Παρασκευή, 27 Ιανουαρίου 2012

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΗΝ ΣΥΝΑΞΙΝ ΤΩΝ 35 ΑΓΙΩΝ ΑΝΤΩΝΙΩΝ

Ψαλλομένη τῇ 17η Ἰανουαρίου

Πρόλογος
Ἡ Ἀκολουθία εἰς τήν Σύναξιν τῶν 35 Ἁγίων Ἀντωνίων, ἐποιήθη βάσει ἄλλων ἡμετέρων ὑμνογραφικῶν ἔργων, κατόπιν προτάσεως τοῦ ἁγιοφίλου καί φιλακολούθου κ. Βασιλείου Λαδοπούλου.
Κατά τούς ἐν χρήσει Συναξαριστάς, οἱ Ἅγιοι οἱ ὁποῖοι φέρουν τό ὄνομα ΑΝΤΩΝΙΟΣ ἀριθμοῦνται εἰς 35. Πρόκειται διά τούς ἐξῆς:
1. ΑΝΤΩΝΙΟΣ Μάρτυς, ὁ Μακκαβαῖος (2ος αἰ. π.Χ.)· 1η Αὐγούστου.
2. ΑΝΤΩΝΙΟΣ Μάρτυς· ἄνευ ὑπομνήματος· 25ης Φεβρουαρίου.
3. ΑΝΤΩΝΙΟΣ, ἕνας τῶν 7 Παίδων τῆς Ἐφέσου· 4η Αὐγούστου.
4. ΑΝΤΩΝΙΟΣ Ὅσιος, ὁ Μέγας (+ 356)· 17η Ἰανουαρίου.
5. ΑΝΤΩΝΙΟΣ Μάρτυς, τῆς Ἀγκύρας (4ος αἰ.)· 7η Νοεμβρίου.
6. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τῆς Γεωργίας, ὁ Στυλίτης (6ος αἰ.)· 19η Ἰανουαρίου.
7. ΑΝΤΩΝΙΟΣ Ὁσιομάρτυς, ὁ Κοραϊσίτης (8ος αἰ.)· 19η Ἰανουαρίου.
8. ΑΝΤΩΝΙΟΣ Ἅγιος, Ἀρχιεπίσκοπος  Θεσσαλονίκης (+ 844)· 2α Νοεμβρίου.
9. ΑΝΤΩΝΙΟΣ Ὅσιος, ὁ Νέος, τῆς Βιθυνίας (+ 865)· 1η Δεκεμβρίου.
10. ΑΝΤΩΝΙΟΣ Ἅγιος, Πατριάρχης ΚΠόλεως (+ 895)· 12η Φεβρουαρίου.
11. ΑΝΤΩΝΙΟΣ Ἅγιος, Ἐπίσκοπος Σάρδεων (10ος αἰ.)· 23η Αὐγούστου.
12. ΑΝΤΩΝΙΟΣ  Ὅσιος, κτήτωρ Ἱ. Μ. Βατοπεδίου (10ος - 11ος αἰ.)· 17η Δεκεμβρίου.
13. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τοῦ Κιέβου (+ 1073)· 10η Ἰουλίου.
14. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τῆς Βεροίας (12ος αἰ.)· 17η Ἰανουαρίου.
15. ΑΝΤΩΝΙΟΣ Ὅσιος, ὁ Ρωμαῖος (+ 1147)· 3η Αὐγ. καί 17η Ἰανουαρίου.
16. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τοῦ Ντίμσκ (+ 1224)· 24η Ἰουνίου καί 17η Ἰανουαρίου.
17. ΑΝΤΩΝΙΟΣ Ἅγιος, Ἀρχιεπίσκοπος Νόβγκοροντ (+ 1231)· 10η Φεβρ. καί 4η Ὀκτωβρίου.
18. ΑΝΤΩΝΙΟΣ  Ὁσιομάρτυς, ὁ  Ζωγραφίτης (+ 1279/1280)· 22α Σεπτ. καί  10η Ὀκτ.
19. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τοῦ Μέσσι Γεωργίας (13ος αἰ.)· 16η Μαρτίου.
20. ΑΝΤΩΝΙΟΣ Μάρτυς, τῆς Λιθουανίας (+ 1347)· 14η Ἀπριλίου.
21. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τοῦ Κράσνι Χόλμς (+ 1481)· 17η Ἰανουαρίου.
22. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τοῦ Σίγια (+ 1556)· 7η Δεκεμβρίου.
23. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τῆς Ἱ. Μ. ἁγ. Νικολάου Καρελίας (+ 1418)· 18η Ἀπριλίου.
24. ΑΝΤΩΝΙΟΣ Ὅσιος, κτίτωρ Ἱ.Μ. ἁγ. Στεφάνου Μετεώρων (15ος αἰ.)· 17η Ἰανουαρίου.
25. ΑΝΤΩΝΙΟΣ  Ὁσιομάρτυς, ὁ  Καρεώτης  (+ 1516)· 4η Φεβρουαρίου.
26. ΑΝΤΩΝΙΟΣ Ἅγιος, Ἐπίσκοπος Βολόγδας (+ 1588)· 26η Ὀκτωβρίου.
27. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τῆς Μαύρης Λίμνης (16ος αἰ.)· 17η Ἰανουαρίου.
28. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τῆς Βολόγδας (17ος αἰ.)· 23η Ἰουνίου καί 17η Ἰανουαρίου.
29. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τοῦ Λεοχνώφ (+ 1611/13)· 17η Φεβρουαρίου.
30. ΑΝΤΩΝΙΟΣ Ὅσιος, τῆς Λίμνης Κόζα (+ 1634)· 7η Ἰουνίου.
31. ΑΝΤΩΝΙΟΣ Ὅσιος, ὁ Ἡσυχαστής (+ 1714)· 23η Νοεμβρίου.
32. ΑΝΤΩΝΙΟΣ Ἅγιος, Μητροπολίτης Τομπόλσκ (+ 1740)· 27η Μαρτίου.
33. ΑΝΤΩΝΙΟΣ Νεομάρτυς, ὁ Ἀθηναῖος (+ 1774)· 5η Φεβρουαρίου.
34. ΑΝΤΩΝΙΟΣ Ἅγιος, Μητροπολίτης  Χονδίδης (+ 1815)· 13η Ὀκτωβρίου.
35. ΑΝΤΩΝΙΟΣ Ὅσιος, Στάρετς τῆς Ὄπτινα (+ 1865)· 7η Αὐγούστου.

Ἡ Σύναξις τῶν 35 Ἁγίων Ἀντωνίων τιμᾶται τήν 17ην Ἰανουαρίου, ἡμέραν μνήμης τοῦ ἁγ. Ἀντωνίου τοῦ Μεγάλου καί πολλῶν ἐξ αὐτῶν.

Καθηγητής Ἀντώνιος Μάρκου

Μάνδρα Ἀττικῆς, 17η Ἰανουαρίου 2012.

Σημείωσις: Τό  κείμενο  ἀναρτᾶται  πρό  τελικῶν  διορθώσεων.

ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΗΝ ΣΥΝΑΞΙΝ ΤΩΝ 35 ΑΓΙΩΝ ΑΝΤΩΝΙΩΝ


Ποίημα Ἀντωνίου Μάρκου (2012)

ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ

Μετά τόν Προοιμιακόν, εἰς τό «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῷ Μεγάλῳ.
τε ἐκ νεότητος Θεῷ, Ὅσιε, ζεούσῃ καρδίᾳ κατηκολούθησας, τότε κόσμου ἔλειπες τήν ματαιότητα καί δρομέως ἐχώρησας πρός θείους ἀγώνας, Θηβαΐδος ἔρημον ἐσχάτην ὤκησας· ἔνθα τήν καρδίαν καθάρας, γέγονας δοχεῖον χαρίτων, δωρεῶν τε, Ἀντώνιε, τοῦ Πνεύματος.

Τῷ Ὁσίῳ Ἀντωνίῳ τῆς Βεροίας.
νθεος ἐδείχθης μιμητής, τοῦ Σοῦ ἐξαιρέτου προτύπου, τοῦ Αἰγυπτίου τε, οὗ τό θεῖον ὄνομα φέρεις, Ἀντώνιε, τῆς Βεροίας τό καύχημα· καί τούτου τήν θέαν ἀπολαύεις σήμερον, προσώπῳ πρόσωπον ἀτενίζων, μακάριε, ἐν τῷ Παραδείσῳ· οὗ τυχεῖν ποθοῦμεν εὐχαῖς Σου, πρός τόν Λυτρωτήν ἡμῶν καί Κύριον.

Τῷ Ὁσίῳ Ἀντωνίῳ τοῦ Κιέβου.
ν Ὄρει τῷ Ἁγίῳ μαθητής, τῶν ἐκεῖ Πατέρων ἐγένου, ἐν Ἐσφιγμένου Μονῇ, ἐν ἧ τόν τῶν μοναστῶν διῆλθες δίαυλον· εἶτα ταύτης ἐχώρησας, Θεοῦ εὐδοκίᾳ, καί ἐν σπηλαίῳ ὤκησας ἐν τῷ Κιέβῳ, ἐν ὅ Λαύραν περιώνυμον, Πάτερ, τήν τῆς Θεοτόκου ὑψώσας, πάσης τῆς Ῥωσίας ὥφθης σέβασμα.

Τῷ Ὁσίῳ Ἀντωνίῳ τοῦ Σίγια.
Σίγια ἀγριώτατοι δρυμοί, γεγόνασι πτωχή κατοικία, ἔνθα ἠξίωσαι, πᾶσαν τοῦ ἀλλάστορος βαλεῖν τήν δύναμιν· καί δοχεῖον τοῦ Πνεύματος ἐγένου καί πάντων ἱερόν παράδειγμα ἐδείχθης, Ἅγιε· ὅθεν μοναζόντων τά πλήθη χαίροντα κραυγάζουσιν, Πάτερ, πρόφθασον πρεσβείαις Σου, Ἀντώνιε.

Τῷ Ὁσίῳ Ἀντωνίῳ τῷ Στυλίτῃ.
Κόσμου τήν ἀπάτην ἐκφυγών, τούτου ἐμακρύνθης πολίζων Γεωργίας ἔρημον καί στύλῳ ἀναβέβηκας, Πάτερ Ἀντώνιε· πόθῳ δέ θείῳ φλεγόμενος τυχεῖν Παραδείσου, παγετῶνι τέθαψαι, μηδέν βλαπτόμενος· ὅθεν καί νομίμως ἀσκήσας, τοῦ Σοῦ συνωνύμου Αἰγυπτίου, μιμητής ἐδείχθης τελειώτατος.

Τῷ Ὁσίῳ Ἀντωνίῳ τῆς Ὄπτινα.
τε τοῦ ἀρχαίου πτερνιστοῦ ἔτεμες, θηρός διαβόλου, τό κέντρον, Ὅσιε, τότε τέκνων γέγονας πατήρ, μακάριε· ὧν τό πλῆθος κηρύττει Σου τόν ἔνθεον βίον, τήν τε ὁσιότητα, ψυχῆς τό ἅγιον· ὅθεν οὗν ἡμεῖς Σέ τιμῶντες, Σοῦ τήν ἱεράν καί ἁγίαν μνήμην ἑορτάζομεν, Ἀντώνιε.

Δόξα. Ἦχος α’.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῷ Μεγάλῳ.
σκήσεως πόνοις ἐκγυμνασάμενος, ποιμενάρχης ὅσιος ἐγένου καί ποιμήν ἀληθής, τοῦ μοναχικοῦ τάγματος, Ὅσιε· ἐπιπνοίᾳ δέ Πνεύματος, Ἀντώνιε μακάριε, Θηβαΐδος τῆς ἐν Αἰγύπτῳ πολιστής ἐγένου, ἧν πόλιν τῷ πλήθῃ τῶν Σῶν μαθητῶν ἀνέδειξας· πρός Δεσπότην τόν Σωτῆρα οὗν μή παύεις δεόμεθα τοῦ πρεσβεύειν, Πάτερ, ἵνα ῥύσηται ἡμᾶς τῆς περιστάσεως.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν Σοί θεωροῦσα ἡ κτίσις ἀγάλλεται. Συνέλαβες γάρ ἀσπόρως καί ἔτεκες ἀφράστως, Ὅν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται. Αὐτόν ἱκέτευε ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ’, 9 – 14).
Τάδε λέγει Κύριος. Πάντα τά ἔθνη συνήχθησαν ἅμα καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός καί ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καί οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγώ εἰμί καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσίν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει τῶν ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῶ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καί κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου. Ὅτι τῆ δεξιᾶ αὐτοῦ σκεπάσει αὐτούς καί τῶ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καί περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῶ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλήσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καί ὡς λαίλαψ ἐκλιμήσει αὐτούς καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν Βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθαι οἱ κρατοῦντες πλήθους καί οἱ γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καί ἡ δυναστεία παρά Ὑψίστου.

Εἰς τήν Λιτήν Στιχηρά Ἰδιόμελα.
Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ Ἐκκλησία σύμπασα, ὡς μήτηρ καλλίγονος, ἐπί τοῖς Σοῖς τέκνοις εὐφραινομένη· ἐκ Σοῦ γάρ ἀνεβλάστησαν οἱ εἰς ἔπαινον σήμερον προκείμενοι, Ἅγιοι τοῦ Κυρίου Ἀντώνιοι· οἱ διά τρόπων ποικίλων καί δι’ ἑνός Πνεύματος τῷ Κυρίῳ εὐαρεστήσαντες· διά μαρτυρίου καί ἀσκήσεως καί φιλοθέου βίου καί φιλανθρώπου διαθέσεως. Αὐτῶν τήν μνήμην οὗν πιστῶς ἑορτάζοντες, χεῖρας κροτοῦμεν βοῶντες, πρός Χριστόν τόν Κύριον· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσας Χριστέ, ὧν τάς ἱκεσίας δέχου, Πολυέλεε.

Ἦχος β’.
ν τοῖς Ἁγίοις αὐτῆς ἐκαυχᾶτο ποτέ ἡ μακαρία Αἴγυπτος, ἡ Ἀντώνιον τόν Μέγαν γεννήσασα· νῦν δέ καυχᾶται Ἀθηνῶν ἄστυ τό κλεινόν, ἐπ’ Ἀντωνίῳ τῷ Νεομάρτυρι· οὗτος γάρ τήν νεότητα Κυρίῳ ἀνέθηκεν καί ὡς σφάγιον προσυνέχθῃ τῷ τῆς ἀληθείας θυσιαστηρίῳ. Αὐτῷ οὗν βοήσωμεν οἱ πιστοί· τόν Κύριον Μάρτυς ἱκέτευε, ἵνα ἄρῃ τῶν τυράννων τόν ζυγόν καί τῆς πατρίδος ὑμῶν δεχθῆ τήν μετάνοιαν, πρεσβείαις καί λιταῖς Σου, Ἅγιε.

Ἦχος γ’.
ντώνιος μέν ὁ τῆς Ἐσφιγμένου, πρῶτος τῶν μοναστῶν ἐν Κιέβῳ ἐφάνη· Ἀντώνιος δέ τοῦ Σίγια αὐτῷ ἀκολουθῶν, Θηβαΐδος ἐδείχθη τῆς νέας πολιστής, ὁμοῦ τῷ Ῥωμαίῳ καί τῷ ἐν Βολόγδᾳ καί τοῖς λοιποῖς. Τάς ψυχάς γάρ τρωθέντες θείῳ ἔρωτι, ἐφάνησαν βιασταί τοῦ λαβεῖν Παράδεισον· διό μόνοι μόνῳ τῷ Θεῷ ἐνατενίζοντες, δρυμοῦ θηριοτρόφου οἰκισταί ἐγένοντο. Ὡς τοῦ Μεγάλου Ἀντωνίου ὅθεν ὁμοτρόπους, οὐ μόνον συνωνύμους, τιμήσωμεν αὐτούς πιστοί, αἰτούμενοι αὐτῶν τάς πρεσβείας, εἰς τό τυχεῖν ἀφέσεως.

Δόξα. Ἦχος πλ. α’.
σκητικῆς ἐραστής γενόμενος πολιτείας, ἀσκητικούς ἀγώνας ἐπεδείξω, ἐν τῇ ἐρήμῳ ἀγωνισάμενος, Ἀντώνιε· δι’ ὧν τά πάθη ἐνέκρωσας καί τοῦ ἐχθροῦ κατέβαλες τάς φάλαγγας. Ὅθεν, σοφέ τῆς ἐρήμου Καθηγητά, σύν τῷ Ρωμαίῳ, τῷ τοῦ Κιέβου καί τῆς Νοβογράδας, τοῖς ἐν λοιποίς συνωνύμοις Σου, τόν Κύριον ἱκετεύσατε, τοῦ λαβεῖν ἡμᾶς εὐχαῖς ὑμῶν καί ἱκεσίαις, παρ’ Αὐτοῦ τό μέγα ἔλεος.

Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μετά Ἀγγέλων τά οὐράνια, μετά ἀνθρώπων τά ἐπίγεια, ἐν φωνῆ ἀγαλλιάσεως, Θεοτόκε, βοῶμεν Σοι. Χαῖρε πύλη τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία. Χαῖρε, σεμνή Κεχαριτωμένη, ἡ τεκοῦσα Θεόν σεσαρκωμένον.

Εἰς τό Στίχον. Στιχηρά Προσόμοια.
Ἦχος β’. Οἶκος τοῦ Εὐφραθᾶ.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῷ Ῥωμαίῳ.
λος πυρποληθείς, Χριστοῦ ἔρωτι θείῳ, Ἀντώνιε Ῥωμαῖε, δοξάζεις τοῖς σημείοις, Αὐτοῦ τό θεῖον ὄνομα.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει…
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῶν Καρπαθίων.
τῆς ὑπερφυοῦς ἀνδρείας Σου, ἐν μέσῳ δρυμοῦ δεινοῦ κατώκεις, ὡς ἄσαρκος τῷ ψύχει δεινῶς δοκιμαζόμενος.

Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῆς Βολόγδας.
Κέκτηται Ῥωσική ἁγία γῆ τήν κόνιν τῶν θείων Σου λειψάνων, προχέουσαν ἰάσεις, παύουσαν ἅπαν νόσημα.

Δόξα. Τριαδικόν.
Τῷ Ἁγίῳ Ἀντωνίῳ Ἀρχιεπισκόπῳ Θεσσαλονίκης.
Τοῖς μῦροις φανερεῖς, Ἀντώνιε, καί σημείοις, Τριάδος τῆς Ἁγίας, Πατρός τε Παρακλήτου καί Υἱοῦ τήν θείαν δύναμιν.

Καί νῦν. Θεοτοκίον.
Τῷ Νεομάρτυρι Ἀντωνίῳ τῷ Ἀθηναίῳ.
Οὐκ ἔπαυεν, Σεμνή, Ἀντώνιος Σήν δόξαν κηρύττειν καί θαυμάζειν, διό Σῇ μεσιτείᾳ τοῦ Παραδείσου ἔτυχεν.

Νύν ἀπολύεις… Τό Τρισάγιον. Καί τό Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τούς ἐν ἀσκήσει Πατέρας καί ἐν αἵματι Μάρτυρας καί ἱεραρχίᾳ δειχθέντας τοῦ Κυρίου θεράποντας· τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, τούς θείους Ἀντωνίους· οἱ αὐτῶν δεόμενοι τῶν θείων πρεσβειῶν πρός Χριστόν τόν Φιλάνθρωπον· δόξα οὗν ἐκβοήσωμεν αὐτοῖς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι’ αὐτῶν, πᾶσι συγχώρησιν.

Καί Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετά τόν Ἑξάψαλμον τό Ἀπολυτίκιον, ὡς ἐν τῷ Ἑσπερινῷ.
Μετά τήν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τόν τάφον Σου Σωτήρ.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τοῦ Σίγια.
στήρ ὁ τοῦ βορρᾶ, ἐκ τοῦ Σίγια ἐκλάμψας, φωτί τῶν ἀρετῶν,θαύμασι καί σημείοις, φωτίζεις τήν τε βόρειον Ῥώσων χώραν καί ἅπασαν γῆν, καλούμενος ἐπί τῇ θείᾳ Σου μνήμῃ, εἰς πανήγυριν, Ἀντώνιε θεοφόρε, ἡμᾶς τούς τιμῶντας Σε.

Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
γνή ἡ τόν Θεόν ἡμῶν τεκοῦσα, τό κλέος πάντων τῶν εὐσεβῶν, ἡ χαρά καί ἡ δόξα· μή παύῃς δεόμεθα ἱκετεύειν Ὅν ἔτεκες· ἵνα ῥύσηται ἡμᾶς παθῶν ψυχοφθόρων καί δωρήσηται ζωῆς ἀλήκτου τόν τόπον, πρεσβείαις Σου Πάνσεμνε.

Μετά τήν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῆς Βολόγδας.
τῶν Βολόγδας μοναστῶν ποιμενάρχης καί τῆς Ῥωσίας εὐκλεέστατος γόνος, παρά Χριστοῦ μεγάλην χάριν ἔλαβεν· Ὁσίων ἐγκαλλώπισμα, ὑπόδειγμα μοναχῶν τε ἀναδέδεικται· πάντας οὗν νῦν προσκαλεῖται, μνήμην τελέσαι ἑαυτοῦ· οὗ ταῖς λιταῖς, σκέπε καί σῶζε τούς ὑμνοῦντας Σε Κύριε.

Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Χαῖρε Δέσποινα, Ἀειπάρθενε Κόρη, δαιμόνων φρύαγμα, ἀνθρώπων θεῖος λιμήν τε, οἱ τοῦ Χριστοῦ ἐνθέως ἀνυμνοῦμεν Σε· σπεῦσον, Μῆτερ, πρόφθασον, τῇ μεσιτείᾳ Σου σῶσον, τούς προστρέχοντας τῇ παναχράντῳ Σου σκέπῃ· ἀπό κινδύνων ῥῦσαι χαλεπῶν τούς Σέ τιμῶντας, Παρθένε ἀκήρετε.

Μετά τόν Πολυέλαιον, Κάθισματα. Ἦχος πλ. α᾿. Τόν συνάναρχον Λόγον.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῆς Λίμνης Κόζα.
Κἄν ἐζήτεις ῥιφθῆναι χαμαῖ καί σύρεσθαι ἀπό ποδῶν, τοῖς θηρίοις Σήν σάρκα θέμενος εἰς βορᾶν, οἱ μαθηταί οὐδέν ἐποίησαν τούτων, σεβόμενοι, Σοφέ, τῆς Σῆς ζωῆς τούς ἀγῶνας· δι’ ὧν ἐκτήσω τήν χάριν τοῦ προορᾶν, πάτερ Ἀντώνιε.

Δόξα τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Σοῦ Θεοτόκε ὁ οἶκος, ὁ τῆς Ἑλλάδος, τά νῦν ὑπό κρίσεως ὅλος δεινῶς ταράττεται καί πτωχεύει· Μαριάμ, σπεῦσον οὗν πρόφθασον, Σαῖς πρός τόν Κύριον λιταῖς, τῇ παρρησίᾳ Σου, Ἁγνή, καί ῥῦσαι τοῦτον, Παρθένε· καί ἀνα-στήλωσον, Μῆτερ, ἐν εὐσεβείᾳ καί χριστότητι.

Οἱ Ἀναβαθμοί, τό α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
κ νεότητός μου πολλά πολεμεῖ με πάθη, ἀλλ’ αὐτός ἀντιλαβοῦ καί σῶσον, Σωτήρ μου. (Δίς).

Οἱ μισοῦντες Σιών, αἰσχύθνητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρί ἔσεσθε ἀπεξηραμένοι. (Δίς).

Δόξα.
γίῳ Πνεύματι πᾶσα ψυχῆ ζωοῦται καί καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καί νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.

Προκείμενον (Ψαλμός ξζ’, 36), Ἦχος δ’. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τά θελήματα Αὐτοῦ ἐν αὐτοῖς (Ψαλμ. ιε’, 3).

Πᾶσα Πνοή. Εὐαγγέλιον. Ὁ Ν’ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ Σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα τό Ἰδιόμελον. Ἦχος πλ. β’.
Στιχ. λέησόν με ὁ Θεός, κατά τό μέγα ἔλεόν Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.
Τῷ Ὁσίῳ Ἀντωνίῳ τῷ Στυλίτῃ.
νθεος ἐδείχθης μιμητής, τοῦ Σοῦ ἐξαιρέτου προτύπου, τοῦ ἐν Αἰγύπτῳ Πατρός Ἀντωνίου τοῦ μάκαρος, Στυλίτα Ἀντώνιε· οὗ τήν χάριν κεκτήμενος, τούτου τήν θέαν ἀπολαύεις σήμερον ἐν οὐρανοῖς παροικῶν· ὅθεν, Σοῦ δεόμεθα, Πάτερ, τῆς τοῦ Παραδείσου εὐκλείας, τυχεῖν εὐχαῖς Σου καί δεήσεσιν.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς τῶν μέν Τροπαρίων «ΑΝΤΩΝΙΟΣ ΑΝΤΩΝΙΟΙΣ ΥΜΝΟΝ ΑΔΕΙ ΕΥΗΧΟΝ», τῶν δέ Θεοτοκίων «ΘΕΟΤΟΚΟΣ».

Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Ἅγιοι Ἀντώνιοι, πρεσβεύσατε ὑπέρ ἡμῶν.
ρχήν νῦν ποιούμενος ἀνυμνεῖν, Ἀντωνίων ἀγῶνας, τούτους ἐνθέρμως παρακαλῶ· διαρρήξατε πταισμάτων μου τόν ὄγκον, τῇ πρός τόν Κτίστην, Πατέρες, πρεσβείᾳ Σας.

Ὅσιε Ἀντώνιε, τῆς ἐρήμου Καθηγητά, πρέσβευε ὑπέρ ἡμῶν.
Νομίμως ἀσκήσας ἐπί τῆς γῆς, ἀξίως τήν χάριν ἔλαβες, Πάτερ, θαυματουργεῖν· ταύτην οὗν χρώμενος νῦν παῦσον, τῆς ψυχῆς μου τόν τάραχον δέομαι.

Ὅσιε Ἀντώνιε τοῦ Σίγια, πρέσβευε ὑπέρ ἡμῶν.
Τρωθείς θείῳ ἔρωτι, τοῦ φθαρτοῦ ἐμάκρυνας κόσμου, βορρᾶ γενόμενος πολιστής καί τούτου τῆς ἐρήμου Θηβαΐδος, ἧν ὡς ἀστήρ πνευματικός ἀσκήσει ἤστραψας.

Ὅσιε Ἀντώνιε τῆς Λίμνης Κόζα, πρέσβευε ὑπέρ ἡμῶν.
ραιότητος θείας καί μυστικῆς, τῇ ἀσκήσει ἐν τῷ ἔλει ἐγένου ἔμπλεος τῇ ψυχῇ· διό θείων ἐνεπλήσθης χαρισμάτων, δι’ ὧν ἡμᾶς τά νῦν ἐλέησον, Ἀντώνιε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θεοτόκε Παρθένε, ὁ Ποιητής, ἐν τῇ Σῇ κοιλίᾳ κατεκένωσεν Ἑαυτόν· ὁ κόλπους πατρικούς μή κενώσας, σῶσαι θελήσας ὡς Θεός τό ἀνθρώπινον.

Ὠδή γ’. Οὐρανίας ἀψίδος.
Ὅσιε Ἀντώνιε τοῦ Λεοχνώφ, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκην ἔσχες Βελίαρ κατατροπώσας τήν δύναμιν, ἔνδον ἐν τῷ ἔλει ἐκθέτων Σά μέλη, Πάτερ, τοῖς κώνωψι· τούτων τοῖς δήγμασι καί τῇ τοῦ αἵματος ῥεύσει, σάρκαν κατεμάρανας, ψυχήν πτερούμενος.

Ὅσιε Ἀντώνιε τῶν Καρπαθίων, πρέσβευε ὑπέρ ἡμῶν.
κετεύομεν, Πάτερ, ἡμῶν τά πάθη καί τραύματα, σπεῦσον Σαῖς ἁγίαις πρεσβείαις, ταχέως ἴασαι· ἵνα εὐφημοῦμεν Σε, ὡς μοναζόντων τό κλέος, Ῥουμανίας καύχημα, πάτερ Ἀντώνιε.

Ὅσιε Ἀντώνιε τοῦ Κιέβου, πρέσβευε ὑπέρ ἡμῶν.
ρος Ἅγιον, Πάτερ, ἐν Σοί καυχᾶται, Ἀντώνιε, ἐν ὅ ἀσκητικῶς ἐπαιδεύθης καί ἐμαθήτευσας· εἶτα ἐν Κιέβῳ τήν Σήν ἔπηξας Λαύραν Σπηλαίων, ἐν ἧ καί ἠρίστευσας καί μένεις ἄφθορος.

Ἅγιε Ἀντώνιε τῆς Ἐφέσου, πρέσβευε ὑπέρ ἡμῶν.
Σημεῖον μέγα ἐδόθη, Σοί καί τοῖς ἄλλοις, Ἀντώνιε, ἁγίοις παισί τῆς Ἐφέσου, δι’ οὗ ὁ Κύριος, κοινήν ἀνάστασιν πάντων βροτῶν ἧν προσδοκῶμεν, Σῷ ὕπνῳ ἐπεσφράγισεν καί μεμαρτύρηκεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλάχνως, Παρθένε, ἡ τόν Κύριον τέξασα, σπεῦσον καί λύτρωσαι παντοίων ἡμᾶς κινδύνων καί θλίψεων· σύν Σοί δέ φέρομεν, πρός Κύριον πρεσβείαν, Ἀντώνιον τόν ἔνδοξον, Αἰγύπτου καύχημα.

Κάθισμα. Ἦχος πλ. δ’. Τήν Σοφίαν καί Λόγον.
Τούς ἀγῶνας καί κόπους τούς Σούς, πιστοί νοερῶς θεωροῦντες, πλήν εὐκρινῶς, πάσης κατανύξεως τάς ψυχάς ἐμπιμπλάμεθα καί πρός θεῖον ὕμνον καί δόξαν καί αἴνεσιν, τοῦ Κυρίου πάντων, τοῦ τῶν ὅλων δεσπόζοντος, πόθῳ ἐγκαρδίῳ ἑαυτούς συγκινοῦμεν, ὠδαῖς Ὑμᾶς γεραίροντες, ὡς Ἠλιοῦ ὁμοζήλους τε καί Βαπτιστοῦ τούς ὁμαίμονας καί πιστῶς ἐκβοῶμεν Ὑμῖν· προφθάσατε ἰλεῶσαι τόν Κριτήν, ταῖς πρός Αὐτόν Σαῖς ἐνθέρμοις δεήσεσιν· Τοῦτον ἐπικάμψατε Πατέρες, ὡς Ἐκκλησίας Κυρίου ἀγλαΐσματα.

Δόξα. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι, Δέσποινα, ὑπέρ πασῶν τῶν χαρίτων Σου. Σύ γάρ ὤφθης σκέπη ὁμοῦ καί ἀντίληψις, πειρασμῶν καί θλίψεων ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ρυσθείς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῶ Σῶ Υἱῶ καί Θεῶ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι. Σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος Σου.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἅγιε Μάρτυς Ἀντώνιε Μακκαβαῖε, πρέσβευε ὑπέρ ἡμῶν.
Αὐλιζόμενος, Μάρτυς, ἐν τῷ Παραδείσῳ τά νῦν τεθέασαι, Ὅν ἐπόθησας Παντάνακτα· διό Σέ καί ἀπαύστως μακαρίζομεν.

Ὅσιε Ἀντώνιε τῆς Βιθυνίας, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκην ἔσχες μεγίστην κατά Βελίαρ, σεπτέ Ἀντώνιε, ὅτε ζῶν ἐτάφης, ἀλλ’ ἐλπίδος μή ἀποστάς τῆς μενούσης καί μελλούσης τε.

Ὅσιε Ἀντώνιε τῆς Βολόγδας, πρέσβευε ὑπέρ ἡμῶν.
Τῆς ἀσκήσεως ἐφάνης ἀστήρ καί στύλος ἀκλόνητος, ὅθεν τοῖς πᾶσι σεπτόν προσφέρεις, ἅγιόν τε, Ἀντώνιε, παράδειγμα.

Ὅσιε Ἀντώνιε τῆς Βεροίας, πρέσβευε ὑπέρ ἡμῶν.
τῆς δόξης Σου, Πάτερ, ἧν ὁ Χριστός Σοί ἐπιβράβευσεν, ὅτε ἀφθαρσίᾳ τό σῶμα Σου, τῷ ἀγῶσι ἡγιασμένῳ κατεκόσμησεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
λον με, Μῆτερ, ἐν βορβόρῳ καί ἐν φθορᾷ κατακείμενον, σπεῦσον ταῖς ῥοαῖς τῆς Σῆς δόξης ἐκκαθᾶραι ὡς χιόνα, Πανύμνητε.

Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἅγιε Μάρτυς Ἀντώνιε, πρέσβευε ὑπέρ ἡμῶν.
Νίκης τήν χαράν, τάς παγίδας τροπωσάμενος τοῦ ἐχθροῦ νῦν ἀπολαύεις, οὐρανοῖς περιπολεύων, Ἀξιάγαστε.

Ἅγιε Μάρτυς Ἀντώνιε τῆς Ἀγκύρας, πρέσβευε ὑπέρ ἡμῶν.
ασιν ψυχῆς ἐπιτύχημεν δεήθητι τοῦ Κυρίου καί Παντάνακτος καί Βασιλείας, ἧν αὐτός βραβεῖον ἔλαβες.

Ἅγιε Ὁσιομάρτυς Ἀντώνιε, πρέσβευε ὑπέρ ἡμῶν.
λως ἀριστεύς τόν Βελίαρ τροπωσάμενος ἀνεδείχθης, ὦ Ἀντώνιε, ἐν οὐρανίοις δέ θαλάμοις νῦν ἀγάλεσαι.

Ὅσιε Ἀντώνιε τῆς Γεωργίας, πρέσβευε ὑπέρ ἡμῶν.
δε πρός ἡμᾶς ἀπό ὕψους θείου στύλου Σου καί ἐπόμβρισον ἡμῖν τόν γλυκασμόν Παραδείσου ἱκεσίαις Σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τιμῶντες Σε, Ἁγνή, Ὀρθοδόξων τά συστήματα καί ὑμνοῦντες οὐ παυόμεθα, ταῖς Σαῖς πρεσβείαις θαρροῦντες, Παντάνασσα.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.
Ἅγιε Ἀντώνιε, Ἀρχιεπίσκοπε Θεσσαλονίκης, πρέσβευε ὑπέρ ἡμῶν.
Σωθῆναι ἡμᾶς τῇ πρεσβείᾳ Σου, Πάτερ, ἐπιποθοῦμεν οἱ προσψαύοντες τῷ Σῷ λειψάνῳ, τῷ ἀναβλύζοντι θεώσεως μῦρα καί ἀφθαρσίᾳ τετιμημένῳ ὑπό Πνεύματος· διό Σοί χαῖρε ὁ Πατήρ Θεσσαλονίκης ἀναβοῶμεν καί Ἐπίσκοπος.

Ἅγιε Ἀντώνιε, Πατριάρχα ΚΠόλεως, πρέσβευε ὑπέρ ἡμῶν.
μνοῦμεν Σε, Ἀρχιθύτα Ἀντώνιε, Βασιλευούσσης τόν σεπτόν ποιμενάρχην, τόν ἁγιότητι βίου φανέντα, ἐν Ἐπισκόποις κλεινόν καί σεβάσμιον· ὅθεν τό χαῖρε Σοι πιστοί ἀναβοῶμεν τῇ πρεσβείᾳ Σου σπεύδοντες.

Ἅγιε Ἀντώνιε, Ἐπίσκοπε Σάρδεων, πρέσβευε ὑπέρ ἡμῶν.
Μνημόνευσον πάντων ἡμῶν Ἀρχιθύτα, τῇ οὐρανίῳ ἱστάμενος Τραπέζῃ, μέσον χοροῦ Ἱεραρχῶν καί Πατέρων, τοῖς τῷ Κυρίῳ τόν αἶνον προσφέρουσι· σωτήραν γάρ μετά Θεόν Σέ ἐπιγραφόμεθα, πάτερ Ἀντώνιε.

Ἅγιε Ἀντώνιε, Ἀρχιεπίσκοπε Νόβγκοροντ, πρέσβευε ὑπέρ ἡμῶν.
Νέος ὧν ὑπῆλθες τῷ σώματι, τόν ζυγόν Σύ τόν χρηστόν τοῦ Σωτῆρος, ἀπορραγείς τῶν τοῦ κόσμου ματαίων καί τοῖς δρυμοῖς φυγαδεύων ἐμάκρυνας καί μόνος μόνῳ τῷ Θεῷ, νοερῶς ἦσθα συνών καί ἡδόμενος.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
λον με, νυσταγμῷ βεβαρημένον, τῇ θερμῇ ἔγειρον ἱκεσίᾳ καί μή δώῃς ὑπνῶσαι Σόν δοῦλον, Μῆτερ Ἁγία Παρθένε, εἰς θάνατον· προστάτην γάρ καί ὁδηγόν ἐμῆς ζωῆς Σέ ἐπιγράφομαι, Δέσποινα.

Κοντάκιον. Ἦχος β᾿. Τά ἄνω ζητῶν.
ς κληρονόμους Χριστοῦ τῆς Βασιλείας δοξάζομεν, αἰτούμενοι εὐλαβῶς τήν Ὑμῶν γενναῖαν ἀντίληψιν, Ἀντώνιοι σεπτοί, ἧν παρέχετε ἡμῖν ἅπασιν, τοῖς τιμῶσιν εὐσεβῶς τήν μνήμην Ὑμῶν, Ἁγιώτατοι· καί ῥύεσθαι κινδύνων χαλεπῶν καί πυρός τοῦ αἰωνίου τῆς κολάσεως.

Ὁ Οἶκος
Σύναξιν τιμῶντες Ἀντωνίων θεοφρόνων, ἀξιοχρέως αὐτοῖς ἐν ὕμνοις εὐήχοις, υἱκῷ τῷ πνεύματι, ἀντιπελαργίζοντες ἐκβοῶμεν:
Χαίρετε Πατέρες, οἱ Βελίαρ τοῖς ἀγῶσι πατάξαντες·
Χαίρετε Μακάριοι, οἱ ἀρετήν καί ἀγνοίαν διδάξαντες.
Χαίρετε ἄνθη ὡραιότατα τῆς Παραδείσου εὐωχίας·
Χαίρετε ἀγλαΐσματα τερπνά τῆς Χριστοῦ Ἐκκλησίας.
Χαίρετε οἱ τῆς ἐρημιτικῆς ζωῆς γλυκεῖς ἐρωδιοί·
Χαίρετε κόσμου οἱ προστάται καί πρός Κύριον ὁδηγοί.
Χαίρετε κρῖνα διαφόρως κατά τόν τρόπον ἀνθήσαντα·
Χαίρετε οἱ εὐφραίνοντες τῇ δόξῃ τήν ὑφήλιον σύμπασαν.
Χαίρετε, τά τοῦ πυρός τῆς πλάνης δι’ ἀληθείας σβεστήρια·
Χαίρετε, τά φωτός τοῦ οὐρανίου τοῖς εὐσεβέσι κειμήλια.
Χαίρετε, τά στερρά τῆς Ὀρθοδόξου Πίστεως στηρίγματα·
Χαίρετε, τά λαμπρά τῆς Χριστοῦ ἀληθείας σκηνώματα,
Χαίρετε Πατέρες Πανόλβιοι.

Συναξάριον:
Τῇ 17η τοῦ αὐτοῦ μηνός μνήμην ποιούμεθα τῆς Συνάξεως τῶν Τριάκοντα καί Ἑνός Ἁγίων Ἀντωνίων, ἤτοι:
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου τοῦ Μακκαβαίου, ἐπί Ἀντιόχου τοῦ Σελευκίδου διά καταπέλτου ἀθλήσαντος, κατά τόν 2ον π.Χ. αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 1η Αὐγούστου).
Στίχ. ντώνιος νόμου Μωϋσέως ζηλωτής ἐφάνη, διό καί τοῦ ζῆν ἀπέλειπεν ἐν βασάνοις.
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου (ἡ μνήμη αὐτοῦ καί τῇ 25η Φεβρουαρίου).
Στίχ. ντώνιος ἐν σταδίῳ Χριστν ὁμολογήσας, τῆς βασιλείας Αὐτοῦ ἔτυχεν καί τοῦ κλήρου.
Τοῦ Ἁγίου Ἀντωνίου, ἑνός τῶν Ἑπτά Παίδων ἐν Ἐφέσῳ (ἡ μνήμη αὐτοῦ καί τῇ 4η Αὐγούστου).
Στίχ. ντώνιος θανάτου πληρώσας τό κοινόφλητον χρέος, θαυμαστῶς τῆς κοινῆς ἀναστάσεως πρόδρομος ἐφάνη.
Τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, ἐν Αἰγύπτῳ ἐπ’ ἀσκήσει διαλάμψαντος καί εἰρηνικῶς τελειωθέντος ἐν ἔτει 356, Καθηγητοῦ τῆς Ἐρήμου ἀναδειχθέντος καί Μοναστικοῦ τῆς Ἐκκλησίας Πατρός.
Στίχ. ντώνιος μέγας τό φρονήματι ὑπάρχων, Μέγας τῇ συνειδήσῃ τῆς Ἐκκλησίας ἐδείχθη.
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου, τοῦ ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ἀθλήσαντος κατά τόν 4ον αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 7η Νοεμβρίου).
Στίχ. ντώνιος ἐν Ἀγκύρᾳ τῆς πίστεως κηρύττει τήν ἄγκυραν, δι’ ἧς βίον πλέομεν ἐν ἀσφαλείᾳ.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Στυλίτου, τοῦ ἐν Γεωργίᾳ ἀσκήσει διαλάμψαντος κατά τόν 6ον αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 19η Ἰανουαρίου).
Στίχ. ντώνιος ἐν στύλῳ πρός οὐρανόν ὑψώθη, ἔνθα μετ’ Ἀγγέλων χορεύει καί Δικαίων.
Τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀντωνίου τοῦ Κοραϊσίτου, τοῦ ἀπό Ἀγαρηνῶν, ἐν Δαμασκῷ ξίφει τελειωθέντος κατά τόν 8ον αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 19η Ἰανουαρίου).
Στίχ. ντώνιος Δεσποτικοῦ Σώματος ἰδών φωτοχυσίαν,τόν ἴδιον αὐχένα ξίφει ἔκλινε ἀσμένως.
Τοῦ Ἁγίου Ἀντωνίου Ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Μυροβλύτου καί ἐν ἀφθαρσίᾳ τηρηθέντος, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 844 (ἡ μνήμη αὐτοῦ καί τῇ 2α Νοεμβρίου).
Στίχ. ντώνιος μύρῳ προχέει Πνεύματος τήν χάριν, ἧ τηρεῖ ἀδιάφθορον αὐτοῦ τό δέμας.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν Ὀλύμπῳ καί Κίῳ τῆς Βιθυνίας ἀσκήσει διαλάμψαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 865 (ἡ μνήμη αὐτοῦ καί  τῇ 1η Δεκεμβρίου).
Στίχ. ντώνιος τῶν ἐν Ὀλύμπῳ Πατέρων κοσμιότης, προφήτης ἐν ταυτῷ καί θαυματουργός ἐδείχθη.
Τοῦ Ἁγίου Ἀντωνίου Β’τοῦ Καυλέα, Πατριάρχου ΚΠόλεως, τοῦ Ἐλεήμονος, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 895 (ἡ μνήμη αὐτοῦ καί  τῇ 12η Φεβρουαρίου).
Στίχ. ντώνιος κἄν ἐν γήρατι εἰς τόν θρόνον ἐκλήθη, νεανικῇ τῇ διαθέσει τῶν πτωχῶν ἐπεμελεῖτο.
Τοῦ Ἁγίου Ἀντωνίου Ἐπισκόπου Σάρδεων, κατά τόν 10ον αἰ. ἀκμάσαντος καί ἐν εἰρήνῃ τελειωθέντος (ἄνευ ἄλλου ὑπομνήματος· ἡ μνήμη αὐτοῦ καί τῇ 23η Αὐγούστου).
Στίχ. ντώνιος μέν ἄγνωστος τοῖς ἀνθρώποις, πλήν Κυρίῳ γνωστός καί φίλος ἐνυπάρχει.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Βατοπεδινοῦ, ἐκ τῶν κτητόρων τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους, ἀκμάσαντος κατά τόν 10ον καί 11ον αἰ., τρίτου Ἡγουμένου αὐτῆς (ἡ μνήμη αὐτοῦ καί τῇ 17η Δεκεμβρίου).

Στίχ. ντώνιος σύν Ἀθανασίῳ, ὁμοῦ τε Νικολάῳ, Βατοπεδίου Μονῆς Παρθένου ὕψωσαν δῶμον.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐν Κιέβῳ, Μοναστικοῦ Πατρός ἐν Ῥωσίᾳ φανέντος, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1073 (ἡ μνήμη αὐτοῦ καί  τῇ 10η Ἰουλίου).

Στίχ. ντώνιος ἐν Ὄρει τῷ Ἁγίῳ μαθητεύσας, Ῥωσίας μοναστῶν πατήρ ἐνεφάνη.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐν Βεροίᾳ, ἀσκητικῶς διαλάμψαντος κατά τόν 12ο αἰ. καί ἐν εἰρήνῃ κοιμηθέντος.
Στίχ. ντώνιος ἐν Βεροίᾳ οὐρανῷ τό ὕψος φέρει, ἔνθα τό πρίν Ὄλυμπος εἰδώλων ἦτο δόμος.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ῥωμαίου, ἐν Νόβγκοροντ τῆς Ῥωσίας τόν μοναστικόν βίον κηρύξαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1147, οὗ τό ἱερόν Λείψανον ἀδιάφθορον (ἡ μνήμη αὐτοῦ καί  τῇ 3η Αὐγούστου).
Στίχ. ντώνιος ἀπό Ῥώμης πρός Ῥωσίαν παραδόξως ὁδεύσας, διά βίου τήν ὁδόν τήν πρός οὐρανόν δεικνύει.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐν Ντίμσκ τῆς Ῥωσίας ἐρημιτικῶς ἀσκήσαντος καί ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1224, οὗ τό λείψανον ἀδιάφθορον (ἡ μνήμη αὐτοῦ καί τῇ 24η Ἰουνίου).
Στίχ. ντώνιος ἀφθαρσίᾳ παρά Κυρίου δοξασθείς, θαύμασι καί σημεῖοις τόν δοξάσαντα ἀντιδοξάζει.
Τοῦ Ἁγίου Ἀντωνίου Ἀρχιεπισκόπου Νόβγκοροντ τῆς Ῥωσίας, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1231 (ἡ μνήμη αὐτοῦ ἐπίσης  τῇ 10η Φεβρουαρίου καί τῇ 4η Ὀκτωβρίου).
Στίχ. ντώνιος Νοβογράδας ὁ θεῖος Ἀρχιθύτης, χοροῦ Ἱεραρχῶν ἐν οὐρανοῖς προεξάρχει.
Τοῦ  Ὁσιομάρτυρος  Ἀντωνίου  τοῦ  Ζωγραφίτου, ἑνός  τῶν  26  Ὁσιομαρτύρων  καί  Μαρτύρων  τῆς  Ἱερᾶς  Μονῆς  Ζωγράφου  Ἁγίου  Ὄρους, πυρί  τελιωθέντων  ὑπό  τῶν  Λατινοφρόνων, ἐν  ἔτει  1279/1280.
Στίχ. ντώνιος  πυρί  Χριστόν  ὁμολογήσας, πύργον  ὡς  κλίμακα  πρός  οὐρανόν  κατέχει.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Μέσι τῆς Γεωργίας ἀσκήσαντος κατά τόν 13ο αἰ. (ἡ μνήμη αὐτοῦ καί  τῇ 16η Μαρτίου).
Στίχ. ντώνιος Ἥλιος τῆς Ἰβηρίας ἐκλήθη, τῷ λόγῳ Χριστοῦ τούς λαούς φωτίσας.
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου, τοῦ ἐν Βίλνᾳ τῆς Λιθουανίας ἀγχόνῃ τελειωθέντος ἐν ἔτει 1347 (ἡ μνήμη αὐτοῦ καί τῇ 14η Ἀπριλίου).
Στίχ. ντώνιος πρῶτος τῶν Μαρτύρων ἐφάνη, ἐν Λιβονίᾳ ἀγχόνῃ Χριστόν ὁμολογήσας.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Κράσνι Χόλμς τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1481.
Στίχ. ντώνιος ὡς κρῖνον ἐν τῇ Λευκῇ Λίμνῃ βλαστήσας, ἐν τόπῳ χλοερῷ μετ’ Ἀγγέλων συναγάλλῃ.
Τοῦ  Ὁσιομάρτυρος  Ἀντωνίου  τοῦ  Καρεώτου, ἐν  Θεσσαλονίκῃ  πυρί  τελειωθέντος, ἐν  ἔτει  1516.
Στίχ. ντώνιος  φονεύς  ἐν  νεότητι  ὑπάρχων, διά  πυρός  φονεύει  τόν  τῶν  ψυχῶν  φονέα.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Σίγιᾳ τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1556 (ἡ μνήμη αὐτοῦ καί  τῇ 7η Δεκεμβρίου).
Στίχ. ντώνιος Ἀντωνίου ζηλωτής ἐφάνη τοῦ Μεγάλου τούτου ζηλώσας ἔργῳ τόν ἰσάγγελον βίον.
Τοῦ Ὁσίου καί Δικαίου Ἀντωνίου, τοῦ ἐν τῇ Μονῇ τοῦ ἁγ. Εὐθυμίου Καρελίας ἐνταφιασθέντος ἐν ἔτει 1418 (ἡ μνήμη αὐτοῦ καί  τῇ 18η Ἀπριλίου).
Στίχ. ντώνιος δίκαιος ἐν τῷ κόσμῳ ἐφάνη, διό ἐν οὐρανοῖς δικαιοσύνης ἥλιον ἐνατενίζει.
Τοῦ Ὁσίου Ἀντωνίου, κτίτορος τῆς Ἱερᾶς Μονῆς ἁγ. Στεφάνου Μετεώρων (15ος αἰ.).

Στίχ. ντώνιος ἐν βράχῳ τήν κέλλαν πῆξας, πάντας καλεῖ εἰς ὕψος ἡμᾶς θεογνωσίας.
Τοῦ Ἁγίου Ἀντωνίου, Ἐπισκόπου Βολόγδας τῆς Ῥωσίας, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1588 (ἡ μνήμη αὐτοῦ καί  τῇ 26η Ὀκτωβρίου).
Στίχ. ντώνιος Βολόγδας Ἐπίσκοπος, πατήρ τε λαοῦ τοῦ Θεοῦ δι’ ἔργων ἀνεδείχθη.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν τῇ Μαύρῃ Λίμνῃ τῆς Ῥωσίας ἀσκήσαντος κατά τόν 16ο αἰ.
Στίχ. ντώνιος Θεοτόκου σεπτῆς Μονῆς δομήτωρ, Αὐτῆς τῇ μεσιτείᾳ ἐν Παραδείσῳ ὑπάρχει.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Βολόγδᾳ τῆς Ῥωσίας ἀσκήσαντος κατά τόν 17ο αἰ. (ἡ μνήμη αὐτοῦ τῇ 23η Ἰουνίου καί τῇ 17η Ἰανουαρίου).
Στίχ. ντώνιος Ἡγούμενος Βολοκολάμσκ τυγχάνων, Ἰωσήφ διάδοχος ἀντάξιος ἐγένου.

Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Λεοχνώφ τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1611/13 (ἡ μνήμη αὐτοῦ τῇ 17η Φεβρουυαρίου).

Στίχ. ντώνιος θαυμάτων κρουνός τε καί σημείων ἐφάνη, τοῖς λαοῖς τήν χάριν ἐπομβρίζον.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν τῇ Λίμνῃ Κόζα τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος, ἐν ἔτει 1634, τοῦ διά τοῦ Θείου καί Ἀγγελικοῦ Σχήματος Ἀβραάμ κληθέντος (ἡ μνήμη αὐτοῦ τῇ 7η Ἰουνίου).
Στίχ. ντώνιος Ἀβραάμ τῷ Σχήματι κληθείς, Πατριάρχου Ἀβραάμ τήν ἀρετήν ζηλώσας, αὐτοῦ τῶν δωρεῶν ἔτυχε καί τῆς δόξης.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ἡσυχαστοῦ, τοῦ ἐν Ῥουμανία ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος, ἐν ἔτει 1714 (ἡ μνήμη αὐτοῦ τῇ 23η Νοεμβρίου).
Στίχ. ντωνίος ἐν Βίλτσεᾳ τῶν Καρπαθίων μόνος, τῆς ἐρημίας ἐραστής τῆς θείας ἐνεφάνη.
Τοῦ Ἁγίου Ἀντωνίου, Μητροπολίτου Τομπόλσκ τῆς Σιβηρίας, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1740 (ἡ μνήμη αὐτοῦ τῇ 27η Μαρτίου).
Στίχ. ντώνιος ἀποστολικῷ ζήλῳ διακηρύττων, Σιβηρίας τούς λαούς Χριστοῦ φωτί φωτίζει.
Τοῦ Ἁγίου Νεομάρτυρος Ἀντωνίου τοῦ Ἀθηναίου, ἐν ΚΠόλῃ ξίφει τελειωθέντος ἐν ἔτει 1774 (ἡ μνήμη αὐτοῦ τῇ 5η Φεβρουαρίου).
Στίχ. ντώνιος ἐνδόξου πόλεως Ἀθηνῶν γόνος, ἄνω Ἱερουσαλήμ τά νῦν πολίτης πέλει.
Τοῦ Ἁγίου Ἀντωνίου, Μητροπολίτου Χονδίδης τῆς Γεωργίας, ὁσιακῶς τελειωθέντος ἐν ἔτει 1815 (ἡ μνήμη αὐτοῦ τῇ 13η Ὀκτωβρίου).
Στίχ. ντώνιος πρός ὕψος πάντας ἡμᾶς ἰθύνει, ὡς Καύκασος κορυφάς πρός οὐρανόν ἐκτίνει.
Τοῦ Ὁσίου Ἀντωνίου, Στάρετς τῆς Ὄπτινα Ῥωσίας, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1865 (ἡ μνήμη αὐτοῦ τῇ 7η Αὐγούστου).
Στίχ. ντώνιος Πατήρ ἐν Ὄπτινᾳ ἐνεφάνη, Ἀντωνίου τοῦ πρώτου ζηλωτής τυγχάνων.

Αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὅσιε Ἀντώνιε Ῥωμαῖε πρέσβευε ὑπέρ ἡμῶν.

λβος Νοβογράδας, ὑπάρχεις θεοφόρε, ὁ ἀπό Ῥώμης ἐλθών εἰς χώραν τήν Ῥωσίας, ἔνθα τῶν μοναζόντων βίον βοῶν καθυπέδειξας· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ὅσιε Ἀντώνιε τοῦ Ντίμσκ, πρέσβευε ὑπέρ ἡμῶν.

Νόσων καί κινδύνων ἰατρός ἐδόθης, τῷ κόσμῳ, διό θεράπευσον τά πάθη, πληγάς τε ἀοράτους ἡμῶν, τῶν πίστει βοώντων Σοί· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ὅσιε Ἀντώνιε τῆς Γεωργίας, πρέσβευε ὑπέρ ἡμῶν.

ξια ἐργάζῃ ὕμνου καί μετά λῆξιν, Ἀντώνιε, νῦν θαύματα καί σημεῖα τεράστια τοῖς πᾶσι, τοῖς μετά πόθου κραυγάζουσι· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ὅσιε Ἀντώνιε τοῦ Κράσνι Χόλμ, πρέσβευε ὑπέρ ἡμῶν.

Δοχεῖον θείας ἐγένου χάριτος, θεοφόρε, τῆς τοῦ Χριστοῦ τοῦ Θεοῦ, δι’ ἀσκήσεως μεγίστης καί πόθου Βασιλείας, διό ἐκραύγαγες· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κυρία Θεοτόκε, ἐπαίρουσα μή παύῃς χεῖρας Υἱῷ Σου καί Θεῷ· ἀνάψυξον, Παρθένε, ψυχάς πεπυρωμένας, τῶν μετά πόθου ψαλλόντων Σοι· χαῖρε οὐράνιε λιμήν, πάντων τῶν σωζομένων.
Ὠδή η’. Τόν Βασιλέα τῶν οὐρανῶν.

Ἅγιε Νεομάρτυς Ἀντώνιε Ἀθηναῖε, πρέσβευε ὑπέρ ἡμῶν.

νδοξος γόνος, ἐνδόξου πόλεως ὤφθης καί ἐν νεότητι γέρων τῇ σοφίᾳ· ὅθεν τήν πίστιν αἵματι καθυπέγραψας.
Ὅσιε Ἀντώνιε τῆς Μαύρης Λίμνης, πρέσβευε ὑπέρ ἡμῶν.

δέ τούς πίστει εἰλικρινεῖ προσιοῦσι, τῇ θήκῃ τῶν σεπτῶν Σου λειψάνων, ψυχῶν δέ καί σωμάτων τήν ῥῶσιν αἰτουμένων.
Ὅσιε Ἀντώνιε τῆς Καρελίας, πρέσβευε ὑπέρ ἡμῶν.

Εὐθυμίου τοῦ πάνυ Μονῆς ἐν Καρελίᾳ, κειμήλιον ἐνσώματον φανεῖς, ὦ Πάτερ, δίκαιος κέκλησαι μετά Φήλικος ὁμαιμόνου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μμάτων σκότος, ψυχῆς ἀορασίαν, φωταγώγησον Σύ, φωτός ἀκτίστου Μῆτερ, τῶν δεομένων τυχεῖν τοῦ Σοῦ ἐλέους.
Ὠδή θ’. Κυρίως Θεοτόκον.

Ἅγιε Ἀντώνιε, Ἐπίσκοπε Βολόγδας, πρέσβευε ὑπέρ ἡμῶν.

μνοῦμεν τῆς Βολόγδας τόν θεῖον Ἀρχιθύτην καί τῆς Ῥωσίας ἁπάσης τόν ἔφορον· καί πάντων τῶν ἐν πειρασμοῖς καί ἐν ἀνάγκαις θερμόν ἀντιλήπτορα.
Ἅγιε Ἀντώνιε Μητροπολίτα Τομπόλσκ, πρέσβευε ὑπέρ ἡμῶν.

ρθημεν πρός ὕψος θείας μεγαλωσύνης, ταῖς Σαῖς πρεσβείαις, Ἀρχιθύτα Ἀντώνιε, τῆς Σιβηρίας ὁ φωστήρ καί τῶν ἐκεῖσε φυλῶν ἱεραπόστολος.
Ὅσιε Ἀντώνιε, Στάρετς τῆς Ὄπτινα, πρέσβευε ὑπέρ ἡμῶν.

Χιλιάδες τά Σά τέκνα, βορείου Θηβαΐδος, τόν Σόν δρόμον, Πάτερ, ἐβάδισαν καί ἔλαβον παρά Θεοῦ μισθούς ἀγώνων καί στέφη οὐράνια.
Ἅγιε Μάρτυς Ἀντώνιε τῆς Λιθουανίας, πρέσβευε ὑπέρ ἡμῶν.

λόκληρον τό ἄχθος ἆρον τῶν πταισμάτων καί τό χειρόγραφον, σεπτέ, διάρρηξον τῆς ἁμαρτίας, τοῦ τήν Σήν ἁγίαν μνήμην τοῖς πᾶσι κηρύττοντος.
Ἅγιε Ἀντώνιε Μητροπολίτα Χονδίδης, πρέσβευε ὑπέρ ἡμῶν.

Νεῦσον πρός πτωχείαν, τοῦ ταῦτα στιχουργοῦντος καί Σῇ πρεσβείᾳ πρός Κύριον, Ἅγιε, ἐμπλούτησον ἐμῆν ψυχήν, τῶν δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆραν ἡ τεκοῦσα, Παρθένε Θεοτόκε, σύν Ἀντωνίοις Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήσῃ πᾶσιν ὡς Θεός, ἁμαρτημάτων τήν λύσιν καί ἄφεσιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῷ Ὁσίῳ Ἀντωνίῳ τῷ Μεγάλῳ.
Χριστός τήν Σήν ἐδέξατο ἄσκησιν ὡς θυμίαμα, Ἀντώνιε θεοφόρε, καί ἀντιδόξασεν· ὅθεν ἡμεῖς καθικετεύομεν, μή παύσης ταῖς πρεσβείαις Σου, ἁμαρτημάτων τήν λῦσιν, δοῦνε ἡμῖν, θεῖε Πάτερ, τῶν Σοῦ τιμῶντων τήν μνήμην.
Εἰς τούς Αἴνους.

Ἱστῶμεν Στίχους δ’ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τοῦ Παρακλήτου τήν χάριν λαβόντες, Ἅγιοι· ἀσκήσεσι καί πόνοις τόν ἀρχέκακον ὄφιν, γενναίως ὑποτάξατε καί εἰς γῆν κατακριμνήσατε, Ὅσιοι· διό τήν μνήμην ἄσμασιν καί ὠδαῖς ἀναμέλποντες τιμῶμεν Ὑμῶν.
Χορός Μαρτύρων χορεύει ἐν τῇ ἀθλήσει Ὑμῶν· δι’ ἧς ἐν τῷ σταδίῳ, ἐθνικῶν τε ἐν μέσῳ, Κυρίου τήν ἀλήθειαν τήν σεπτήν ὁμολογήσατε, Μάρτυρες· διό τήν μνήμην ἄσμασιν καί ὠδαῖς ἀναμέλποντες τιμῶμεν Ὑμῶν.
εραρχῶν ὁμηγύρῃ τῇ οὐρανίῳ, Σεπτοί· ἔργοις ἐνθέοις καί πόνοις νῦν συγχορεύετε, ἔνθα ἀέναον τόν ὕμνον πρός τόν Θεόν ἀναμέλπετε ψάλλοντες· διό τήν μνήμην ἄσμασιν καί ὠδαῖς ἀναμέλποντες τιμῶμεν Ὑμῶν.
Δικαιοσύνης ἐργάται φανέντες, Δίκαιοι· ἐν οὐρανοῖς τῆς δόξης ἐνατενίζετε θρόνον· τῷ ἐν τούτῳ καθημένῳ βοῶντες ἀεί τήν τρισάγιον αἴνεσιν· διό τήν μνήμην ἄσμασιν καί ὠδαῖς ἀναμέλποντες τιμῶμεν Ὑμῶν.
Δόξα. Ἦχος πλ. α’.

κ τόπων διαφόρων ὡς ἄνθη εὔοσμα, τῇ Ἐκκλησίᾳ προσεφέρθητε, Ἀντώνιοι μακάριοι· τῆς τε ὅθεν ἀλήκτου ζωῆς τόν στέφανον δεξάμενοι, ὡς βραβεῖον τῶν ἀγώνων Ὑμῶν, νῦν ἐν οὐρανῷ συναγάλλεσθαι μετά τῶν οὐρανίων Δυνάμεων καί πάντων τῶν Ἁγίων· διό χαριστήριον ὠδήν Ὑμῖν ἄδοντες, ἐν κατανύξει βοῶμεν· ἀπαύστως πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, ἵνα ῥύσηται ἡμᾶς τῆς περιστάσεως.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τοῦ ἐκ Σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδάμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καί ἡμεῖς ἐζωοποιήθημεν. Διό ἀνυμνοῦντες βοῶμεν, εὐλογητός Χριστός ὁ Θεός ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα Σοι .
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τά Τυπικά, οἱ Μακαρισμοί καί ἀπό τοῦ Κανόνος Ὠδαί γ’ καί στ’.

Ἀπόστολος, Εὐαγγέλιον καί Κοινωνικόν Ὁσιακά.
Μεγαλυνάριον.

Χαίρετε Πατέρες ἡμῶν σεπτοί, ὄντως Ἀντωνίου τοῦ Μεγάλου οἱ μιμηταί· μεθ’ οὗ Παραδείσου αὐλαῖς ταῖς φωτοβόλοις χορεύετε, ἀπαύστως Κυρίῳ ἄδοντες.
Δίστιχον.

Προσδέξασθε τόν ὕμνον, Ἀντώνιοι, ὅν πόθῳ

καί ὑπέρ πταισμάτων, Ἀντώνιος προσφέρει.

ΑΥΤΩΝ ΑΓΙΑΙΣ ΠΡΕΣΒΕΙΑΙΣ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ,

ΕΛΕΗΣΟΝ ΚΑΙ ΣΩΣΟΝ ΗΜΑΣ, ΑΜΗΝ.
















































































































































































































































































































































































































































































































Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου