Δευτέρα, 30 Ιανουαρίου 2012

ΣΥΝΑΞΑΡΙΟΝ ΤΗΣ 17ης ΙΑΝΟΥΑΡΙΟΥ

Σημείωσις: Τό  Συναξάριον  τῆς  17ης  Ἰανουαρίου  κατηρτήσθη  βάσει  τῶν  ἐν  χρήσει  Μηναίων  καί  τῶν  ἡμετέρων  ἐργασιῶν "Σύναξις  τῶν  35  Ἁγίων  Ἀντωνίων" καί  "Ἀκολουθία  τῶν 35  Ἁγίων Ἀντωνίων", ἤδη  ἀνηρτημένων  εἰς  τό  Διαδύκτιον.
Τῇ 17η τοῦ αὐτοῦ μηνός μνήμη:
Τοῦ ἁγ. Βασιλέως Θεοδοσίου τοῦ Μεγάλου (+ 395).
Τοῦ Ὁσίου Ἀχιλλᾶ τοῦ ἐν τῇ Σκήτῃ (5ος αἰ.)
Τοῦ Ὁσίου Φιλοθέου, β’ κτίτορος τῆς Ἱ. Μ. ἁγ. Στεφάνου Μετεώρων (16ος αἰ.).
Τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐν Ἰωαννίνων (+ 1838).
Τῶν Ἁγίων Μαρτύρων Ἰουνίλλης καί Τουρβῶνος, τῶν ἐν Καππαδοκίᾳ.
Τῇ  αὐτῇ  ἡμέρᾳ μνήμην ποιούμεθα τῆς Συνάξεως τῶν Τριάκοντα καί Πέντε Ἁγίων Ἀντωνίων, ἤτοι:
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου τοῦ Μακκαβαίου, ἐπί Ἀντιόχου τοῦ Σελευκίδου διά καταπέλτου ἀθλήσαντος, κατά τόν 2ον π.Χ. αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 1η Αὐγούστου).
Στίχ. Ἀντώνιος νόμου Μωϋσέως ζηλωτής ἐφάνη, διό καί τοῦ ζῆν ἀπέλειπεν ἐν βασάνοις.
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου (ἄνευ ὑπομνήματος, ἡ μνήμη αὐτοῦ καί τῇ 25η Φεβρουαρίου).
Στίχ. Ἀντώνιος ἐν σταδίῳ Χριστόν ὁμολογήσας, τῆς βασιλείας Αὐτοῦ ἔτυχεν καί τοῦ κλήρου.
Τοῦ Ἁγίου Ἀντωνίου, ἑνός τῶν Ἑπτά Παίδων ἐν Ἐφέσῳ (ἡ μνήμη αὐτῶν καί τῇ 4η Αὐγούστου).
Στίχ. Ἀντώνιος θανάτου πληρώσας τό κοινόφλητον χρέος, θαυμαστῶς τῆς κοινῆς ἀναστάσεως πρόδρομος ἐφάνη.
Τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, ἐν Αἰγύπτῳ ἐπ’ ἀσκήσει διαλάμψαντος καί εἰρηνικῶς τελειωθέντος ἐν ἔτει 356, Καθηγητοῦ τῆς Ἐρήμου ἀναδειχθέντος καί Μοναστικοῦ τῆς Ἐκκλησίας Πατρός.
Στίχ. Ἀντώνιος μέγας τό φρονήματι ὑπάρχων, Μέγας τῇ συνειδήσῃ τῆς Ἐκκλησίας ἐδείχθη.
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου, τοῦ ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ἀθλήσαντος κατά τόν 4ον αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 7η Νοεμβρίου).
Στίχ. Ἀντώνιος ἐν Ἀγκύρᾳ τῆς πίστεως κηρύττει τήν ἄγκυραν, δι’ ἧς βίον πλέομεν ἐν ἀσφαλείᾳ.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Στυλίτου, τοῦ ἐν Γεωργίᾳ ἀσκήσει διαλάμψαντος κατά τόν 6ον αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 19η Ἰανουαρίου).
Στίχ. Ἀντώνιος ἐν στύλῳ πρός οὐρανόν ὑψώθη, ἔνθα μετ’ Ἀγγέλων χορεύει καί Δικαίων.
Τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀντωνίου τοῦ Κοραϊσίτου, τοῦ ἀπό Ἀγαρηνῶν, ἐν Δαμασκῷ ξίφει τελειωθέντος κατά τόν 8ον αἰ. (ἡ μνήμη αὐτοῦ καί τῇ 19η Ἰανουαρίου).
Στίχ. Ἀντώνιος Δεσποτικοῦ Σώματος ἰδών φωτοχυσίαν, τόν ἴδιον αὐχένα ξίφει ἔκλινε ἀσμένως.
Τοῦ Ἁγίου Ἀντωνίου Ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Μυροβλύτου καί ἐν ἀφθαρσίᾳ τηρηθέντος, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 844 (ἡ μνήμη αὐτοῦ καί τῇ 2α Νοεμβρίου).
Στίχ. Ἀντώνιος μύρῳ προχέει Πνεύματος τήν χάριν, ἧ τηρεῖ ἀδιάφθορον αὐτοῦ τό δέμας.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν Ὀλύμπῳ καί Κίῳ τῆς Βιθυνίας ἀσκήσει διαλάμψαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 865 (ἡ μνήμη αὐτοῦ καί τῇ 1η Δεκεμβρίου).
Στίχ. Ἀντώνιος τῶν ἐν Ὀλύμπῳ Πατέρων κοσμιότης, προφήτης ἐν ταυτῷ καί θαυματουργός ἐδείχθη.
Τοῦ Ἁγίου Ἀντωνίου Πατριάρχου ΚΠόλεως, (Β', τοῦ  Καυλέα), τοῦ Ἐλεήμονος, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 895 (ἡ μνήμη αὐτοῦ καί  τῇ 12η Φεβρουαρίου).
Στίχ. Ἀντώνιος κἄν ἐν γήρατι εἰς τόν θρόνον ἐκλήθη, νεανικῇ τῇ διαθέσει τῶν πτωχῶν ἐπεμελεῖτο.
Τοῦ Ἁγίου Ἀντωνίου Ἐπισκόπου Σάρδεων, κατά τόν 10ον αἰ. ἀκμάσαντος καί ἐν εἰρήνῃ τελειωθέντος (ἡ μνήμη αὐτοῦ καί  τῇ 23η Αὐγούστου).
Στίχ. Ἀντώνιος μέν ἄγνωστος τοῖς ἀνθρώποις, πλήν Κυρίῳ γνωστός καί φίλος ἐνυπάρχει.
Τοῦ  Ὁσίου  Ἀντωνίου  τοῦ  Βατοπεδινοῦ, ἐκ  τῶν  κτητόρων  τῆς  Ἱερᾶς  Μονῆς  Βατοπεδίου, ἀκμάσαντος  κατά  τόν  10ον  καί  1ον  αἰ. (ἡ  μνήμη  αὐτοῦ  καί  τῇ  17η  Δεκεμβρίου).
Στίχ. Ἀντώνιος  σύν  Ἀθανασίῳ, ὁμοῦ  τε  Νικολάῳ, Βατοπεδίου  Μονῆς Θεοτόκου  ὕψωσαν  δῶμον.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐν Κιέβῳ, Μοναστικοῦ Πατρός ἐν Ῥωσίᾳ φανέντος, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1073 (ἡ μνήμη αὐτοῦ καί τῇ 10η Ἰουλίου).
Στίχ. Ἀντώνιος ἐν Ὄρει τῷ Ἁγίῳ μαθητεύσας, Ῥωσίας μοναστῶν πατήρ ἐνεφάνη.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐν Βεροίᾳ, ἀσκητικῶς διαλάμψαντος κατά τόν 12ο αἰ. καί ἐν εἰρήνῃ κοιμηθέντος.
Στίχ. Ἀντώνιος ἐν Βεροίᾳ οὐρανῷ τό ὕψος φέρει, ἔνθα τό πρίν Ὄλυμπος εἰδώλων ἦτο δόμος.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ῥωμαίου, ἐν Νόβγκοροντ τῆς Ῥωσίας τόν μοναστικόν βίον κηρύξαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1147, οὗ τό ἱερόν Λείψανον ἀδιάφθορον (ἡ μνήμη αὐτοῦ καί  τῇ 3η Αὐγούστου).
Στίχ. Ἀντώνιος ἀπό Ῥώμης πρός Ῥωσίαν παραδόξως ὁδεύσας, διά βίου τήν ὁδόν τήν πρός οὐρανόν δεικνύει.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐν Ντίμσκ τῆς Ῥωσίας ἐρημητικῶς ἀσκήσαντος καί ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1224, οὗ τό λείψανον ἀδιάφθορον (ἡ μνήμη αὐτοῦ καί τῇ 24η Ἰουνίου).
Στίχ. Ἀντώνιος ἀφθαρσίᾳ παρά Κυρίου δοξασθείς, θαύμασι καί σημεῖοις τόν δοξάσαντα ἀντιδοξάζει.
Τοῦ Ἁγίου Ἀντωνίου Ἀρχιεπισκόπου Νόβγκοροντ τῆς Ῥωσίας, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1231 (ἡ μνήμη αὐτοῦ ἐπίσης τῇ 10η Φεβρουαρίου καί τῇ 4η Ὀκτωβρίου).
Στίχ. Ἀντώνιος Νοβογράδας ὁ θεῖος Ἀρχιθύτης, χοροῦ Ἱεραρχῶν ἐν οὐρανοῖς προεξάρχει.
Τοῦ  Ὁσιομάρτυρος  Ἀντωνίου  τοῦ  Ζωγραφίτου, ἑνός  τῶν  26  Ὁσιομαρτύρων  καί  Μαρτύρων  τῆς  Ἱερᾶς  Μονῆς  Ζωγράφου  Ἁγίου  Ὄρους, πυρί  τελειωθέντων  ὑπό  τῶν  Λατινοφρόνων, ἐν  ἔτει  1279/1280  (ἡ  μνήμη  αὐτῶν  ἐπίσης  τῇ  22α  Σεπτεμβρίου  καί  τῇ 10η Ὀκτωβρίου).
Στίχ. Ἀντώνιος  πυρί  Χριστόν  ὁμολογήσας, πύργον  ὡς  κλίμακα  πρός οὐρανόν  κατέχει.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Μέσι τῆς Γεωργίας ἀσκήσαντος κατά τόν 13ο αἰ. (ἡ μνήμη αὐτοῦ καί  τῇ 16η Μαρτίου).
Στίχ. Ἀντώνιος "Ἥλιος τῆς Ἰβηρίας" ἐκλήθη, τῷ λόγῳ Χριστοῦ τούς λαούς φωτίσας.
Τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου, τοῦ ἐν Βίλνᾳ τῆς Λιθουανίας ἀγχόνῃ τελειωθέντος ἐν ἔτει 1347 (ἡ μνήμη αὐτοῦ καί τῶν σύν αὐτῷ καί  τῇ 14η Ἀπριλίου).
Στίχ. Ἀντώνιος πρῶτος τῶν Μαρτύρων ἐφάνη,  ἐν Λιβονίᾳ ἀγχόνῃ Χριστόν ὁμολογήσας.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Κράσνι Χόλμς τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1481.
Στίχ. Ἀντώνιος ὡς κρῖνον ἐν τῇ Λευκῇ Λίμνῃ βλαστήσας, ἐν τόπῳ χλοερῷ μετ’ Ἀγγέλων συναγάλλῃ.
Τοῦ Ὁσίου Ἀντωνίου, κτίτορος τῆς Ἱερᾶς Μονῆς ἁγ. Στεφάνου Μετεώρων (15ος αἰ.).

Στίχ. Ἀντώνιος ἐν βράχῳ τήν κέλλαν πῆξας, πάντας καλεῖ εἰς ὕψος ἡμᾶς θεογνωσίας.
Τοῦ  Ὁσιομάρτυρος  Ἀντωνίου  τοῦ  Καρεώτου, ἐν  Θεσσαλονίκῃ  πυρί  τελειωθέντος, ἐν  ἐτει  1516  (ἡ  μνήμη  αὐτοῦ  καί  τῇ  4η Φεβρουαρίου).
Στίχ. Ἀντώνιος  φονεύς  ἐν  νεότητι  ὑπάρχων, διά  πυρός  φονεύει  τόν  τῶν  ψυχῶν  φονέα.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Σίγιᾳ τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1556 (ἡ μνήμη αὐτοῦ καί  τῇ 7η Δεκεμβρίου).
Στίχ. Ἀντώνιος Ἀντωνίου ζηλωτής ἐφάνη τοῦ Μεγάλου τούτου ζηλώσας ἔργῳ τόν ἰσάγγελον βίον.
Τοῦ Ὁσίου καί Δικαίου Ἀντωνίου, τοῦ ἐν τῇ Μονῇ τοῦ ἁγ. Εὐθυμίου Καρελίας ἐνταφιασθέντος ἐν ἔτει 1418 (ἡ μνήμη αὐτοῦ καί τῇ 18η Ἀπριλίου).
Στίχ. Ἀντώνιος δίκαιος ἐν τῷ κόσμῳ ἐφάνη, διό ἐν οὐρανοῖς δικαιοσύνης ἥλιον ἐνατενίζει.
Τοῦ Ἁγίου Ἀντωνίου, Ἐπισκόπου Βολόγδας τῆς Ῥωσίας, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει 1588 (ἡ μνήμη αὐτοῦ καί  τῇ 26η Ὀκτωβρίου).
Στίχ. Ἀντώνιος Βολόγδας Ἐπίσκοπος, πατήρ τε λαοῦ τοῦ Θεοῦ δι’ ἔργων ἀνεδείχθη.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν τῇ Μαύρῃ Λίμνῃ τῆς Ῥωσίας ἀσκήσαντος κατά τόν 16ο αἰ. .
Στίχ. Ἀντώνιος Θεοτόκου σεπτῆς Μονῆς δομήτωρ, Αὐτῆς τῇ μεσιτείᾳ ἐν Παραδείσῳ ὑπάρχει.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Βολόγδᾳ τῆς Ῥωσίας ἀσκήσαντος κατά τόν 17ο αἰ. (ἡ μνήμη αὐτοῦ καί  τῇ 23η Ἰουνίου).
Στίχ. Ἀντώνιος Ἡγούμενος Βολοκολάμσκ τυγχάνων, Ἰωσήφ διάδοχος ἀντάξιος ἐγένου.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Λεοχνώφ τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1611/13 (ἡ μνήμη αὐτοῦ καί  τῇ 17η Φεβρουυαρίου).
Στίχ. Ἀντώνιος θαυμάτων κρουνός τε καί σημείων ἐφάνη, τοῖς λαοῖς τήν χάριν ἐπομβρίζον.
Τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν τῇ Λίμνῃ Κόζα τῆς Ῥωσίας ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος, ἐν ἔτει 1634, τοῦ διά τοῦ Θείου καί Ἀγγελικοῦ Σχήματος Ἀβραάμ κληθέντος (ἡ μνήμη αὐτοῦ καί  τῇ 7η Ἰουνίου).
Στίχ. Ἀντώνιος Ἀβραάμ τῷ Σχήματι κληθείς, Πατριάρχου Ἀβραάμ τήν ἀρετήν ζηλώσας, αὐτοῦ τῶν δωρεῶν ἔτυχε καί τῆς δόξης.
Τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ἡσυχαστοῦ, τοῦ ἐν Ῥουμανία ἀσκήσαντος καί ἐν εἰρήνῃ τελειωθέντος, ἐν ἔτει 1714 (ἡ μνήμη αὐτοῦ καί  τῇ 23η Νοεμβρίου).
Στίχ. Ἀντωνίος ἐν Βίλτσεᾳ τῶν Καρπαθίων μόνος, τῆς ἐρημίας ἐραστής τῆς θείας ἐνεφάνη.
Τοῦ Ἁγίου Ἀντωνίου, Μητροπολίτου Τομπόλσκ τῆς Σιβηρίας, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1740 (ἡ μνήμη αὐτοῦ καί  τῇ 27η Μαρτίου).
Στίχ. Ἀντώνιος διακρατῶν Ἀποστόλων  τόν  ζῆλον, Σιβηρίας τούς λαούς Χριστοῦ φωτί φωτίζει.
Τοῦ Ἁγίου Νεομάρτυρος Ἀντωνίου τοῦ Ἀθηναίου, ἐν ΚΠόλῃ ξίφει τελειωθέντος ἐν ἔτει 1774 (ἡ μνήμη αὐτοῦ καί  τῇ 5η Φεβρουαρίου).
Στίχ. Ἀντώνιος ἐνδόξου πόλεως Ἀθηνῶν γόνος, ἄνω Ἱερουσαλήμ τά νῦν πολίτης πέλει.
Τοῦ Ἁγίου Ἀντωνίου, Μητροπολίτου Χονδίδης τῆς Γεωργίας, ὁσιακῶς τελειωθέντος ἐν ἔτει 1815 (ἡ μνήμη αὐτοῦ τῇ 13η Ὀκτωβρίου).
Στίχ. Ἀντώνιος πρός ὕψος πάντας ἡμᾶς ἰθύνει, ὡς Καύκασος κορυφάς πρός οὐρανόν ἐκτίνει.
Τοῦ Ὁσίου Ἀντωνίου, Στάρετς τῆς Ὄπτινα Ῥωσίας, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει 1865 (ἡ μνήμη αὐτοῦ καί  τῇ 7η Αὐγούστου).
Στίχ. Ἀντώνιος Πατήρ ἐν Ὄπτινᾳ ἐνεφάνη, Ἀντωνίου τοῦ πρώτου ζηλωτής τυγχάνων.

Αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου