Μῆτερ ἡμῶν, θεσπέσιε λειμών θείας ἀγάπης, τῆ Θεομήτορι τάς χείρας Σου ἔκτεινον.

Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
δωρ βλῦσον μοι, Μῆτερ, ἐξ’ οὐρανοῦ τῆ πρεσβείᾳ Σου, ὅπως κατασβέση τήν φλόγαν ἧν κατακαίει με, τῆς ἁμαρτίας δεινῶς καί τῆς ἐπερχομένης πυρί καταδίκης μου, φρικτῆς προγεύσεως.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μολυνθείς ἁμαρτίαις καί ῥυπαρός εὑρισκόμενος, ὡς τό κατ’ εἰκόνα μολύνας πολυειδέστατα, σπεύδω αἰτήσασθαι τήν πρός Χριστόν Σήν πρεσβείαν, ὅπως καθαρθήσομαι ἐγώ ὁ πολύκλαυστος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μαρτηκότων, ὦ Μῆτερ, τοῦ Κυρίου ἐνώπιον, αἰτούμεθα ἐλέους πρεσβείαις ταῖς Σαῖς δεόμενοι, μή παύεις Τούτῳ θερμῶς ὑπέρ ἡμῶν εὐμενίζειν, ὅπως λυτρωθείημεν δεινῆς κολάσεως.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σῶσαι πάντας, Παρθένε, τούς πρός Σέ καταφεύγοντας, πρεσβείαν δεχομένη Ὁσίας, ἧ ἱκετεύει Σε. Μή παύεις, Δέσποινα, καθικετεύειν Κυρίῳ, βελῶν τῶν τοῦ ἀλάστορος ἡμᾶς λυτρώσασθαι.

Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Θεραπείας ἀξίωσον, τόν συντετριμμένον, Μῆτερ, ἱκέτην Σου, καί εὐχαῖς Σου ἐπανάφερων, εἰς τοῦ κάλλους τοῦ ἀρχαίου τήν τερπνότητα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ραιότητος θείας, οὐρανίου τε μενούσης μακαριότητος, νοσταλγός τυγχάνω ὁ ἔκπτωτος, διό με ταῖς πρεσβείαις Σου ἐλέησον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μᾶς πάντας, ὦ Μῆτερ, τούς τῆ σκέπῃ Σου σπεύδοντας, οὐρανίου χαρᾶς κέρασον, ὡς τῶν Ὁσίων γενομένη ὁμόχορος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τῆ αἰτήσι ἐπικλωμένῃ, συμπαθῶς τῶν πιστῶς δεομένων Σοι, Ταρσώ Μῆτερ ἀξιάγαστε, δίδου ἅπασι, χαράν τήν ἀναφαίρετον.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μᾶς πάντας τῶ τόκῳ Σου, γένος τῶν ἀνθρώπων, Μῆτερ Ἀπείρανδρε, Παραδείσου τήν κατοίκησιν, τῆ πρεσβείᾳ τῆς Ὁσίας καταξίωσον.

Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σῶτερ μανικῶς ἡ Ταρσώ Σέ ἠγάπησεν, ὥσπερ γνήσιος ἐραστής μανικός, διό καί ἐν ἀσκήσῃ τήν βιοτήν αὐτῆς ἠνάλωσεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Κώμης καί Μονῆς Κερατέας πέλεις, Ἔνδοξε, πολιοῦχος, Ἄνδρου γόνος ὁ λαμπρός, καί ἀρετῶν θεοειδῶν θεῖον ἐκσφράγισμα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εὐσεβῶς πάντων ἡμῶν γεραιρόντων τήν ἀοίδημον καί σεπτήν Σου μνήμην, Μῆτερ ἀγαθή, μή ἐπιλάθου Σαῖς πρός Κύριον δεήσεσι.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ύου τούς πιστῶς Σέ τιμῶντας, θεία Δέσποινα, ὅτι πάντων ἡμῶν πέλεις ὁδηγός καί μεσήτρια πρός Κύριον καί πρόμαχος.

Ὠδή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
λέξανδρον ἐν τῶ τάφῳ ὡς εἶδεν, ἐφιλοσόφησεν ἐπί τοῦ τῆς ζωῆς προσκαίρου, θεῖος Σισώης, διό ἡ μακαρία, τῶν ἠδονῶν τῶν προσκαίρων προέκρινε, τῶν Παραδείσου ἀγαθῶν, ἅ δι’ ἀσκήσεως ὡς ἔξηχος ἔτυχεν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ταχέως νῦν, τά τῆς ψυχῆς μου ἰάτρευσον τραύματα, ταῖς Σαῖς λιταῖς, Ὁσία, πρός τόν Λόγον καί ἐκ παθῶν καί μολυσμάτων ἰλύος καί βδελυρῶν με ἀπάλλαξον πράξεων καί δυσωδείας τῶν παθῶν καί Παρακλήτου εὐωδίαν παράσχου μοι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
λπίζοντες Σοί τά νῦν προστρέχομεν, ὡς ἐν πηγῆ θεοπειθῶν αἰτημάτων καί Σύ δεόμεθα, Μῆτερ, μή παύης, ὑπέρ ἡμῶν ἱκετεύειν τόν Κτίσαντα, ἵνα ἐπομβρίση γλυκασμόν καί ἀθανάτου ζωῆς θεῖα νάματα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Αἰνοῦμεν Σε καί εὐλογοῦμεν, Δέσποινα, καί αἰτούμεθα λιτάς Σου τάς ἁγίας, ἵνα παθῶν καί κινδύνων ῥυσθῶμεν καί πρός τήν ἄνω ζωήν καταντήσωμεν, ἔνθα χαρά ἀληθινή, ἐν τῶ φωτί τοῦ Υἱοῦ Σου τό ἀνέσπερον.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

ν ἐσχάτοις τοῖς καιροῖς, Μῆτερ, ἐφάνης, τῆς Τριάδος τῆς Σεπτῆς κατοικητήριον, Ταρσώ, ὅθεν Σύ κράζομεν λέγοντες. Χαίροις ἡ νέα Κυρίου θεράπαινα.

Ὁ Οἶκος.
Τόν ὑπέρ τῆς ἡμῶν σωτηρίας τηθέντα Κύριον, Χριστόν τόν Θεόν, ποθῶν Ταρσώ ἡ μακαρία, ἔσπευσε θανεῖν τῶν ἐν τῶ κόσμῳ ἠδέων ὑπέρ Αὐτοῦ, πόθον μέγαν τε καί θεῖον ἐν τῆ καρδίᾳ σχοῦσα. Αὐτήν οὗν καί ἡμεῖς ὡς θερμήν προστάτην ἀνυμνήσωμεν, τήν ὡς ρόδον ἐν χειμῶνι φανεῖσαν καί ὡς φῶς ἐν τῶ σκότει ἀναλάμψασαν. Ὅθεν αὐτῆ κράζομεν λέγοντες. Χαίροις ἡ νέα Κυρίου θεράπαινα.

Συναξάριον.

Τῆ αὐτῆ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρός ἡμῶν Ταρσῶς τῆς διά Χριστόν Σαλῆς.


Στίχοι.
Παύλου τούς λόγους ἐν σαρκί Ταρσώ φέρει,
ἡμεῖς μωροί διά Χριστόν ἀσκητικῶς βοώσα.

ἐν Ὁσίοις Μήτηρ ἡμῶν Ταρσώ, ἐγεννήθη εἰς Ἄνδρον τό ἔτος 1910. Εἰς τήν ἡλικίαν τῶν 14 ἐτῶν ἐκλήθη ὑπό τοῦ Θεοῦ δι’ ἁγίου Ἀγγέλου, ἵνα ἄρη τό σταυρόν τῆς θεληματικῆς μωρίας καί διά Χριστόν σαλότητος. Ὡς ψυχασθενής λογισθεῖσα ὑπό τῶν οἰκείων αὐτῆς, ὡς τοιαύτη ἀντιμετω πίσθη καί πολλά ὑπέστη καί ἔπαθεν. Ἐν ἔτει 1949, γενομένη δεκτή ὑπό τοῦ μακαρία τῆ λήξει γενομένου Ἀρχιεπισκόπου Ἀθηνῶν Ματθαίου, τοῦ ἀπό Βρεσθένης, ἐν τῆ ὑπ’ αὐτοῦ ἱδρυθείσῃ Μονῆ τῆς Ὑπεραγίας Θεοτόκου παρά τήν Κερατέαν, διέμεινεν ἐκτός τοῦ αὐτῆς περιβόλου ἐπί ὁλόκληρον 40ετίαν, ἄοικος καί ἄστεγος, ἐκτεθειμένη εἰς τό καῦμα τοῦ θέρους καί τόν παγετόν τοῦ χειμῶνος, εἰς τούς πειρασμούς τῶν δαιμόνων καί τάς λοιδωρίας τῶν ἀνθρώπων, ἀδιαλείπτως προσευχομένη καί παντοιοτρόπως ἀγωνιζομένη. Πολιτευομένη οὕτως, ἠξιώθη παρά Θεοῦ τῶν χαρισμάτων τῆς διοράσεως καί προοράσεως καί προφητείας, αἱ δέ πρός Κύριον αὐτῆς ἐντεύξεις ἐδείχθησαν θεοπειθεῖς. Ἐπλήρωσεν τό κοινόφλητον χρέος τοῦ θανάτου τήν 24ην Σεπτεμβρίου/7ην Ὀκτωβρίου 1989, καταλειποῦσα ἡμῖν εὐωδιάζοντα τά αὐτῆς Λείψανα.
Αὐτῆς ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ὠδή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σῶζε τούς ἐν πίστει προσπίπτοντας, ὦ Μῆτερ, τῆ Σῆ πρεσβείᾳ καί χάριτι, Πάνσεμνε. Χριστῶ συμβασιλεύεις γάρ ἐν Παραδείσῳ, διό ἀνακράζωμεν. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μνήσθητι τῆς φωνῆς μου, ἧν δέχου ὡς θυσίαν καί ὡς εὐῶδες τερπνόν τε θυμίαμα, παθῶν δέ ἀκαθάρτων μάκρυνον δυσωδίαν ἀπό τοῦ δούλου Σου ψάλλοντος. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Κύριος τῶν πάντων, ἐδέχθη μαρτυρίου τήν πρόθεσιν Ταρςῶς τῆς ψυχῆς, τῆς ἐν ἐσχάτοις χρόνοις σημεῖοις κηρυχθεῖσαν, διό ἐκβοῶμεν Αὐτῆ. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναέ τοῦ Ζωοδότου, ὕμνον Σοί Θεοτόκε, προσφέρομεν ἐντόνως κραυγάζοντες, πύλην τῆς μετανοίας ὑπάνοιξον, Παρθένε, τοῖς βοῶσι τῶ τόκῳ Σου. Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Ὠδή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μεῖς, ὧ Μῆτερ, κηρύττομεν Σούς ἀγῶνας, σεπτή Ταρσώ, ὑπέμεινας γάρ θλίψεις ἐν τῆ ὑπαίθρῳ, διά Χριστόν τόν Κτίστην.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Σωφροσύνην, ὦ Μῆτερ, τοῖς Σέ τιμῶσι, χορήγει Σαῖς πρεσβείαις πρός τόν Λόγον, Ὅν ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Αὔγασον, Μῆτερ, θείαις αὐγαῖς τήν ψυχήν μου, ἐσκοτισμένη γάρ ὑπάρχει ἁμαρτίᾳ, Σῆ ἱκεσίᾳ πρός Κύριον τῆς δόξης.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Νικῆσαι θέλων Βελίαρ τάς δεινάς παγίδας, ἅς καθ’ ἡμέραν πρό ποδῶν μου ἐφαπλώνει, ἐπικαλοῦμαι θερμήν τήν Σήν πρεσβείαν.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τιμιωτέρα τῶν Χερουβείμ ὑπάρχεις καί ἐνδοξωτέρα τῶν Σεραφείμ, Μαρία, ὡς τοῦ Κυρίου Θεοῦ ἡμῶν Μητέρα.

Ὠδή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
ράϊσμα καί κλέος καί ἄνθος ἐρημίας, δι’ ἐγκρατείας ἐφάνης καί ἀσκήσεως, Ταρσώ Μῆτερ ἀγαθή, καί ἀσκουμένων ὑπόδειγμα καί τύπος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ναός τοῦ Παρακλήτου, δι’ ἀσκήσεως ἐγένου καί ἀρετῶν καταγώγιον, Μῆτερ σεπτή, ὡς τοῦ Ἀνδρέου μιμητής καί Συμεών τοῦ θείου συνέκδημος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
σχύει Παρακλήτου Ταρσώ ἐγεγόνεις, πειραζομένων ἀλείπτης καί μέγας φωστήρ, τῶν ἐν σαλότητι Ἁγίων, διό τιμῶμεν Σε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
μότροπος Ὁσίων πέλεις, Ὁσία Μῆτερ, καί ἀσκητῶν συνοδίτης, Χριστοῦ μιμητής, καί μοναζόντων κοσμήτωρ καί ἐγκαλλώπισμα.
Θεοτοκίον. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μνοῦμεν, Θεοτόκε, τό κάλλος τῆς Σῆς δόξης καί τόν ἐκ Σοῦ γεννηθέντα δοξάζομεν καί σύν Ἁγίων χορείαις Σέ μεγαλύνομεν.

Ἐξαποστειλάριον.Ἐπεσκέψατο ἡμᾶς.νασκήσασα καλῶς, ἐν Κερατέᾳ, Μήτερ Ταρσώ, τῆ ἀσθενείᾳ τῆς σαρκός κατηγωνίσω τόν ἐχθρόν καί ὁσιότητος στέφανον ἐδέξω παρά Κυρίου. Διό σε ἀξίως τιμῶμεν.

Θεοτοκίον (ἐκ τοῦ Μηναίου). Γυναῖκες ἀκουτίσθητε.Κυρίως Θεοτόκον Σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διά σοῦ σεσωσμένοι, τόν γάρ Θεόν ἀπορρήτως ἐκύησας, τόν λύσαντα, διά Σταυροῦ τόν θάνατον, πρός ἑαυτόν δ’ ἐλκύσαντα, Μαρτύρων δήμους. Μεθ’ ὧν Σε ἀνευφημοῦμεν, Παρθένε.

Εἰς τούς Αἴνους, Στιχηρά Ἰδιόμελα.Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.νδρος ἡ ἔνδοξος νῆσος χορεύει σήμερον/, τῆ εὐκλεῆ σου μνήμῃ/, Ταρσώ Ὁσίων ἡ δόξα/. Μέλπει δέ σούς ἀγῶνας τούς ἱερούς/, πᾶσα πιστῶν ἡ ὁμήγυρις/. Δι’ ὧν καθεῖλες τό θράσος τό τοῦ ἐχθροῦ/ καί Χριστόν σαρκί ἐδόξασας.
σίων, Μήτερ, ἐδείχθης καί Ἀγγέλων σύσκηνος/, ὅτε τῶ θείῳ πόθῳ/ τῆς Οὐρανῶν Βασιλείας/, τρωθεῖσα τήν καρδίαν πάσαν τιμήν/ ἐν τῶ κόσμῳ κατέλειπες/ καί τῶ σαλότητος σκάμματι τῶ φρικτῶ/, ἐνετάγης καί ἠγώνισαι.
Τῆς σῆς ἀσκήσεως ἄθλοις ἀνδραγαθείσασα/, ἀξίως κατετάγης/ εἰς χορόν τῶν Ὁσίων/, Σαλῶν τε τόν τοιοῦτον, ἔνθα χαρᾶς/ τῆς ἀλήκτου ἀπολαύουσα/, Ταρσώ Ὁσία, αἰτοῦμεν πάντων ἡμῶν/ τῶν τιμώντων σε μνημόνευε.
Ταύτην τήν μάνδραν, Ὁσία, τῶν νῦν τιμώντων σε/, σκέπε καί φρούρει, Μήτερ/, πειρασμῶν καί κινδύνων/ ἀπάλλαξον ἐν τάχει καί ἀρετῶν/ ἐργαστήριον τίμιον/ ταύτην ἀνάδειξον. Ἵνα τό τοῦ Χριστοῦ/ ἐν αὐτῆ τιμᾶται ὄνομα.

Δόξα. Ἦχος πλ. α’σκητικῶς ἀγωνισαμένη, τοῦ ἀλλάστορος καθεῖλες τό φρύαγμα, διά τῆς ἄνωθεν δυνάμεως, τῆς τοῦ Πνεύματος, ἀξιάγαστε. Ἀπτόητον γάρ τό φρόνημα, ἐν τῶ καιρῶ τῶ τῶν ἀγώνων ἐπεδείξω, καλύβης προκρίνας εὐαρεστωτέραν Θεῶ τήν πτωχείαν ἤ κόσμου τήν τιμήν τε καί εὐπρέπειαν. Διό ἁγιότητος ἐδέχθεις στέφανον καί αἰωνίου δόξης ἠξίωσαι, Ταρσώ ἀξιομακάριστε, ὅθεν πρεσβεύεις ὑπέρ ἡμῶν.

Καί νῦν. Θεοτοκίον.

Δοξολογία Μεγάλη

Εἰς τήν Λειτουργίαν.
Τά Τυπικά, οἱ Μακαρισμοί καί ἐκ τοῦ Κανόνος ἡ γ’ καί στ΄ ὠδή. Ἀπόστολος, Εὐαγγέλιον καί Κοινωνικόν Ὁσιακά.

ΜεγαλυνάριονΧαίροις τῶν Ὁσίων ἡ καλλονή, Ταρσώ θεοφόρε, καί σαλότητος στολισμός. Χαίροις Ὀρθοδόξου πληρώματος προστάτης, Ἑλλάδος δέ ἁπάσης εὐχαῖς σου πρόμαχος.


ΔίστιχονΔέχου τόν ὕμνον τοῦτον, Ταρσώ μακαρία,
ὅν ὑπέρ πταισμάτων Ἀντώνιος προσφέρει.

ν ὑπαίθρῳ ἀσκήσας, ὥσπερ στρουθίον μονώτατον, ἐν τῶ τῆς σαλότητος, Μῆτερ, τῶ σταυρῶ ἐκαθήλωσας Σόν σῶμα διά βίου, βιοτήν προκρίνασα τήν ἔξηχον, Σεμνή. Διό τῶν θείων ἠξιώθης δωρεῶν, Ταρσώ Ὁσία ἀξιάγαστε. Δόξα οὗν τῶ Σέ δοξάσαντι Χριστῶ, δόξα τῶ Σέ στεφανώσαντι, δόξα τῶ ἐν ἐσχάτοις τοῖς καιροῖς νέαν Ἁγίαν ἀναδείξαντι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου