Παρασκευή, 8 Οκτωβρίου 2010

ΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΜΑΤΘΑΙΟΥ ΤΟΥ ΝΕΟΥ ΟΜΟΛΟΓΗΤΟΥ


Ψαλλομένη τῆ 14η μηνός Μαΐου

Ποίημα Ἀντωνίου Μάρκου, ἐν Χανίοις καί ἔτει 1985, ἐπί τῆ συμπληρώσει 35ετίας ἀπό τῆς μακαρίας τοῦ ἁγ. Ματθαίου κοιμήσεως.


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρά προσόμοια.

Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων
Δεῦτε Ὀρθόδοξοι πάντες πανηγυρίσωμεν/, ἐν τῆ σεπτῆ κοιμήσῃ Ἱεράρχου Ματθαίου/, τοῦ κοσμήσαντος τόν θρόνον τῶν Ἀθηνῶν/ καί δοχείου δειχθέντος τῆς Χάριτος/. Τοῦ θεαρέστως βαδίσαντος ἐπί γῆς/ καί εἰς οὐρανόν μετατεθέντος σήμερον.

Κρήτη σύμπασα χαῖρει τῆ τελειώσῃ σου/, ὅτι αὐτή ἐφάνη ἐπί τῆς γῆς ἡ πατρίς σου/, συγχαίρει δέ καί ταύτῃ Χρυσοπηγῆς/ τό ἱερόν καί σεπτόν μοναστήριον/, ἐν ὅ εὐσέβειαν τό πρῶτον ἐκδιδαχθείς/ Ἀλεξανδρείᾳ ἐπορεύθης ὕστερον.

λεξανδρείας ὁ θρόνος, Πάτερ, σεμνύνεται/, ὡς Ἱεροσολύμων, ἐπί τῆ σῆ παρουσίᾳ/. Ἐκεῖ γάρ τήν σοφίαν τήν τοῦ Θεοῦ/, ἐν τῆ Σχολῆ τῆ τοῦ Σταυροῦ ἐμαθήτευσας/, Ἱερωσύνης ἐδέχθης τόν θησαυρόν/ καί ἐν τοῦ Κυρίου τόν Τάφον διηκόνησας.

Τῆς Θεοτόκου τό Ὄρος, Πάτερ, σ’ ἐδέξατο/, ὅτε τῶ Νεκταρίῳ τό σοφῶ ὑπετάγης/, ἀρνούμενος τόν κόσμον καί τά αὐτοῦ/ καί σπηλαίου δεικνύμενος κάτοικος/, ἐν ὧ ἀσκήσει τά πάθη καταβαλῶν/, οὐρανίων ἠξιώθης ἀντιδόσεων.

Τήν Ἐκκλησίαν στηρίζων, Ματθαῖε Ὅσιε/, μονάς ἀνήγειρας δύο, Σωτῆρος καί Θεοτόκου/, ἐν κώμῃ τῆς Κερατέας, ἐν οἷς πολλοί/ μονασταί καί μονάζουσαι/ ἤσκησαν, Πάτερ, μιμούμενοι τό σόν/ θεοφιλές τε καί ἅγιον παράδειγμα.

ς ἀληθής Ἱεράρχης, Πάτερ, κηδόμενος/ τῆς σῆς Μητρός Ἐκκλησίας καί τοῦ λαχόντος ποιμνίου/, ἀνέδειξας ἀξίους ἱερουργούς καί ἀρχιθύτας, μακάριε/, ἐφ’ οἷς τήν δοθεῖσαν σοι διαδοχήν/, διά τῶν σῶν χειρῶν μετέδωκας.

Δόξα. Ἦχος πλ. α’.Τεθεμελίωσαι, Πάτερ, ἐπί τήν πέτραν τῆς πίστεως, διό καί τό σόν πνευματικόν οἰκοδόμημα, ἐδείχθη στερρόν καί ἴσχυσεν τῶν κατ’ αὐτοῦ προσβολῶν τοῦ ἀντικειμένου. Αἱ μέν ὑπό σοῦ ἱδρυθεῖσαι μοναί, μεγάλα ἀνεδείχθησαν κέντρα Ὀρθοδοξίας τε καί ἀρετῆς καί συνεχίζουσι τά νῦν τήν ὑπό σοῦ τεθεῖσαν ἐν αὐτοῖς θεοφιλεστάτην παράδοσιν, τοῦ εἶναι ἐργαστήρια ἀρετῶν καί τελειώσεως ψυχῶν καί οὗτω δειχθῆναι ἐπί τῆς γῆς, Βασιλείας Θεοῦ καί Χάριτος κατοικητήρια. Τά δέ σά ἐν Κυρίῳ τέκνα, δι’ ὧν ἐρημίας εἰς πόλεις μετέτρεψας, τοῖς σοῖς ἑπόμενα ἴχνεσιν, τόν Κλῆρον τῆς Ἐκκλησίας τῶ ἀγῶνι ἐκόσμησαν, Ὁσίων τάγματα τοῖς ἔργοις ηὔφρανον, μαρτυρίαν Ὀρθοδοξίας τοῖς πᾶσιν ἔδωκαν καί ὁσιακῶς τόν βίον κατέλειπον. Ὅθεν, χαίρων ἐπί τῆ εὐλογίᾳ τοῦ σοῦ ἔργου, ὡς παρρησίαν ἔχων πρός Κύριον, πρέσβευε ὑπέρ ἡμῶν τῶν παραλειπομένων.

Καί νῦν. Θεοτοκίον
Εἴσοδος, τό Προκείμενον τῆς ἡμέρας καί τά Ὁσιακά ἀναγνώσματα

Εἰς τήν Λιτήν Στιχηρά Ἰδιόμελα.
Ἦχος α’
Κρήτη σεμνύνεται, ὅτι αὐτῆς γέννημα τυγχάνεις, Ὅσιε. Καί μετ’ αὐτῆς συγχαίρει ὁ ταύτης πολιοῦχος Τίτος ὁ Ἀπόστολος, ὅτι ἐν τοῖς ἐσχάτοις χρόνοις, ἡ ὑπ’ αὐτοῦ εὐαγγελισθείσα γῆ, ἀνέδειξεν ἐν σοί μέγαν Ἅγιον. Καί σύν αὐτῶ συγχαίρουν Μᾶρκος καί Ἰάκωβος, ὅτι τάς Ἐκκλησίας αὐτῶν, ἐν Ἀλεξανδρείᾳ καί Ἱεροσολύμοις, τῆ σῆ παρουσίᾳ κατεκόσμησας καί ἐν αὐταῖς ἐδιδάχθης Ὀρθοδοξίαν σέβεσθαι καί ἀρετεῖν διώκειν. Πλήν πλέον ὅλων πρῶτον χαίρει τό τῆς Θεοτόκου Ἁγιώνυμον Ὄρος, ὅτι ἐν αὐτῶ ἤσκησας, φοιτῶν ἐν τῆ τῶν μοναχῶν πολιτείαν, ὧν τό τάγμα ὑπερβαλόντως ἐτίμησας. Σύν τοῖς Ἀποστόλοις οὖν, Πάτερ, ὡς εὐηγγελισάμενος ἀλήθειαν ἐν μέσῳ ἀποστασίας, πρέσβευε Χριστῶ τῶ Κυρίω, τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.

Ἦχος β’.Τίς δυνήσεται, Ματθαῖε Ὅσιε, τούς σούς ἀγῶνας ἐν τῶ Ὄρει τῶ Ἁγίῳ διηγήσεται; Τίς ἤ μή τό σπήλαιον ὅ μάρτυς παρέστη τῆς σῆς ἀσκήσεως; Τοῦ σοῦ ἀειθαλοῦς ἐν τοῖς ὄμμασιν δακρύου, νηστείας τε καί χαμαικοιτίας τῆς συνεχοῦς, προσευχῆς τῆς ἐμπύρου καί ἀδιαλείπτου, δι’ ὧν ἀδαμάντινον τόν χαρακτήρα διεμόρφωσας, ταπείνωσιν ἐκτίσω τήν ὑψοποιόν καί τό σαρκός ὑπερορᾶν ψυχῆς τε καί πνεύματος ἔνεκα. Τίς δύναται ἀφηγήσασθαι ἤ μή ἡ ἅλυσος, δι’ ἧς ὡς χαλινῶ τῶ σῶ σώματι ἐδουλαγώγης καί ἐν τῶ σπηλαίῳ ἐκρεμάσω, ἀγρυπνῶν καί προσευχόμενος; Καί τά ἄψυχα μαρτυροῦσι περί τῆς σῆς ἁγιότητος, Ματθαῖε Πατήρ ἡμῶν, διό καί ἡμεῖς σοῦ δεόμεθα, μή παύεις ὑπέρ ἡμῶν ἱκετεύειν τόν Κύριον.

Ἦχος γ’.
π’ ἐκκλησίαις τιμῶμεν σε, Ματθαῖε Πατήρ ἡμῶν, ἐξαιρέτως διά τούς σούς κατά τῆς κακοδοξίας ἀγῶνας, δι’ ὧν τῶ τῶν Ὁμολογητῶν τάγματι κατετάγης. Ὅτε γάρ, ἐν αἰῶνι τῶ ὀγδόῳ, ἡ τῶν Οἰκουμενιστῶν αἵρεσις ἀνεφάνη καί ἡ τοῦ Παπικοῦ Καλενδαρίου τῶ Πνεύματι βλασφημία ὑπ’ αὐτῶν τῆ Ἐκκλησίᾳ ἐπεβλήθη, σύ μετ’ ἄλλων, τοῦ Ἁγιωνύμου Ὄρους Πατέρων, τόν κατ’ αὐτῶν ἀγῶνα ἀνέλαβες. Τόν ὑπό τοῦτον δεινῶς χειμαζόμενον λαόν καθηκόντως ἐστήριξας καί διωγμούς ὑπέμεινας, ἐμμένων τῆ τῆς Πίστεως γνησιότητι. Καί τήν Ἐκκλησίαν στηρίζων, Ἧς τόν στολισμόν ἱεροσύλως, δυνάμει ἀλλοτρίᾳ, οἱ καινοτόμοι ἀφήρπασαν, μονάς ἵδρυσας, ἐν μέσῳ διωγμοῦ καί θυέλλης, ἅς ἡ γνησιότης τῆς Πίστεως καί ἡ ἐργασία τῶν ἀρετῶν, φωστῆρας ἀνέδειξεν τήν οἰκουμένην αὐγάζοντας, τῶ τῆς ἀληθείας φωτί. Ταῦτας καί ἡμᾶς, σαῖς λιταῖς ἀεί φύλαττε, Ματθαῖε Ὁμολογητά, καί τῶ Κυρίῳ ἱκέτευε τυχείημεν ἐλέους καί ἀφέσεως.

Ἦχος δ’.Τούς σούς ἀγώνας ἐπιβραβεύουσα ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἔθηκέ σε ὡς λύχνον ἐπί τήν λυχνίαν, ἀνυψώσασά σε τῶ ἐπισκοπικῶ ἀξιώματι. Ὅ ἐξασκῶν, τά σά ποιμαντικά ἐπέδειξας χαρίσματα καί κατέστης τοῦ σοῦ ποιμνίου ἀληθῶς ποιμήν τε καί ἐπίσκοπος. Τῆ σῆ Ἀποστολική ὅντως πολιτείᾳ, Βρεσθένης καί Ἀθηνῶν τούς θρόνους κατεκόσμησας καί ἀνεδείχθης ἀληθῶς, Ἱεροθέου καί Διονυσίου ἄξιος διάδοχος. Ἐν μέσῳ δέ τῆς τῶν σχισματικῶν θυέλλης, Θεῶ πειθαρχῶν, τῶ σῶ ταπεινῶ ὕψωσας ἀναστήματι, τοῖς πάσιν κηρύττων τήν ἀπό τῆς Ἐκκλησίας τῶν Οἰκουμενιστῶν ἀποστασίαν, πάντας καλῶν εἰς ὑπακοήν Αὐτῆ, ἑαυτόν προσφέρων ὑπόδειγμα. Καί περί τοῦ μέλλοντος Αὐτῆς προνοῶν, ὡς ἀληθῆς Ποιμενάρχης, τῶ σῶ Ἀποστολικῶ ἀξιώματι ἑτέροις πατράσιν μετέδωκας, Ἀρχιερεῖς ἀναδείξας τοῦ ποιμνίου κηδόμενος. Ὑπέρ οὗ, Ματθαῖε Ἱεράρχα, Χριστόν ἱκέτευε, τυχεῖν ἐλέους καί ἀφέσεως.

Δόξα. Ἦχος πλ. α’.ς Ἱεράρχης, Ὅσιος, Ὁμολογητής καί Μάρτυς, τιμάσθω Ματθαῖος ὁ τῶν Ἀθηνῶν Ἀρχιεπίσκοπος. Ὡς Ἱεράρχης, ὅτι ἀληθῶς τό αὐτοῦ ποίμνιον, εἰς νομάς σωτηρίους ὡδήγησεν καί τοῦτο ἐδίδαξεν, Ὀρθοδοξίαν σέβεσθαι καί τιμᾶν. Ὡς Ὅσιος, ὅτι ἀσκητικῶς τόν βίον αὐτοῦ διήνυσε, σπήλαιον οἰκήσας καί ἐρημίαν πολίσας, μονάς ἱδρύων καί πατήρ μοναζόντων δεικνύμενος. Ὡς Ὁμολογητής, ὅτι Ἐκκλησίας τά δόγματα ἐστήριξεν, Ὀρθοδοξίας ὁμολογίαν πάσιν κηρύξας, ἐν μέσῳ λαίλαπος σχισματικῶν καί δεινοῦ κλείδωνος. Καί ὡς Μάρτυς, ὅτι τῆ προθέσῃ ὑπέρ ἀληθείας ἤλθησεν καί διωγμόν ὑπήνεγκεν καί ὅτι πόθος μαρτυρίου τήν ψυχήν αὐτοῦ διέκαιεν, ἕως τό ζήν ὁσιακῶς ἐξεμέτρησεν. Ταῦτα βραβεύων ὁ ἀγωνοθέτης Κύριος, διά μύρου εὐώδους τό αὐτοῦ σκήνωμα ἐτίμησεν καί θαυμάτων πηγήν τοῦτον ἀνέδειξεν καί τήν μακαρίαν αὐτοῦ ψυχήν εἰς οὐρανούς ἐδέξατο. Αὐτῶ, ὡς υἱοί τῶ πατρί, θερμῶς βοήσωμεν. Μή παύση, Πάτερ, ἱκετεύειν τόν Κύριον, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν καί δοῦναι πάσιν ἡμῖν συγχώρησιν.

Καί νῦν. Θεοτοκίον.

Εἰς τόν Στίχον
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

τε Λατινόφρονες δεινῶς, παμμίαρον γλῶτταν ἐκίνουν, κατά Χριστοῦ ἀναιδῶς καί τήν Ἐκκλησίαν Του σάλῳ ἐτάρρατον, τῆ αἱρέσει ὑπείκοντες οἰκουμενιζόντων, Λατίνων καλενδάριον Ταύτῃ εἰσάγοντες, τότε σύν ἑτέροις πατράσιν, τούτων ἐκεραύνωσεν τόλμην, Ματθαῖος ἐν τό Ὄρει, ὁ ἀοίδημος.

Λόγων τοῦ Κυρίου, ὡς σοφός κατενωτισθείς Ἱεράρχα, ἔργῳ ἠφάνισας τοῦ αἰῶνος τήν αἵρεσιν, ὡς ἀντιτάξας αὐτῆ τήν τοῦ Πνεύματος μάχαιραν καί φωνάς Πατέρων, διό βοῶμεν σοι, χαῖρε τῶν Ἀθηναίων τό κλέος καί Ἑλλάδος καύχημα ὄντως καί Ὁσίων θεῖον σεμνολόγημα.

Θλίψεις καί ποικίλους πειρασμούς, ὑπέρ τῆς ἀγάπης Κυρίου, Πάτερ, ὑπέμεινας καί διωγμούς ὑπήνεγκας, οἷα ποιμήν ἀληθής, Ἐκκλησίας στηρίζων ποίμνην τήν λογικήν, ταύτην καθοδήγησας πρός χλόην ἄφθαρτον καί νομάς σωτηρίους, διό συναγάλη ἐν τοῖς οὐρανοῖς μετ’ Ἀγγέλων καί Χριστοῦ τῶ βήματι παρίστασαι.

Δόξα. Ἦχος πλ. α’.πέπεσεν ἡ τῶν καινοτόμων μανία ἐπί σέ Ματθαῖε Ἱεράρχα. Τά ἔργα γάρ αὐτῶν ἐκ τοῦ σκότους ὄντα, ὑπό τοῦ φωτός τῆς σῆς ὁμολογίας, ὡς πονηρά κατελέγχοντο. Διό, τοῦ διαβόλου αὐτοῖς συνεργοῦντος, κατά σοῦ καί τοῦ σοῦ ἔργου τρόποις ποικίλοις ἐκινήθησαν, διά διωγμοῦ τε καί πιέσεως καί συκοφαντίας. Ἀλλά τήν μῆνιν αὐτῶν ἀντιπαρῆλθες, ὡς ἐπί τῆς ἀληθείας ἑδραζόμενος καί ἔχων διά τοῦτο μετά σοῦ συμπολεμοῦντα τόν τῆς δόξης Κύριον. Καί νῦν μέν, σύ ἐν οὐρανοῖς μετ’ Αὐτοῦ συναγάλλει, ἐκεῖνοι δέ, ἅπαξ τοῦ τῆς Ἐκκλησίας φωτός στερηθέντες, ἐν τῶ τῆς αἱρέσεως σκότει κινούμενοι, ἀπό πτώσεως εἰς πτῶσιν ὁδηγοῦνται καί ἀπώλειαν. Ἀλλ’ ὡς Πατήρ φιλεύσπλαχνος καί περί τούτων πάντων πρέσβευε δεόμεθα ἀεί τῶ Κυρίῳ, τυχεῖν ἐλέους, φωτισμοῦ τε καί ἀφέσεως.

Καί νῦν. Θεοτοκίον.
«Νῦν ἀπολύεις», τό Τρισάγιον καί τό Ἀπολυτίκιον
(ποίημα Ἀδελφότητος Ἱ. Μ. Παναγίας Πευκοβουνογιατρίσσης)
Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος

θηνῶν εἶ ποιμένας καί τῆς Κρήτης τό καύχημα, μοναζόντων τό κλέος, οἰκουμένης ἀγλάϊσμα, Ματθαῖε ἱερώτατε, σοφέ, ψυχῶν τε καί σωμάτων ἰατρέ, τῶν ἐν παντοίοις κινδύνοις καί πειρασμοῖς καταφυγή τε καί σκέπη καί ἀγαλλίαμα. Δόξα τῶ σέ δοξάσαντι Χριστῶ, δόξα τῶ σέ στεφανώσαντι, δόξα τῶ ἐν ἐσχάτοις τοῖς καιροῖς μυροβλύτην ἀναδείξαντι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετά τήν α’ Στιχολογίαν ψάλλομεν Καθίσματα οὗτως
Ἦχος πλ. α’. Τόν συνάναρχον λόγον

ς πολύτιμον κόσμον τῆς Ἐκκλησίας Χριστοῦ/, Ἱεράρχην Ματθαῖον ἀνευφημήσωμεν/, Ὀρθοδόξων θησαυρόν τόν ἀνέκλειπτον/, λόγοις ἐνθέοις γάρ αὐτός ἐξεπαίδευσεν ἡμᾶς/, σέβειν Χριστοῦ Ἐκκλησίαν/ καί παραμένειν τῆ Πίστει/ τῶν Ὀρθοδόξων, τήν ἀμώμητον.

Δόξα. Ὁ αὐτός.Τόν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν/, τόν ἡμᾶς ὁδηγοῦντα πρός τήν εὐσέβειαν/, τόν ποικίλους πειρασμούς ὑπομείναντα/, κλεινόν Ματθαῖον, οἱ πιστοί, ὡς διδαχθέντες παρ’ αὐτοῦ,/ τιμήσωμεν κατά χρέος,/ πρεσβεύει γάρ τῶ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.Τῆς ψυχῆς μου τά πάθη τά πολυώδυνα/ καί σαρκός μου τάς νόσους ἐν τάχει ἴασαι/, τάς τοῦ νοός μου ἐκτροπάς στῆσον, Πανάμωμε/, καί ἐν γαλήνῃ λογισμῶν, εὐχάς προσφέρειν καθαράς, τῶ Βασιλεῖ τῶν ἁπάντων/, ἀξίωσον Θεοτόκε/ καί ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.

Μετά τήν β’ Στιχολογίαν.
Ἦχος α’. Τόν τάφον σου Σωτήρ.
Ματθαῖε, ἐν οὐρανοῖς παρεστώς τῆ Τριάδι/, ἱκέτευε λαβεῖν ἐν ἡμέρᾳ τῆς δίκης/, ἡμᾶς τούς ὑμνοῦντας σε/ καί τιμῶντας τήν μνήμην σου/, χάριν, ἔλεος καί ἱλασμόν τῶν πταισμάτων/, ὅπως στόματι δοξάζωμεν καί καρδίᾳ/ Χριστόν τόν Θεάνθρωπον.

Δόξα. Ὁ αὐτός.ρθοδοξίας διδαχαῖς, ὥσπερ ἥλιος μέγας/, ἐφώτισας τήν γῆν/, κακοδοξίας δέ σκότος/, μακράν ἀπεδίωξας/, Ματθαῖε ἱερώτατε/, ὅθεν δεόμεθα τοῦ αἰωνίου ἡμᾶς σκότους/ ἐλευθέρωσον καί φωτισμοῦ σωτηρίας/ εὐχαῖς σου ἀξίωσον.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.σπόρως τόν Χριστόν ἀπεκήυσας μόνῃ/, τό θαῦμα ὑπέρ νοῦν/, πῶς Παρθένος καί Μήτηρ/, διό Θεοτόκον Σε προσκυνοῦντες δοξάζωμεν/, Σύ γάρ τέτοκας τόν Βασιλέα τῆς Δόξης/, Ὅν δυσώπησον τοῦ εἰρηνεῦσαι τόν κόσμον/ καί σῶσαι τάς ψυχάς ἡμῶν.

Μετά τόν Πολυέλαιον Καθίσματα,
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Φωστήρ ὡς ὑπέρλαμπρος τῆς Ἐκκλησίας Χριστοῦ/, τόν κόσμον ἐφώτισας σαῖς ἱεραῖς διδαχαῖς/, Πατήρ ἡμῶν θειότατε/. Ἔτηξας τάς αἱρέσεις πάντων τῶν κακοδόξων/, ἔσβεσας τάς φλογώδεις τῶν βλασφήμων συγχύσεις/. Διό ὡς Ἀρχιθύτης τοῦ Χριστοῦ/, πρεσβεύεις νῦν ὑπέρ ἡμῶν.

Δόξα. Ὁ αὐτός.Τριάδος γενόμενος τῆς Παναγίας ναός/, ἐν οἴκῳ ἁγίῳ σου τούς σέ τιμῶντας πιστῶς/ ἁγίασον, φώτισον/, πλήρωσον τάς αἰτήσεις καί παράσχου τάς λύσεις/, πάντων τῶν ἐπιόντων τοῦ Βελίαρ σκανδάλων/, Χριστόν ὑπέρ ἡμῶν ἐκδυσωπῶν, Ματθαῖε Ὅσιε.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.Μονήν τήν ἁγίαν Σου τῆς Κερατέας, Ἁγνῆ/, ἧν Ματθαῖος ἀνέθηκε τῆ προστασίᾳ τῆ Σῆ/, ἀεί περιφρούρησον/ πάντων τῶν τοῦ Βελίαρ προσβολῶν καί σκανδάλων/ καί τῆς τῶν κακοδόξων θεηλάτου μανίας/, ἵνα τιμᾶται πάντοτε ἐν αὐτῆ τό Σόν, Παρθένε, ἅγιον ὄνομα.

Ὁ Κανών τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς, «ΑΝΤΩΝΙΟΣ ΜΑΤΘΑΙΩ ΤΟΝ ΥΜΝΟΝ ΠΡΟΣΦΕΡΕΙ», τῶν δέ Θεοτοκίων «ΠΑΝΑΓΙΑΣ». Μετά τῶν Θεοτοκίων εἰς στ’, ἡ δέ ἐπωδός «Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
ρχήν νῦν ποιούμενος ἀνυμνεῖν/, ἀγῶνας, ἀσκήσεις, τήν ὁσίαν τε βιοτήν/, Ματθαίου τοῦ ἁγίου Ἱεράρχου/, τούτου τήν χάριν αἰτοῦμαι καί ἔλλαμψιν.
Νικήσας, Ματθαῖε, τό κοσμικόν/ καί ἀντίθεον πνεῦμα, ἀνεδείχθης ὡς ἀληθῶς/, φωστήρ Ὀρθοδόξων καί προστάτης/ καί τούτων φύλαξ, Πατήρ τε καί πρόμαχος.
Τήν Κρήτην, ὦ Πάτερ, τήν ἐπί γῆς/ κλεινήν σου πατρίδαν, τήν ἁγιότοκον καί λαμπράν/, εὐχαῖς σου ἀεί διατήρει/ εἰρηνικήν, εὐνομουμένην, Ὀρθόδοξον.
ραῖος ἐδείχθη ὁ σός βλαστός/, Πανεύφημος κώμη τῆς Κισσάμου καί καλλονή/ ἐδείχθη Ματθαῖος ἐν τῶ ἀγῶνι/ τῶν Ὀρθοδόξων καί πρόμαχος Πίστεως.
ΘεοτοκίονΠαναγία Παρθένε Μήτερ Θεοῦ/, Ὀρθοδόξων προστάτης, θλιβομένων καταφυγή/, πρεσβείαις Ματθαίου Ἱεράρχου/, Σήν ποίμνην, Μῆτερ, ἐν τῆ Πίστει τήρησον.

Ὠδή γ’. Οὐρανίας ἀψίδος.Νοουμένων τῆς θέας κατηξιώθης, Ὅσιε/, τοῖς ἐρημικοῖς διατρίβων τόποις τοῦ Ἄθωνος/, εἰς ὅν ἠγώνισαι ἀσκητικῶς καί τήν χάριν/ τοῦ Ἁγίου Πνεύματος ἐδέχθης, Ἅγιε.
α ζωῆς καθορῶντες σῆς εὐωδέστατα, ἔνδοξε/, καί τήν ἐμμονήν σου τοῖς θεῖοις τοῦ Κυρίου προστάγμασιν/, ἅπας ὁ σύλλογος τῶν Ὀρθοδόξων καλεῖ σε/, δεικνύων ἡγέτην σέ ἐν τῶ Ἀγῶνι, Ὅσιε.
στρατηλάτης Ματθαῖος φρούρια δύο ἀνήγειρε/, ἵνα τόν Ἀγῶνα στηρίξει, μονάς ἁγίας του/, τήν τοῦ Σωτῆρος λαμπράν καί ἐκείνην τῆς Θεοτόκου/, ἐν αἷς καί δοξάζεται ὡς τούτων πρόμαχος.
Σέ προβάλλονται πρέσβυν οἱ τῆ μονῆ σου προστρέχοντες/ τοῦ προσκυνῆσαι, Ματθαῖε, θήκην λειψάνων σου/, ἐξ ἧς προχέονται τοῖς προσιοῦσιν ἐν πίστει/, ψυχῶν τε καί σωμάτων ἰάσεις, Ἅγιε.
ΘεοτοκίονΑἰθέρος πλατυτέρα ἡ Σύ γαστήρ, Πάναγνε/, ἐδείχθη, Παναγία Παρθένε, Χριστός ὁ ἀχώρητος/ ἐν Σοί ἐσκήνωσεν, Ὅν καθικέτευε, Κόρη/, μετά τοῦ Ἱεράρχου ἐλεηθῆναι στούς δούλους Σου.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Μεγαλώνυμε τοῖς πέρασι/, ἡ ὁσιακή σου μορφή τεθρύλληται/ καί νῦν πᾶντες ἐν τῶ στόματι/, τόν σόν ὄνομα προφέρουσιν.
πολαύοντες, Ὅσιε/, τῶν σῶν θαυμασίων, εὐχαριστήριον/ πάντες ψάλλομεν ἐφύμνιον/, οἱ τῆς σῆς τυχόντες ἀντιλήψεως.
Τανῦν ρεῖθρα θεόβρυτα/ καί τῶν ἰαμάτων βλύζεις νάματα/ καί ψυχῶν λύεις τά καύματα/, ἐνεργείᾳ, Πάτερ, τῆ τοῦ Πνεύματος.
Θεία ἡ σορός τῶν Λειψάνων σου/, τοῖς ἐν ἀσθενείαις ποικίλαις στένουσιν/, ἰατρεῖον ἀναδέδεικται/ καί ἰάσεων πηγή ὄντως ἀέναως.
ΘεοτοκίονΝομοθέτην καί Κύριον/, ὑπέρ νόμον, Κόρη, φύσεως τέξασα/ Τοῦτον καθικέτευε σῶσαι, Ἱεράρχου πρεσβείαις ἡμᾶς ἅπαντας.

Ὠδή ε’. Φώτισον ἡμᾶς.ληθῶς σε φρουρόν/ καί θερμόν ἀντιλήπτορα/, ἐν ποικίλοις εὕροιμέν σε πειρασμοῖς/, τῶν δεινῶν ἡμᾶς, Ματθαῖε, ἐξαιρούμενος.
ασιν ψυχῶν/ καί σωμάτων δίδεις, Ἅγιε/, ἐνεργείᾳ σῶν θερμῶν ἱκεσιῶν/, τοῖς προστρέχουσι τῆ σκέπῃ σου, Πατήρ ἡμῶν.
Ματθαῖε ἱερέ/ ἐκ κινδύνων ρύστης ἔνθεος/ ἀνεδείχθης καί νόσων ἰατρός/ διό ἡμᾶς πάσης βλάβης περιφρούρησον.
Θεοτοκίοννασσα ἐκλεκτόν/ σκεῦος Πνεύματος με ἔργασαι/, τόν ὑπάρχοντα δοχεῖον πονηρόν/, τοῦ Ἱεράρχου πρεσβείαις, Παναμώμητε.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ πρός Κύριον.πέπεσαν ὡσεί κύνες ἄγριοι/, οἱ κακόδοξοι ἐχθροί ἐπί τήν σῆν ποίμνην/, καθιλακτοῦντες αὐτήν ἀτιθάσως/ καί εἰς Ἅδην ὠθοῦντες καί ἕλκοντες/, σπεῦσον Ματθαῖε οὖν ταῖς σαῖς λιταῖς καί ἀπό τούτων/ παμμιάρων χειρῶν αὐτήν ἐξάρπασον.
Μονιοί τά μάλλα ἄγριοι/, τήν ἄμπελον τήν τοῦ Χριστοῦ καταπατοῦσιν/, τῶν κακοδόξων αἱ ὀρδαί, Ἱεράρχα/, ἐπαπειλοῦντες Αὐτῆς τήν ἐρήμωσιν/, πλήν λύτρωσαι Αὐτήν σαῖς δυναταῖς/ πρός τόν Δεσπότην εὐχαῖς καί δέησεσιν.
Ναμάτων σε θυσαυρόν ἐπιστάμεθα/ καί πηγήν τῶν ἀγαθῶν, ὦ Ματθαῖε/, ἀσθενούντων ἰατρεύοντα πάθη καί ἐνεργείας δαιμόνων ἐλαύνοντα/, δεόμεθά σου οὖν θερμῶς/ ἐκ φθορᾶς καί πειρασμῶν ἡμᾶς λύτρωσαι.
ρθοδόξων σε προστάτην κηρύττομεν/ καί φρουρόν τῆς Ἐκκλησίας ἁπάσης/, τῶν κακοδόξων διαλύοντα ὄχλον καί δυσεβῶν τάς φλυαρίας καθαίροντα/, διό πάντας νῦν τούς εὐσεβεῖς/, Ὀρθοδοξίᾳ στηρίξαι δεόμεθα.
ΘεοτοκίονΓαβριήλ τήν φωνήν, οἱ διά σοῦ σωζόμενοι/, Θεομήτωρ, Σοί βοῶμεν ἀσιγήτως/. Χαῖρε Δέσποινα κόσμου, χαῖρε κλίμαξ, χαῖρε Ἀδάμ καί τῆς Εὔας ἀνόρθωσις/, τοῦ Λόγου, χαῖρε, καί Θεοῦ/, τό εὐρύχωρον ὄντως παλάτιον.

Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.Τό ὁσιότητος, Πάτερ, ἀγώνισμα, ἐπιτυχῶς περατώσασα στέφανον, ἀξίως ἀμαράντινον εἴληφας, Ματθαῖε, ἐκ τῶν χειρῶν Χριστοῦ τοῦ Νυμφίου σου, ὑπέρ ἡμῶν Ὅν ἀεί καθικέτευε.
Ὁ Οἶκοςλλάδος ἁπάσης ποιμήν ἐντυγχάνων καί οἰκουμένῃ τά δῶρα τά τοῦ Πνεύματος φέρων, Ματθαῖε ἀξιάγαστε, ἡμᾶς διέσωζε ἀπό πάσης ἀνάγκης καί θλίψεως, σαῖς λιταῖς ταῖς ἐνθέρμοις πρός τόν Κύριο, ὑπέρ ἡμῶν Ὅν ἀεί καθικέτευε.

ΣυναξάριονΤῆ 14η τοῦ αὐτοῦ μηνός μνήμη τοῦ Ἁγίοις Πατρός ἡμῶν Ματθαίου τοῦ Νέου Ὁμολογητοῦ, Ἀρχιεπισκόπου Ἀθηνῶν καί πάσης Ἑλλάδος.

ΣτίχοιἜλαμψας, Πατήρ, ὡς ἀστήρ Ἐκκλησίᾳ,
Ἧ χαίρετε τῆ σῆ ἐν οὐρανῶ καταστάσει.
Δεκάτῃ τετάρτῃ Ματθαῖος ἐν οὐρανοῖς ἀνῆλθεν.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νοός ἡμῶν τό σκότος/ καί παθῶν ἀτιμίας καί πάσης θλίψεως/, Ματθαῖε ταῖς λιταῖς σου/, λύεις καί διασώζεις/, διό καί ψάλλοντες κηρύττομεν/, ὁ τῶν πατέρων ἡμῶν/ Θεός εὐλογητός εἶ.
Πάτερ ὄντως ὑπάρχεις/ ἰσοστάσιος Ἀγγέλων, ἄνερ τρισόλβιε/, Ματθαῖε θεοφόρε/, βιώσας τήν ἐκείνων/ πολιτείαν, διό κραυγάζομεν/, ὁ τῶν πατέρων ἡμῶν Θεός/ εὐλογητός εἶ.
Ραθυμίας ἀτόπου/ καί δεινῆς ἁμαρτίας ταῖς ἱκεσίαις σου/, Ματθαῖε Λαυρεώτα/, διασώζεις τούς πίστει/ εἰς σέ προστρέχοντας/ καί ψάλλοντας ὁ τῶν πατέρων ἡμῶν/ Θεός εὐλογητός εἶ.
σιε, ἀγῶνας/ ἐπί γῆς ἠγωνίσω καί ποθουμένου ἔτυχας/ καί νῦν ταῖς οὐρανίαις/ συνῶν χοροστασίαις/ περίφρούρει τούς μέλποντας, ὁ τῶν πατέρων ἡμῶν/ Θεός εὐλογητός εἶ.
Θεοτοκίον
ατρός εἶ Παρθένε/ ἡ Θεόν σαρκωθέντα κόσμῳ κυήσασα/, παντοίων ἀλγηδόνων ἀπάλλαξον Σούς δούλους/ ταῖς τοῦ Ὁσίου δεήσεσιν/, ὅτι Σύ ὑπάρχεις τῆς Ἐδέμ θύρα, Εὐλογημένη.

Ὠδή η’. Τόν Βασιλέα τῶν οὐρανῶν.Σαῖς πρεσβείαις/ αἱ τῶν ψυχῶν ἀρρωστίαι/ θεραπεύονται καί πάθη, τρισμάκαρ/, ὅθεν σέ τιμῶμεν, Ματθαῖε θεοφόρε.
Φῶς τό τοῦ Δεσπότου/, σέ προβαλλόμενοι πρέσβυν/ ἐλπίζομεν τυχεῖν, Ματθαῖε/, σαῖς πανευπροσδέκτοις πρός Κύριον πρεσβείαις.
λκη τῶν ψυχῶν ἡμῶν/ ἀποκάθαρον καί πάθη/ σῆ μεσιτείᾳ, θεοφόρε Ματθαῖε/, ἵνα σέ τιμῶμεν εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίοννασσα Ἁγνή/ ταῖς τοῦ Ὁσίου λιταῖς καί ἱκεσίαις/, τούς τηκομένους νόσοις παντίαις/ καθικετεύομεν Δέσποινα ἀπαλλαγῆναι.

Ὠδή θ’. Κυρίως Θεοτόκον.Ρῶσιν καί εὐφροσύνην/ ἐμπλίζεις, ὦ Ματθαῖε/, τούς προσιόντας τῆ σορῶ τῶν λειψάνων σου/ καί ἐν τῆ μονῆ σου πίστει καταφεύγοντας.
Εἰρήνην οὐρανόθεν/, Ὅσιε τρισμάκαρ/, καταπεμφθῆναι δυσώπει, πανόλβιε/, τούς διανοίᾳ καθαρᾶ τελοῦντας τήν σήν μνήμην.
εράρχα σέ τιμῶμεν/, Ματθαῖε Κρήτης γόνε/ καί ἀσιγήτως τόν ὕμνον προσάγωμεν/, σύ γάρ τόν θρόνον τῶν κλεινῶν Ἀθηνῶν, Πάτερ, ἐκλέησας.
ΘεοτοκίονΣεπτή Κυρία κόσμου/, Μαρία Θεοτόκε/, ψυχάς ἡμῶν καταδρόσισον, Πάνσεμνε/, ρανίσιν Σοῦ ἐλέους καί σῶσον, Παναγία.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.νασκήσας αὐστηρῶς, ἐν Ὄρει τῶ Ἁγίῳ, τῆ ἀσθενείᾳ τῆς σαρκός κατηγωνίσω τόν ἐχθρόν, διό στεφάνους ἔλαβες παρά Κυρίου, Ματθαῖε Ἱεράρχα.

Εἰς τούς Αἴνους, Στιχηρά Ἰδιόμελα.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Παρακλήτου τήν χάριν ἐλκύσας, Ὅσιε/, τῆ ἀσκήσῃ σου καθεῖλες μηχανάς τοῦ Βελίαρ/, πολιστής δέ ἐγένου ἐρημικῶν/ τόπων, Πατέρων ἐφάμιλλε/, διό τήν μνήμην σου ἄσμασιν καί ὠδαῖς/ ἀναμέλποντες τιμῶμεν σου.
Χαίρει ἐν σοί νῆσος Κρήτη, ἡ σέ γεννήσασα/ καί Κερατέας κώμη σούς ἀγῶνας κηρύττει/ καί Ἀθηνῶν Ἐκκλησία ἡ τοῦ Χριστοῦ μακαρίζει σε, Ἅγιε/, Ἱεροθέου τοῦ πρώτου τόν μιμητήν/ καί Διονυσίου τόν διάδοχον.
τῆς Κισσάμου ἐπαρχία χορεύει, Ὅσιε/, ὡς μήτηρ καυχωμένῃ ἐπί τῆ θείᾳ σου δόξῃ/, Μονές δέ Κερατέας καί Κουβαρᾶ/, τούς σούς ἀγῶνας κηρύττουσιν/, τούτων ὑπάρχεις γάρ δόξα καί ἡ χαρά/, ἡμῶν δέ πρέσβης θερμός πρός Κύριον.
Περατωθέντος τοῦ ὕμνου ὅν σύ προσέφερων/, σοῦ δέομαι, Ἱεράρχα/, παντός κινδύνου φυλάττειν/, ψυχήν μου τήν ἀθλίαν καί τήν ζωήν/ τήν ἀγείρω πρεσβείαις σου/ τυχεῖν τῆς οὐρανίου, ἔνθα χορός Ἁγίων Πάντων ἀγάλλεται/, ἐν ὅ καί συγχορεύεις μετά χαρᾶς/, Ματθαῖε Ἅγιε.

Δόξα. Ἦχος πλ. α’.κ Κρήτης ὡς ἄνθος εὐῶδες, τῆ Ἐκκλησίᾳ προσεφέρθης, Ματθαῖε Ὅσιε. Τῆς δέ ἀλήκτου ζωῆς τόν κλῆρον δεξάμενος, ὡς βραβεῖον τῶν ἀγώνων σου, νῦν ἐν οὐρανίοις θαλάμοις μετά τῶν τῶ θρόνῳ προκατόχων συναγάλλει. Μεθ’ Ἱεροθέου καί Διονυσίου, τῶν τοῦ Παύλου μαθητῶν, καί μετά πάντων τῶν ἐν Ἀθῆναις ἁγιασάντων καί ταῦτας ἁγιαζόντων. Διό εὐχαριστήριον ὠδήν σοί προσφέροντες, ἐν κατανύξῃ βοῶμεν, μή ἐπιλάθῃ, Ἅγιε, τῆς ποίμνης σου, ἀλλά πρέσβευε Κυρίῳ τοῦ σωθῆναι ἡμᾶς.

Καί νῦν. Θεοτοκίον
Δοξολογία Μεγάλη
Μεγαλυνάριον
Χαῖροις τῶν Ὁσίων ἡ καλλονή καί τῶν μοναζόντων τιμή, δόξα, καί στολισμός, χαῖροις τῆς πλάνης ὁ μέγας καθαιρέτης καί τῆς Ὀρθοδοξίας Ἄτλας ὁ σύγχρονος.


ΣτίχοιἌτεχνον ὕμνον Ματθαῖε δέχου,
ὅν εὐλαβῶς ἐκ πόθου καί ἀγάπης σύ προσφέρω.
Ἀντίδωρον δέ μέγα ἀντ' αὐτοῦ παράσχου,
τήν τέχνην μαθεῖν τῆς μετανοίας, Πάτερ.

Αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ΑΜΗΝ.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου