Τετάρτη, 13 Οκτωβρίου 2010

ΑΚΟΛΟΥΘΙΑ ΟΣ. ΓΕΝΝΑΔΙΟΥ ΤΟΥ ΚΡΗΤΟΣ

 Ψαλλομένη τήν 3η Μαρτίου

Ποιηθεῖσα ὑπό Ἀντωνίου Μάρκου ἐν ἔτει 2010, 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους δ’ καί ψάλλομεν τά ἑπόμενα Στιχηρά Προσόμοια.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.τε, ἐκ νεότητος Θεῶ/, Ὅσιε, ζεούσῃ καρδίᾳ/ κατηκολούθησας/, τότε κόσμου ἔλειπες τήν ματαιότητα/ καί δρόμεως ἐχώρησας/ πρός θείους ἀγώνας, Ἄννης Θεομήτορος ναϊσκον ὤκησας/, ἔνθα τήν καρδίαν καθάρας/, γέγονας δοχεῖον χαρίτων/ καί τῶν δωρεῶν, Γεννάδιε, τοῦ Πνεύματος.

κουμίων ἀκτή ἐρημική/, γέγονεν ἡ σύ κατοικία/, ἔνθα ἠξίωσαι/, πᾶσαν τοῦ ἁλάστορος βαλλεῖν τήν δύναμιν/ καί δοχεῖον τοῦ Πνεύματος/ ἐγένου καί πάντων/ ἱερόν παράδειγμα ἐδείχθης, Ἅγιε/. Ὅθεν μοναζόντων τά πλήθη/ χαίροντα κραυγάζουσιν, Πάτερ/, πρόφθασον πρεσβείαις σου, Γεννάδιε.

νθεος ἐδείχθης μιμητής/, τῶν σῶν ἐξαιρέτων προτύπων/, τοῦ Εὐμενίου τε/ Παρθενίου τοῦ Γέροντος, τῶν Κουδουμᾶ μοναστῶν/, ὧν τήν χάριν ἐκέκτεισω/ καί τούτων τήν θέαν/ ἀπολαύεις σήμερον ἐν οὐρανοῖς παροικῶν/. Ὅθεν, σοῦ δεόμεθα, Πάτερ/, τῆς τοῦ Παραδείσου εὐκλείας/ τυχεῖν ἡμᾶς εὐχαῖς σου καί δεήσεσιν.

Δόξα. Ἦχος α’.σκήσεως πόνοις ἐκγυμνασάμενος, ἀληθῶς ὅσιος ἐγένου καί ποιμήν ἀληθής τοῦ εὐσεβοῦντος λαοῦ. Ἐπιπνοίᾳ δέ τοῦ Πνεύματος, Γεννάδιε μακάριε, τῆς Ἀκουμίων ἐρημίας ἐγένου οἰκιστής, ἔνθα παρά τῶ τῆς Ἅννης τῆς Θεομήτορος ἐξωκκλησίῳ ἐρημιτικῶς ὥκησας. Πρός Δεσπότην τόν Σωτῆρα οὖν μή παύεις αἰτούμεθα τοῦ πρεσβεύειν, Πάτερ, ἵνα ρύσηται ἡμᾶς πάσης θλίψεως.

Καί νῦν. Θεοτοκίον.
Εἴσοδος, τό «Φῶς ἱλαρόν», τό Προκείμενον τῆς ἡμέρας μετά τῶν στίχων αὐτοῦ καί Ἀναγνώσματα Ὁσιακά.

Εἰς τήν Λιτήν τά παρόντα Ἰδιόμελα
Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ Κρήτη ἡρωοτόκε, ὡς μήτηρ καλλίγονος ἐπί τῶ τέκνῳ σου Γενναδίῳ εὐφραινομένῃ. Ἐκ σοῦ γάρ ἐβλάστησεν ὁ εἰς ἔπαινον προκείμενος, Γεννάδιος ὁ τῶν Ἀκουμίων ἀσκητής. Οὗτος γάρ Ἄννης τῆς Θεομήτορος τό ναϊσκῳ οἰκήσας, τῆ ἀσκήσει τῶν μοναστῶν τόν χορόν ἐκόσμησεν, τοῖς ἔργοις τῆς ἀσκήσεως. Αὐτοῦ οὖν τήν μνήμην ἑορτάζοντες, εὐφροσύνως πρός Κύριον τόν Θεόν βοῶμεν. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ ἐθαυμάστωσας Χριστέ, ὧν τάς ἱκεσίας δέχου, Πολυέλεε.

Ἦχος β’.ν τοῖς Ἁγίοις αὐτῆς καυχᾶται Κρήτη ἡ ἔνδοξος, ἡ Τίτου τοῦ Ἀποστόλου Ἐκκλησία καί κλῆρος. Ἐν τοῖς ἐσχάτοις δέ καιροῖς καυχᾶται ἐπί Γενναδίῳ τόν τῶν Ἀκουμίων ἀσκητήν, ὅς Παρθενίου καί Εὐμενίου ἔτυχεν μαθητής, τῶν τῆς Κουδουμᾶ Μονῆς κτιτόρων. Αὐτοῖς οὖν βοήσωμεν πιστοί, Κύριον τόν Θεόν Πατέρες ἱκετεύσατε, ἵνα ἀπαλλάτει πειρασμῶν καί κινδύνων τούς πίστει τελοῦντας ὑμῶν τά μνημόσυνα.

Ἦχος γ’.Παρθένιος μέν ἐν Κουδουμᾶ, μέγας τῶν μοναστῶν διδάσκαλος ἐφάνη. Γεννάδιος δέ ἐν Ἀκουμίοις, τούτῳ ἀκολουθῶν καί τήν ψυχήν τρωθείς θείῳ ἔρωτι, βιαστής ἐφάνη τοῦ λαβεῖν Παράδεισον. Διό μόνος μόνῳ τῶ Θεῶ ἐνατενίζων, ἐρημίας οἰκιστής ἐφάνη. Ὅτε δέ τῶ κόσμῳ γνωστός ἐγένετο καί πάλιν ἐρημίας ἐραστής παρέμεινεν. Ὡς Παρθενίου ἔθεν ὁμότροπον καί Εὐμενίου ὁμόζηλον, τιμήσωμεν αὐτόν οἱ πιστοί, αἰτούμενοι τήν αὐτοῦ πρεσβείαν, εἰς τό τυχεῖν ἀφέσεως.

Δόξα. Ἦχος πλ. β’.σκητικῆς ἐραστής γενόμενος πολιτείας, ἀσκητικῶν ἀγώνων τῶ σταδίῳ διέπρεψας, διά νηστείας τε καί ἀγρυπνίας καί προσευχῆς ἀδιαλείπτου καί παννυχίου στάσεως, δι’ ὧν τά πάθη ἐνέκρωσας καί δοχεῖον τοῦ Πνεύματος ἐγένου. Ὅθεν, μακάριε Γεννάδιε, σύν πᾶσι τοῖς ἐν Κρήτῃ διαλαμψάσι Ἁγίοις, τόν Κύριον ἱκετεύσατε, λαβεῖν εὐχαῖς ὑμῶν καί πρεσβείαις, παρ’ Αὐτοῦ τό μέγα ἔλεος.

Καί νῦν. Θεοτοκίον.

Εἰς τά Ἀπόστιχα τά ἀκόλουθα Στιχηρά Προσόμοια.
Ἦχος β’. Οἶκος τοῦ Εὐφραθᾶ.
λος πυρπολήθείς/, Χριστοῦ ἔρωτι θείῳ/, Γεννάδιε, δοξάζεις/, θαύμασι καί σημείοις/, Αὐτοῦ τό θεῖον ὄνομα.

τῆς ὑπεφυοῦς/ ἀνδρείας σου, ἐν μέσῳ/ ἐρημίας γάρ κατώκεις/, ὡς ἄσαρκος, τῶ ψύχει/ δεινῶς δοκιμαζόμενος.

Κέκτηται ἡ σεπτή/, Κύκκου μονή ἡ ἐν Κύπρῳ, /σά Λειψάνα καί Κάραν/, προχέοντα ἰάσεις/, παύοντα ἅπαν νόσημα.

Δόξα. Τριαδικόν.Θαύμασι φανεροῖς/, Γεννάδιε, καί σημείοις/, Τριάδος τῆς Ἁγίας/, Πατρός τε Παρακλήτου/ καί Υἱοῦ τήν θείαν δύναμιν.

Καί νῦν. Θεοτοκίον.Οὐκ ἔπαυεν, Σεμνή/, Γεννάδιος Σήν δόξαν/ κηρύττειν καί θαυμάζειν/, διό Σῆ μεσιτείᾳ/ τοῦ Παραδείσου ἔτυχεν.

«Νῦν ἀπολύεις», Τρισάγιον καί τό Ἀπολυτίκιον.
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τόν τῆς Κρήτης προστάτην καί Ὀρθοδόξων τό καύχημα/, μοναζόντων τό κλέος, ἀσκητῶν τό θησαύρισμα/, Γεννάδιον τό θεῖον οἱ πιστοί/ τιμῶμεν κατά χρέος, τῶν αὐτοῦ/ χαρίτων οἱ πλουτοῦντες καί δωρεῶν/ κραυγάζοντες πρός Κύριον/. Δόξᾳ τῶ Σέ δοξάσαντι αὐτόν/, δόξᾳ Σέ τόν αὐτόν θαυμαστώσαντα/, δόξᾳ Σοι τῶ δωρησαμένῳ ἡμῖν νέον πρέσβυν ἀκοίμητον.

Καί Ἀπόλυσις.



Τρωθείς θείῳ ἔρωτι, τοῦ φθαρτοῦ/ ἐμάκρυνας κόσμου, Κουδουμᾶ γενόμενος πολιστής/ καί Ἄννης Θεομήτορος τῆς κέλλας/, ἐν ἧ ἀσκητικῶς Βελίαρ ἤσχυνας.

Θεοτοκίον.Θεοτόκε Παρθένε, ὁ Ποιητής/ ἐν τῆ Σῆ κοιλίᾳ κατεκένωσεν Ἑαυτόν/, ὁ πατρικούς κόλπους μή κενώσας/, σῶσαι θελήσας ὡς Θεός τό ἀνθρώπινον.

Ὠδή γ’. Οὐρανίας ἀψίδος.φθης ἅγιον στόμα, πηγάζων ρήματα ἅγια/, δι’ ὧν τάς ψυχάς τῶν προσιόντων, Πάτερ, κατήρδευσας/. Οὗτω γενόμενος/ σφραγίς κλεινή τοῦ εἰπόντος/, «ἐκ τοῖς κοιλίας σου ρεύσονται ὕδατα».

Νίκην ἔσχες Βελίαρ κατατροπώσας τήν δύναμιν/, ἐν τῆ ἐρημίᾳ Ἀκουμίων ἀγωνιζόμενος/, διό καί ἔλαβες παρά Κυρίου τήν χάριν/ τοῦ θεραπεύειν νόσους, Γεννάδιε/. Ὅθεν τῆ πρεσβείᾳ σου προστρέχομεν.

κετεύομεν, Πάτερ, ἡμῶν τά πάθη καί τραύματα/, σπεῦσον σαῖς ἁγίαις πρεσβείαις, ταχέως ἴασαι/. Ἵνα εὐφημοῦμεν σε, ὡς μοναζόντων τό κλέος/, Κρήτης ὧν τό καύχημα, θεῖε Γεννάδιε.

Θεοτοκίον.

Εὐσπλάχνως, Παρθένε, ἡ τόν Κύριον τέξασα/, σπεῦσον καί λύτρωσαι παντοίων ἡμᾶς κινδύνων καί θλίψεων/. Σύν Σοί δέ φέρομεν/, πρός Κύριον πρεσβείαν/, Γεννάδιον τόν ἔνδοξον/, Κρήτης τό καύχημα.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.ν ἐπόθησας, Ὅσιε/, σάρκα δι’ Ὅν ἔτηξας νῦν τεθέασαι/ Παραδείσῳ αὐλιζόμενος/, διό σέ καί ἀπαύστως μακαρίζομεν.

Σάρκαν, Πάτερ, δουλώσας/ ἐν τοῖς ἐρήμοις ἤσκησας/, ὅπου ἀγωνιζόμενος/, τοῦ λαοῦ ἐδείχθης ποιμήν τε καί διδάσκαλος.

Γεννάδιος ἐδείχθη/ ἀστήρ καί στύλος ἀκλόνητος/, ὅθεν τοῖς πᾶσι προσφέρει αὐτοῦ τό ἅγιον καί θεοφιλές παράδειγμα.

Θεοτοκίον.Θεοτόκε Μαρία/, Ἐκκλησίας ἡ σκέπη καί ἔφορος/, σπεῦσον τά Σά τέκνα ἐπισκέψαι/ τά ὑπό κακοδόξων κακουχούμενα.

Ὠδή ε’. Φώτισον ἡμᾶς.Εὗρες τήν χαράν/, ὡς τάς πλεκτάνας τοῦ Βελίαρ συντρίψας/, διό Γεννάδιε Πάτερ, ἀεί σκέπεις/ καί ἰᾶσαι τούς τῶ σῶ τάφῳ ἐν πίστει προστρέχοντας.

Νίκην καί ἡμεῖς/ τύχοιμεν, Γεννάδιε, θερμῶς δεήθητι/ Κυρίου τοῦ Παντάνακτος Θεοῦ/, ἧν αὐτός ὡς βραβεῖον τῶν σῶν ἀγώνων ἔλαβες.

Νέος ἀριστεύς/ τοῦ Βελίαρ τροπωσάμενος/ τάς πλεκτάνας, ὦ Γεννάδιε, δεχθείς/, ἐν οὐρανίοις θαλάμοις νῦν ἀγάλλασαι.

Θεοτοκίον.Τιμῶντες Σε, Ἁγνή/, Ὀρθοδόξων τά συστήματα/ καί ὑμνοῦντες οὐ παυόμεθα, ταῖς Σαῖς/ πρεσβείαις θαρροῦντες, Παντάνασσα.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.νήρ ἐπιθυμιῶν/, νέος ὑπῆλθες τῶ σώματι/, τῶ ζυγῶ τῶ χριστῶ τοῦ Κυρίου/, ἀπορραγεῖς τῶν τοῦ κόσμου ματαίων/ καί τοῖς δρυμοῖς φυγαδεύων ἐμάκρυνας/ καί μόνος μόνῳ τῶ Θεῶ/ νοερῶς ἦσθα συνών καί ἡδόμενος.

Δεόμεθά σου/ οἱ ἐν κινδύνοις καί θλίψεσι/, τῶν δεινῶν ἡμᾶς ἐκλύτρωσον πάντας/, σέ λυτρωτήν γάρ ἐπιγραφόμενοι, ὅτι/ παρά Θεοῦ ἠλεήθης, Γεννάδιε/, καί σπεύδεις, Πάτερ, ἐν ταχεῖ/ τοῦ θεραπεύσαι ἡμῶν τά νοσήματα.

κέτευε/ ἐκτενῶς, Γεννάδιε/, τόν Θεόν ὑπέρ σῆς γλυκυτάτης/, ἁγιοτόκου, Θεοφόρε, πατρίδος/ Κρήτης, ἦν σκέπε ἀεί περιφρούρησον/ καί λύτρωσαι ἐκ παντοίων πειρασμῶν/ τούς ἐν αὐτῶ τῆ Πίστει ἐμμένοντας.

Θεοτοκίονλον με/, νυσταγμῶ ραθυμίας/ βεβαρημένον, θερμῆ Σου ἱκεσίᾳ/ ἔγειρον καί μή δώης ὑπνῶσαι/ Σόν δοῦλον, Μήτερ Ἁγία/, εἰς θάνατον. Προστάτην γάρ καί ὁδηγόν/ ἐμῆς ζωῆς Σέ ἐπιγράφομαι.

Κοντάκιον, Ἦχος β’ . Τά ἄνω ζητῶν.ς Μάρτυρα Χριστοῦ τῆ συνειδήσει δοξάζομεν/, αἰτούμενοι εὐλαβῶς τήν σήν γενναίαν ἀντίληψιν/, Γεννάδιε σοφέ, ἦν παράσχου ἡμῖν ἅπασιν/, τοῖς τιμῶσιν εὐλαβῶς τήν σήν μνήμην, Ὁσιώτατε/. Διό ρῦσαι ἡμᾶς κινδύνων χαλεπῶν/ καί τοῦ πυρός τοῦ αἰωνίου πρεσβείαις σου.

Ὁ Οἶκοςστήρ ἀνεφάνης τῆς Κρήτης, Θεόφρων, ἐν Ἀκουμίοις ἀγωνισάμενος. Ἐκεῖθεν δέν ἀνατείλας τῶ κόσμῳ αὐγάζεις καί πάντας λυτροῦσαι, ὅθεν τιμῶμεν σε ἄδοντες τοιαῦτα.
Χαῖρε, Πάτερ, ὁ Βελίαρ τῶ σῶ ἀγῶνι πατάξας,
Χαῖρε, μάκαρ, ὁ ἀρετήν καί ἁγνοίαν διδάξας.
Χαῖρε, ἄνθος ὡραιότατον Κρήτης τῆς εὐάνδρου,
Χαῖρε, ἀγλάϊσμα τερπνότατον πατρίδος ἁγιοτόκου.
Χαῖρε, ὁ τῆς Ἀκουμίων ἐρημίας ὁ γλυκύς ἐρωδιός,
Χαῖρε, ὁ κόσμου προστάτης, οὐρανοδρόμος τε ὁδηγός.
Χαῖρε, κρῖνον τό ἐν ἐρημίᾳ παραδόξως ἀκμάσαν,
Χαῖρε, ὁ εὐφραῖνον τῆ σῆ δόξᾳ τήν οἰκουμένην πάσαν,
Χαίροις Πάτερ Γεννάδιε.

ΣυναξάριονΤῆ 3η τοῦ αὐτοῦ μηνός μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Γενναδίου τοῦ Κρητός.

Στίχοι.Γεννάδιος Παρθενίου ζηλωτής ἐφάνει,
οὗ ἐζήλωσε τόν ἰσάγγελον βίον.
Τρίτῃ οὐρανός ἐδέξατο ψυχήν Γενναδίου.

ἐν Ὁσίοις Πατήρ ἡμῶν Γεννάδιος γέννημα καί θρέμα τῆς εὐάνδρου Κρήτης τυγχάνει. Ἔφηβος ὧν, εἰς τήν ἡλικίαν τῶν 14 ἐτῶν, τῆ Μονῆ Κουδουμᾶ προσέφυγε καί ὑπετάγη τῶ μακαρίῳ Γέροντι Παρθενίῳ καί τῶ αὐταδέλφῳ αὐτοῦ Εὐμενίῳ Ἱερομονάχῳ, παρ’ ὧν τά τῆς μοναχικῆς πολιτείας ἐξεπαιδεύθη. Μετά πάροδον 17 ἐτῶν, καθ’ ἅ ἐν τῶ σταδίῳ τῆς ὑπακοῆς ἠγωνίσθη, φλεγόμενος ὑπό τοῦ πόθου τῆς ἐρημιτικῆς καί ἡσυχαστικῆς ζωῆς, τῆ εὐλογίᾳ τῶν αὐτοῦ Γερόντων ἦλθε εἰς Ἀκούμια καί εἰς τόν ναΐσκον τῆς ἁγ. Θεοπρομήτορος Ἄννης κέλλαν πτωχωτάτην ὠκωδόμησε καί ἐν αὐτῆ ἠγωνίσατο νηστεύων, ἀγρυπνῶν καί ἀδιαλείπτως προσευχόμενος ἐπί 65 συναπτά ἔτη, ὑπομένων τούς πειρασμούς τοῦ διαβόλου καί τάς τῶν ἀνθρώπων προσβολάς.
Οὗτως ἀγωνιζόμενος ἠλεήθη παρά Θεοῦ δι’ Ἁγιοπνευματικῶν χαρισμάτων, διά προοράσεως καί διοράσεως καί προφητείας καί τῆς τῶν δεομένων παραμυθίας καί θεραπείας, θαυματουργός ἀναδειχθείς ἐν ζωῆ καί μετά θάνατον.
Ἐπί τῶ τέλει δέ ὁσιακῶς τήν μακαρίαν αὐτοῦ ψυχήν τῶ Κυρίῳ παρέδωκεν, ἐν ἔτει 1983, ἐνταφιασθείς παρά τόν τόπον τῆς αὐτοῦ ἀσκήσεως. Ἀνακομισθέντος τοῦ τιμίου αὐτοῦ Λειψάνου, τοῦτο εὑρέθη συγκρατούμενον καί τά νῦν ἀποθησαύρισται ἐν τῆ Σεβασμίᾳ καί Βασιλικῆ Μονῆ Κύκκου ἐν Κύπρῳ, μέρος δέ αὐτοῦ καί ἐν τῶ Ἱερῶ Ἡσυχαστηρίῳ Παναγίας Παραμυθίας Ἀχαρνῶν.
Τῆς ἁγιότητος αὐτοῦ ὑπό Θεοῦ μαρτυρουμένης διά σημείων καί θαυμάτων καί ὑπό τῶν ἀνθρώπων ὁμολογουμένης, ἡ μνήμη αὐτοῦ τιμᾶται τοπικῶς τήν 3ην Μαρτίου, ἡ δέ Ἀνακομιδή τῶν αὐτοῦ Λειψάνων τήν 8ην Σεπτεμβρίου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ὠδή ζ’. Παῖδες Ἑβραίων.ραία πρός Θεόν ἡ σή καλή ἐφάνη/ βιοτή, Γεννάδιε τῆς Κρήτης/ γόνε λαμπρέ καί καύχημα καί κλέος/, διό Ὀρθοδόξων σύστημα τιμᾶ σε καί γεραίρει.

μῶν τῶν νόσων καί κινδύνων/ ἰατρός ἐδόθης, Γεννάδιε τῆς Κρήτης/, ἵνα τῶν ψυχῶν ἡμῶν τά πάθη θεραπεύεις/ καί τῶν σωμάτων, Ἅγιε/, διό σέ καί τιμῶμεν.

Μέγιστα Γεννάδιε ἐργάζῃ/ καί μετά θάνατον, Μάκαρ, διά τῶν σῶν Λειψάνων/, θαυμάτων γάρ πηγή δεικνύμενος/, ἀσθενούντων ἰατρός ὁ τάχιστος/, ὁ ἄμισθός τε μένων.

Θεοτοκίον.Κυρία Θεοτόκε Παρθένε/, μή παύσῃ ἐπαίρουσα Σας χείρας/, πρός τόν Σόν Υἱόν, Θεόν καί Βασιλέα/, τῆ κραταιᾶ Σου δεξιά ἐξελοῦ Σοῦς οἰκέτας.

Ὠδή η’. Τόν Βασιλέα.Ναός καί τάφος τοῦ θείου Γενναδίου/, ἰατρεῖον πρόκεινται τοῖς πᾶσι/ των εὐσεβούντων ὧν δέχονται δεήσεις.

σοι ἐν πίστει εἰλικρινεῖ προσιοῦσι/, τῆ θήκῃ τῶν σεπτῶν σου Λειψάνων/, ψυχῶν τε καί σωμάτων λαμβάνουσι τήν ρώσιν.

Νέων Ἁγίων τῶ χορῶ, Πάτερ, κατετάγης/ ἀγῶσι ἱεροῖς καί βίῳ τῶ μονήρει/, διό ἠμῶν προστάτης καί βοηθός νῦν πέλεις.

Θεοτοκίονμμάτων σκότος, ψυχῆς ἀορασίαν/, φωταγώγησον Σύ, φωτός ἀκτίστου Μήτηρ, τῶν δεομένων τυχεῖν τοῦ Σοῦ ἐλέους.

Ὠδή θ’. Κυρίως Θεοτόκον.πάσης τῆς Ἑλλάδος/ καί Κρήτης, Πάτερ, πέλεις/ θερμῶς προστάτης καί μεσίτης πρός Κύριον/, διό καί σοῦ δεόμεθα θερμῶς/, μή παύης Τοῦτον εὐχαῖς κατακάμπτοντα.

Δεκάδες τά σά τέκνα/, ἐν Κρήτῃ, τό σόν δρόμον/, Πάτερ, ἐβάδισαν διό καί ἔλαβον/ μισθούς ἀγώνων καί στέφη οὐράνια.

Εὐχαῖς σου τάς σειράς μου/ τῶν πταισμάτων λῦσον/ καί τό χειρόγραφόν, Πάτερ, διάρρηξον/ τῆς ἁμαρτίας, τοῦ τήν σήν/ ἁγίαν μνήμην κηρύττοντος.

δε μου τήν πτωχείαν/ τοῦ ταῦτα στιχουργοῦντος/ καί σαῖς πρεσβείαις πρός Κύριον, Ὅσιε/, πλούτισον τήν ἐμήν ψυχήν/, δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.

ΘεοτοκίονΣωτῆραν ἡ τεκούσα/, Παρθένε Θεοτόκε/, σύν Γενναδίῳ Κυρίῳ πρεσβεύσατε/, ἵνα δωρήση πᾶσιν ὡς Θεός/, ἁμαρτημάτων λύσιν καί ἄφεσιν.

Ἐξαποστειλάριον. Γυναίκες ἀκουτίσθητε.Παραμυθίας χαίρεται σεπτόν Ἡσυχαστήριον/, ὅτι κατέχει, Πάτερ, τῶν σῶν Λειψάνων τήν θήκην/, πρός ἧν πιστοί προστρέχομεν/ τήν λύσιν ἐξαιτούμενοι/ δεινῶν ἡμᾶς τυρρανούντων/ καί πειρασμῶν καί κινδύνων/. Διό καί σοῦ δεόμεθα, Πάτερ πρόφθασον.

Εἰς τούς Αἴνους Στιχηρά Ἰδιόμελα
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Παρακλήτου τήν χάριν λαβών Γεννάδιε/, ἀσκήσεσι καθεῖλες/ τόν ἀρχέκακον ὄφιν/, πολιστής τε ἐγένου ἐρημικῶν/ τόπων, Πατέρων μακάριε/. Διό τήν μνήμην σου ἄσμασιν καί ὠδαῖς/ ἀναμέλποντες τιμῶμεν σου.

Χαίρει ἐν σοί γῆ τῆς Κρήτης, ἡ σέ βλαστήσασα/ καί Ἀκούμια χαρμοσύνως/ τούς σοῦς ἀγώνας κηρύττουν/ καί πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ/ μακαρίζει σε, Ὅσιε/, ὡς Παρθενίου σοῦ Γέροντος μιμητήν/, οὗ τόν δρόμον ἠκολούθησας.

Παραμυθίας χορεύει τέμενος, Ὅσιε/, ὅτι ἐκεῖσε ἡ θήκη τῶν σῶν Λειψάνων ὑπάρχει/ πρός ἧν τῶν θλιβομένων σπεύδει χορός/ καί λαμβάνει τήν ἄνεσιν/. Τούτων ὑπάρχεις γάρ δόξα καί ἡ χαρά/ καί πρός Κύριον πρέσβυς θερμότατος.

Περατωθέντος τοῦ ὕμνου ὅν σύ προσέφερων/, σοῦ δέομαι ἐκ κινδύνων τήν ζωήν μου φυλάττειν/, ψυχήν μου τήν ἀθλίαν καί τήν ζωήν/ τήν ἀγείρω πρεσβείαις σου/ τυχεῖν τῆς οὐρανίου, ἔνθα χορός Ἁγίων Πάντων ἀγάλλεται/, ἐν ὅ καί συγχορεύεις μετά χαρᾶς/, πατήρ ἡμῶν Γεννάδιε.

Δόξα. Ἦχος πλ. α’.κ τῆς Κρήτης ὡς ἄνθος εὐῶδες, τῆ Ἐκκλησίᾳ προσεφέρθης, Γεννάδιε μακάριε. Τῆς τε ἀλήκτου ζωῆς τόν στέφανον δεξάμενος, ὡς βραβεῖον τῶν ἀγώνων σου, νῦν ἐν οὐρανίοις θαλάμοις μετά τῶν σῶν Πατέρων συναγάλλει, ἀξιάγαστε. Μετά Παρθενίου τοῦ πάνυ καί Εὐμενίου τῶν αὐταδέλφων, τῶν τοῦ Κουδουμᾶ οἰκιστῶν καί κτιτόρων. Διό χαριστήριον ὠδήν σοί ἄδοντες, ἐν κατανύξῃ βοῶμεν. Μή ἐπιλάθη, Ἅγιε, καί ἡμῶν ταῖς πρός Κύριον πρεσβείαις σου.

Καί νῦν. Θεοτοκίον.

Δοξολογία Μεγάλη

Εἰς τήν Λειτουργίαν.
Τά Τυπικά, οἱ Μακαρισμοί καί ἐκ τοῦ Κανόνος ἡ γ’ καί στ΄ ὠδή. Ἀπόστολος, Εὐαγγέλιον καί Κοινωνικόν Ὁσιακά.


Μεγαλυνάριον.Ταύτην σοῦ τήν μάνδραν τήν ἱεράν, ἔνθα σέ τιμῶμεν, σκέπει καί φρούρει, Πάτερ, ἀεί, Γεννάδιε μάκαρ, τῆς Κρήτης ὁ προστάτης, ἁπάσης τῆς Ἑλλάδος ὁ θεῖος πρόμαχος.

Στίχοι.Ἄτεχνον ὕμνον Γεννάδιε δέχου, ὅν εὐλαβῶς ἐκ πόθου καί ἀγάπης σοί προσφέρω,
ἀντίδωρον δέ μέγα ἀντί κόπου παράσχου, τήν τέχνην μαθεῖν τῆς μετανοίας, Πάτερ.

Αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
στήρ ὡς φαεινός ἐκ τῆς Κρήτης ἐκλάμψας/, φωτί τῶν ἀρετῶν, θαύμασι καί σημείοις/, φωτίζεις τήν ὑφήλιον καί ἐξαιρέτως Ἑλλάδα/, πάντας καλούμενος ἐπί τῆ θείᾳ σου μνήμῃ/ εἰς πανήγυριν, Γεννάδιε θεοφόρε/, ἡμᾶς τούς τιμῶντας σε.

Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον.
γνή ἡ τόν Θεόν ἡμῶν τεκοῦσα, τό κλέος/ πάντων τῶν εὐσεβῶν, ἡ χαρά καί ἡ δόξα/, μή παύης δεόμεθα ἱκετεύειν Ὅν ἔτεκες/, ἵνα ρύσηται ἡμᾶς παθῶν ψυχοφθόρων/ καί δωρήσηται ζωῆς ἀλήκτου τόν τόπον/, πρεσβείαις Σου, Πάνσεμνε.

Μετά τήν β’ Στιχολογίαν Καθίσματα.
Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῶ σταυρῶ.
ν Κουδουμᾶ τῶν μοναστῶν ὁ ἐξέχων/ καί τῆς Κρήτης εὐκλεέστατος γόνος/, παρά Χριστοῦ πολλήν τήν χάριν ἔλαβεν/, Ὁσίων ἐγκαλώπισμα, ὑπόδειγμα μοναστῶν τε/ ἀναδέδεικται. Πάντας οὖν νῦν προσκαλεῖται/ μνήμην τελέσαι τήν αὐτοῦ, οὗ ταῖς λιταῖς/ σκέπε καί σῶζαι τούς ὑμνούντας Σε, Κύριε.

Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον.
Χαῖρε Σεμνή, Ἀειπάρθενε Κόρη/, δαιμόνων φρύαγμα, ἀνθρώπων θεῖος λιμήν τε/, οἱ τοῦ Χριστοῦ ἐνθέως ἀνυμνοῦμεν Σε/. Σπεῦσον, Μήτερ, πρόφθασον/, τῆ μεσιτείᾳ Σου σῶσον/, τούς προστρέχοντας τῆ παναχράντῳ Σου σκέπῃ/, ἀπό κινδύνων ρῦσαι χαλεπῶν/ τούς Σέ τιμῶντας, Παρθένε ἀκήρατε.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς τῶν μέν Τροπαρίων «ΑΝΤΩΝΙΟΣ ΓΕΝΝΑΔΙΩ ΥΜΝΟΝ ΑΔΕΙ», (μετά τῆς ἐπωδοῦ «Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν», τῶν δέ Θεοτοκίων «ΘΕΟΤΟΚΟΣ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.ρχήν νῦν ποιούμενος ἀνυμνεῖν/, Γενναδίου ἀγῶνας, ἐνθέως τοῦτον παρακαλῶ/, διάρρηξον πταισμάτων μου τόν ὄγκον/, ταῖς πρός τόν Κτίστην, Πάτερ, πρεσβείαις σου.

Νομίμως ἀσκήσας ἐπί τῆς γῆς/, ἀξίως τήν χάριν ἔλαβες, Πάτερ, θαυματουργεῖν/. Ταύτην οὖν χρώμενος νῦν παῦσον/ τόν τῆς ψυχῆς μου πολυκύμαντον τάραχον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά τήν α’ Στιχολογίαν Καθίσματα.
Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου