Παρασκευή, 26 Οκτωβρίου 2012

ΑΚΟΛΟΥΘΙΑ Νεομ. ΠΛΑΤΩΝΟΣ & Νεομ. ΕΣΘΟΝΙΑΣ


ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΛΑΤΩΝΟΣ ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ Τῌ ΕΣΘΟΝΙᾼ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ

Ψαλλομένη τῇ 14ῃ μηνὸς Ἰανουαρίου

Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ

 ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ 
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
          Τῆς Ἐσθονίας ἁπάσης, τὸ ἐγκαλλώπισμα, τὸν ἄριστον ποιμένα, τῶν πιστῶν Ὀρθοδόξων, τὸν Πλάτωνα τιμήσωμεν εὐλαβῶς, Ἀρχιθύτην καὶ Μάρτυρα, ὑπὲρ ἡμῶν ἐκζητοῦντες εὐχὰς αὐτοῦ, πρὸς Χριστὸν τὸν Ἀρχιποίμενα.

          Τῇ βιοτῇ καὶ τοῖς λόγοις, τὸν εὐσεβόφρονα, λαὸν τῆς Ἐσθονίας, καθωδήγησας Πλάτων, πρὸς τρίβους εὐσεβείας καὶ ἀρετῶν, καὶ πολλοὺς διεφώτισας, καταλιμπάνειν τὰ ἔργα τὰ πονηρά, καὶ τηρεῖν τὸ Εὐαγγέλιον.

          ν παῤῥησίᾳ μεγίστῃ, τὸ θεῖον ὄνομα, Χριστοῦ τοῦ Φιλανθρώπου, διεκήρυξας Πλάτων, ἐνώπιον Βημάτων δικαστικῶν, καὶ ἀνδρῶν ἀθεότητος, μὴ δειλανδρήσας οὐδόλως πρὸ ἀπειλῶν, καὶ ποικίλων καταστάσεων.

           ν τῇ εἱρκτῇ ὡς κακοῦργος, Πλάτων ὑπέμεινας, τοὺς αἰκισμοὺς ἀτρέμα, καὶ βασάνους ποικίλας, καὶ ὕστερον ἐπλήγης ὅπλοις πυρός, ἐν τῷ στόματι Ἅγιε, καταταγεὶς ἐν χορείᾳ τῶν ἀθλητῶν, Ἱεράρχα ἀξιάγαστε.

Δόξα. Ἦχος πλ. δ΄.
          Σήμερον πάντες οἱ πιστοί, ἐν πάσῃ τῇ Ἐσθονίᾳ, τὸν πολυθαύμαστον Ἱεράρχην, τοῦ Χριστοῦ Πλάτωνα, τὸν ἐπ' ἐσχάτων τῶν χρόνων, μαρτυρικῶς τελειωθέντα, καὶ τοὺς σὺν αὐτῷ ἐν διαφόροις ἔτεσιν, ὑπὸ ἀθέων ἀνδρῶν ἀθλήσαντας, εὐφημήσωμεν λέγοντες· Χαίρετε Ἅγιοι θεόφιλοι, τῶν Ὀρθοδόξων ἐγκαυχήματα, καὶ τῆς Ἐκκλησίας ἄνθη, ἀειθαλῆ καὶ πάγκαλα, οἱ διηνεκῶς πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τὸ Θεοτοκίον.
          Τ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ. 
          χων ὡς θησαυρόν, τὴν πίστιν Ἱεράρχα, ἀθέων τὰ ὀνείδη, ἀπέκρουσας ὦ Πλάτων, γενναίως καρτερόψυχε.

Στίχ.  Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
          Ξέσεις καὶ τοὺς δαρμούς, εἱρκτὴν καὶ πάντα μῶμον, τυράννων τῶν ἀθέων, ὑπέστης πάτερ Πλάτων, ὡς νεομάρτυς ἄτρωτος.

Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι.
          Πάντες οἱ ἀθληταί, ἐν Ἐσθονίᾳ πάσῃ, οἱ κοσμικοὶ καὶ θύται, σὺν Πλάτωνι τῷ θείῳ, Χριστὸν καθωμολόγησαν.

Δόξα. Τριαδικόν.
         Δόγμα τὸ σωστικόν, Τριάδος τῆς Ἁγίας, ἐκήρυξαν συντόνως, ἐν γῇ τῆς Ἐσθονίας, Μαρτύρων νέον σύνταγμα.
Καὶ νῦν. Θεοτοκίον.
         Μέμνησο σαῖς εὐχαῖς, Πανάχραντε Μαρία, λαοῦ τῆς Ἐσθονίας, καὶ δὸς τὰ σὰ ἐλέη, τοῖς ἐπικαλουμένοις σε.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.
 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
 
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
          Λοιδορήμασιν ἅγιε, ἀθεΐας οἱ κήρυκες, τῆς ψυχῆς σου σθένος τὸ κραταιότατον, καταπεσεῖν οἱ παμμίαροι, ψευδῶς Πλάτων ἤλπιζον, ὡς τοῦ πλάνου ὑπουργοί, καὶ κακίας οἱ πρόμαχοι, οἱ ἀναίσχυντοι, ἀλλὰ θείᾳ ῥοπῇ τοῦ Παρακλήτου, τὰς παγίδας διεξῆλθες, τούτων συντρίψας τὰ ἔνεδρα.
 
          Τὴν χορείαν τιμήσωμεν, Ἐσθονῶν ἁγιόφιλοι, τῶν θυσιασθέντων ὑπὲρ τῆς πίστεως, σεμνῶν Θυτῶν Διακόνων τε, ἀνδρῶν καὶ γυναίων τε, κοσμικῶν θεοσεβῶν, κηρυξάντων ἐν χάριτι τὰ σωτήρια, τοῖς ἀνθρώποις διδάγματα ἐσχάτως, διὰ τοῦτο καὶ τὸ στέφος, τοῦ μαρτυρίου εἰλήφασι.
 
          Τὸ σὸν θεῖον Ἐγκόλπιον, ἐν τοῖς κόλποις σου ἔκρυψας, καὶ ἐτάφης Πλάτων, σὺν τούτῳ ἅγιε, ἀλλ' ὁ Θεὸς ἐμερίμνησε, σημεῖον περίδοξον, τοῦ προσώπου σου αὐτό, γεγονέναι μακάριε, Ἱερόαθλε, διὸ πάντες τὰ θεῖά σου ὀστέα, ὡς πηγὴν θησαυρισμάτων, τῶν οὐρανίων κατέχομεν.
 
Δόξα Πατρί. Ἦχος πλ. β΄.
         περμαχήσας τῶν ἀληθειῶν τῆς πίστεως, τῇ συμμαχίᾳ τοῦ Πνεύματος, Πλάτων μακάριε, Ἐσθονίας τὸ μέγα θησαύρισμα, γέγονας τῶν πιστῶν τὸ πρότυπον, διὸ καὶ ὑπὸ πάντων ἀκούεις, χαίροις Ἱεραρχῶν ἀγλάϊσμα, ὁ κοσμήσας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, χαίροις Ἱερομάρτυς, τῆς Ὀρθοδοξίας θεῖος συνήγορος, ὁ ἀμβλύνας τῆς ἀθεΐας, τὸ ἀπεχθὲς γαυρίωμα, χαίροις τῶν ἀθλοφόρων προσθήκη, ὁ εὑρὼν ἐπώδυνον θάνατον τοῖς τυφεκίοις, σήμερον οὖν τὴν σεπτήν σου τελοῦντες πανήγυριν, ἐκτενῶς σοῦ δεόμεθα, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. β΄.
          Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον;  γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Εἴσοδος, τό, Φῶς ἱλαρόν. Μετὰ δὲ τὸ Προκείμενον τῆς ἡμέρας τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15- 23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργήν, εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 
Εἰς τὴν Λιτὴν, τὰ παρόντα Ἰδιόμελα τῶν Ἁγίων.
Ἦχος α΄.
          γάλλου καὶ χόρευε, ἡ Ἐσθονία πᾶσα, ὅτι ἐν τοῖς ἐσχάτοις χρόνοις, ὡς οὐρανόφωτον ἄστρον, ἐν σοὶ ἀνατέταλκεν, ὁ ἅγιος Ἱερομάρτυς Πλάτων, καὶ οἱ σὺν αὐτῷ Νεομάρτυρες. Οὗτοι γὰρ ἐνώπιον τῶν ἀθέων, ὤφθησαν ἱστάμενοι, καὶ ἀνδροπρεπῶς τούτους διήλεγξαν, καὶ τοὺς πιστοὺς ἐστερέωσαν, ἐν τῇ Ὀρθοδόξῳ πίστει. Μαρτυρήσαντες δέ, ὑπὲρ Χριστοῦ αὐτῷ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
          ν τῇ φυλακῇ ἐφάνης, Ἱερόαθλε Πλάτων, τῆς πίστεως πύργος ἄσειστος, εὐσεβῶν περιτείχισμα, τῆς ἀληθείας στήλη ἀκλόνητος, κανὼν ἀκριβέστατος, Ἱεραρχῶν τοῦ Χριστοῦ, ὅθεν ἐχρημάτισας ἅγιε, πατὴρ Πατέρων, ἀθλοφόρων ὁμότιμος, λαοῦ ὁ συνήγορος, καὶ πρεσβευτὴς πρὸς τὸν Σωτῆρα πάντων, ὃν ἀεὶ καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
Ἦχος γ΄.
          χει μὲν ὁ οὐρανὸς τὸ σὸν πνεῦμα, ἀλλὰ καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἡ οὖσα ἐν Ἐσθονία, ὡς πολυτίμητον θησαυρόν, τὰ σὰ λείψανα κατέχει, ἐξ ὧν ἀρυόμεθα οἱ πιστοί, δύναμιν καὶ ῥῶσιν, ἐν ταῖς ποικίλαις ἡμῶν ἀσθενείαις, ἐν ταῖς ἐπιδρομαῖς τοῦ ἀντικειμένου, καὶ ἐν πάσαις ταῖς ἐπὶ γῆς συμβάσεσι, Πλάτων μακάριε, Ἱεράρχα ἅγιε. Διὸ καὶ τανῦν, υἱοπρεπῶς καθικετεύομεν, σὲ τὸν προστάτην ἡμῶν, ἵνα ταῖς σαῖς πρεσβείαις, τύχωμεν τοῦ ἐλέους, τοῦ φιλανθρώπου Θεοῦ.
Ἦχος δ΄.
          Βαβαὶ τῆς σῆς καρτερίας σοφέ, Ἱεράρχα Πλάτων, Ἀρχιερέων καύχημα, πῶς μετὰ σώματος κατεπολέμησας, τὰς ἀοράτους δυνάμεις, τὰ σκώμματα τῶν ἀθέων, τοὺς αἰκισμοὺς τοῦ σώματος, τὴν ἐπώδυνον θανήν, καὶ πάντα τὰ λυπηρά, καὶ ἀνύποιστα, διὸ καὶ εἴληφας, τὴν χάριν τῶν θαυμάτων, καὶ παῤῥησίαν μεγίστην, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν.
Δόξα Πατρί. Ἦχος πλ. δ΄.
          γιοι τῆς Ἐσθονίας Νεομάρτυρες, πεῖραν τῶν δεινῶν καὶ μαστίγων εἰληφότες, καὶ οἰκήσαντες τὴν εἱρκτήν, ἐν οὐρανῷ μετετέθητε, συναριθμηθέντες τοῖς ἁγίων ἀθλοφόροις, καὶ τοῖς δήμοις τῶν Ἁγίων, μεθ' ὧν διηνεκῶς πρεσβεύετε, Χριστῷ τῷ Θεῷ, δοθῆναι ἡμῖν ἄφεσιν, ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ΄.
          νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί,  Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς τὰ Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
          Χαίροις τῆς Ἐσθονίας ποιμήν, Ὀρθοδοξίας τῆς ἁπάσης Ἐπίσκοπε, τοῦ Τάρτου ὁ Ποιμενάρχης, Νεομαρτύρων ἀνδρῶν, ἡ λαμπρὰ προσθήκη, Ἱερώτατε, βαλὼν γὰρ τὸν Κύριον, ἐν μυχοῖς τῆς καρδίας σου, πρὸ τῶν ἀθέων, σταθηρῶς διεκήρυξας, τὰ σωτήρια Ἐκκλησίας διδάγματα, ὅθεν καὶ ὤφθης ἄριστος, τῆς πίστεως πρόμαχος, μαρτυρικῶς περατώσας, ἐπὶ τῆς γῆς θεοτίμητε, τοῦ βίου τὸ μῆκος, διὸ πάντες τὴν σὴν μνήμην, τιμῶμεν ᾄσμασι.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
          Χαίροις Νεομαρτύρων πληθύς, ἐν Ἐσθονίᾳ, μαρτυρήσαντες ἅπαντες, Διάκονοι τοῦ Ὑψίστου, σὺν πρεσβυτέροις ὁμοῦ, Ἱεράρχα Πλάτων ἀξιάγαστε, γυναίων ὁμήγυρις, κοσμικοὶ θεοτίμητοι, οἱ ἐπ' ἐσχάτων, ὑποστάντες τὰ πάνδεινα, ἤγουν ποικίλα τραύματα, εἱρκτὴν καὶ μαστίγωσιν, πολυειδεῖς λοιδορίας, ὑπὸ ἀνδρῶν ἀθεότητος, διὸ καὶ τὴν μνήμην, ἐκτελοῦμεν ἐτησίως, ὑμῶν μακάριοι.
Στίχος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
          Πάτερ τῆς Ἐκκλησίας φωστήρ, ὁ διαυγάζων ταῖς λιταῖς σου τὰ πέρατα, πατρίδος σου Ἐσθονίας, καθοδηγῶν ἀσφαλῶς, τοὺς πιστοὺς πρὸς τρίβον τὴν σωτήριον, ἐκχέας γὰρ ἅγιε, τὸ σὸν αἷμα γεγένησαι, πρότυπον πάντων, πολιτείας καὶ πίστεως, διὸ σήμερον, τὰ πολλά σου παλαίσματα, Πλάτων ἐν πλάτει ᾄδωμεν, Χριστὸν τὸν ὑψώσαντα, ἐν ταῖς ἐσχάταις ἡμέραις, σὲ τὸν ἀλείπτην τῆς χάριτος, δοξάζομεν πάντες, ἐξαιτοῦντες σωρηρίαν, ψυχῶν καὶ δύναμιν.
Δόξα. Ἦχος πλ. β΄.
          Τὸ ἱερόν σου ἐγκόλπιον ἅγιε πάτερ, γέγονεν ἡμῖν ἀσφαλὲς γνώρισμα, τοῦ τιμίου προσώπου σου. Ὥσπερ γὰρ πολύτιμον μάργαρον, ἐν τοῖς κόλποις σου τοῦτο ἀποκρύψας, ἐπὶ τῆς γῆς πρὸς καιρὸν μετὰ σοῦ ἐκρύβη, ἀλλ' ὕστερον ὡσεὶ δείκτης, τοῖς πιστοῖς σὲ ἐφανέρωσε, χαροποιήσας τῶν πιστῶν τὰ ἀθροίσματα· ὑπὲρ ὧν ἱκέτευε, Πλάτων παμμακάριστε, Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. β΄.
           ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς  Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου, Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
 
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ ἑξῆς Ἀπολυτίκια.
Ἀπολυτίκιον τοῦ Ἁγίου Πλάτωνος. Ἦχος α'. Τῆς ἐρήμου πολίτης 
          Τὸν λαμπρὸν Ἱεράρχην, καὶ σεμνὸν ἱερόαθλον, καὶ τῆς Ἐσθονίας ἁπάσης, θεοτίμητον πρόεδρον, τὸν Πλάτωνα τιμῶμεν οἱ πιστοί, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προσπορεῖται γὰρ δωρήματα τοῖς πιστοῖς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
 
Ἀπολυτίκιον καὶ τῶν ἄλλων Νεομαρτύρων. Ἦχος γ'. Θείας πίστεως.  
         Γόνοι κάλλιστοι τῆς Ἐσθονίας, Ἱερόαθλοι Χριστοῦ γενναῖοι, Ἱερεῖς σὺν Διακόνοις καὶ ἄλλοις τε, ἐν φυλακαῖς καὶ βασάνοις τὸ ὄνομα, ἀνδροπρεπῶς τοῦ Σωτῆρος κηρύξαντες, στέφος ἄφθαρτον, καὶ δόξαν λαμπρὰν εἰλήφατε, ὡς νέοι ἀθληταὶ περιφανέστατοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
          Σοφὸς ὑφηγητής, σωτηρίων δογμάτων, Ἐπίσκοπος σεμνός, Ἐσθονίας ἁπάσης, καὶ Μάρτυς κραταιότατος, ἀνεδείχθης μακάριε, Πλάτων ἅγιε, τῆς Ἐκκλησίας ὁ κόσμος, ἐν τοῖς ἔτεσι τῆς πονηρᾶς ἀθεΐας, τοῦ πλάνου ἀλάστορος.

Θεοτοκίον. Ὅμοιον.
          Τοῦ κόσμου τὴν χαράν, τετοκυῖα Παρθένε, τῆς Εὔας τὴν ἀράν, διεσκέδασας ὄντως, καὶ ὤφθης κοσμοσώτειρα, καὶ βροτείου φυράματος, ἀναμόρφωσις, καὶ τῆς σκηνῆς τῶν ἀνθρώπων, ἡ ἀνόρθωσις, καὶ ἀνακαίνισις Μῆτερ, ἁγνὴ Θεονύμφευτε.

Εἰς τὴν β΄ Στιχολογίαν. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
          σεὶ ἰσαπόστολος, τῆς Ἐσθονίας τὴν γῆν, διέδραμες Ἅγιε, διαφωτίζων λαόν, Χριστοῦ περιούσιον, ὅθεν ὡς Ἱεράρχης, τῶν πιστῶν τὰς χορείας, ἔθρεψας τοῖς σιτίοις, σωτηρίων δογμάτων, διὸ τὴν Ὀρθοδοξίαν, σοφῶς ὑπεστήριξας.

Θεοτοκίον. Ὅμοιον.
          Παρθένος θηλάζουσα, ἀλλὰ καὶ Μήτηρ ἁγνή, θυγάτηρ Προπάτορος, ἀλλὰ Χριστοῦ ἡ τοκεύς, ἐδείχθης Πανάμωμε, ὅθεν τὰ τῶν ἀνθρώπων, πολυάριθμα πλήθη, μέλπουσι Θεοτόκε, τῶν χαρίτων σου πλοῦτον, καὶ δύναμιν καὶ πρεσβείαν, ὑπὲρ τῶν τιμώντων σε.

Μετὰ τὸν Πολυέλεον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
          Παιδιόθεν ἐδέχθης τὰ θεῖα σπέρματα, Εὐαγγελίου ἁγίου καλλιεργήσας καλῶς, ἐν ταῖς αὔλαξι σοφὲ Πλάτων καρδίας σου, καὶ καρποὺς εἰς ἑκατόν, οὐρανίων ἀρετῶν, ἐκόμισας Ἱεράρχα, διὸ καὶ ὤφθης τοῖς πᾶσι, ὁ τροφοδότης θείας πίστεως.
Θεοτοκίον. Ὅμοιον.
          Θεοδόχον χωρίον ὑπάρχεις Ἄχραντε, ἐν ᾧ Πατὴρ τῶν ἁπάντων, γηπόνος ὤφθη λαμπρός, καὶ τὸ Πνεῦμα ἀληθῶς, Δέσποινα γέγονε, φυτουργὸς τοῦ σοῦ Υἱοῦ, ἀφράστως καὶ παραδόξως, διὸ καὶ ἡμεῖς λατρείαν, Αὐτῷ καὶ δόξαν ἀναπέμπομεν.

Τὸ α΄ ἀ­ντί­φω­νον τοῦ δ΄ ἤ­χου καὶ τὸ Προ­κεί­με­νον.
Τί­μι­ος ἐ­να­ντί­ον Κυ­ρί­ου ὁ θά­να­τος τοῦ ὁ­σί­ου αὐ­τοῦ.
Στίχ. Μα­κά­ρι­ος ἀ­νὴρ ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον.
Εὐ­αγ­γέ­λι­ον τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

Ὁ Ν΄. Δό­ξα. Ταῖς τῶν σῶν Ἁγίων...

Καὶ νῦν. Ταῖς τῆς Θε­ο­τό­κου...

Ἰ­δι­ό­με­λον. Ἦ­χος πλ. β΄.
          γιε Πλάτων Ἱεράρχα, ὡς ἄνθος ἠρινόν, ἐν μέσῳ τοῦ χειμῶνος τῆς ἀθεΐας, ἐν τῇ Ἐσθονίᾳ ἐξήνθησας, καταμυρίσας τῷ βίῳ σου, τοῖς τρόποις καὶ τῷ μαρτυρίῳ σου, τὰς πνευματικὰς αἰσθήσεις, τῶν πιστῶν τοῦ ποιμνίου σου· ὅθεν οὖν σήμερον, τὴν κατ' ἔτος τελοῦντες ἑορτήν σου, ἐκτενῶς σοῦ δεόμεθα, μὴ παύῃ καθικετεύων Χριστὸν τὸν Θεόν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς,
«Τὸν Πλάτωνα καὶ τοὺς σὺν αὐτῷ ὑμνῶ. Ἰωήλ».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
          Τὸν Πλάτωνα Δέσποτα Ἰησοῦ, ὑμνῆσαι ἐθέλω, καὶ τοὺς Μάρτυρας σὺν αὐτῷ, διὸ δός μοι χάριν οὐρανόθεν, ἐγκωμιάσαι αὐτῶν τὰ ἀθλήματα.

          ρθότητα Πλάτων τῶν διδαχῶν, ἁγίων δογμάτων, καθ' ἑκάστην ἐν τῷ λαῷ, ὡς ἱεροκήρυξ Ἐσθονίας, μετὰ χαρᾶς διελάλεις μακάριε.

          Νοήσας παγίδας τοῦ πονηροῦ, ὡς Ἄγγελος Πλάτων, τὸν λαόν σου τὸν εὐσεβῆ, ἐδίδαξας μένειν ἐν τῇ πίστει, τῆς Ἐκκλησίας Χριστοῦ, ἱερώτατε.

Θεοτοκίον.
          Παρθένε τὸ φάρμακον σωστικόν, τοῦ γένους ἀνθρώπων, ἐπεγνώσθης καὶ ἰατρός, τῶν νόσων παθῶν τῶν δυσιάτων, τοῦ ἀντιδίκου ἐχθροῦ ἀειπάρθενε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
          Λίαν εὔφρανας Πλάτον, τοὺς Ἐσθονοὺς ἅπαντας, ὅτε ἐν καθέδρᾳ ἀξίως, ἀνῆλθες ἅγιε, τῆς Ἐκκλησίας Χριστοῦ, ἀναδειχθεὶς ποιμενάρχης, καὶ φρουρὸς τῆς πίστεως, τοῦ σοῦ πληρώματος.

          γνοῶν τοὺς κινδύνους, τῶν σῶν ἐχθρῶν Ἅγιε, ὡς ἀνδροπρεπὴς Ἱεράρχης, ἐκθύμως ἔδραμες, ἐπιστηρίξαι πιστούς, ἐν πάσῃ γῇ Ἐσθονίας, ταῖς παραμυθίαις σου, καὶ ταῖς δεήσεσι.

         Τῶν ἐχθρῶν τὰς ἐνέδρας, καὶ πονηροῦ δράκοντος, τὰς ἐπισφαλεῖς ἐπινοίας, Πλάτων διέλυσας, ταῖς ἱεραῖς σου εὐχαῖς, καὶ καρτερίᾳ μεγίστῃ, ὡς ἀνὴρ φιλόθεος, καὶ βεβαιόπιστος.

Θεοτοκίον.
         σπερ πύλη ἁγία, ἐν ᾗ Χριστὸς Πάναγνε, μόνος εἰσελήλυθεν ὄντως, μὴ λυμηνάμενος, τῆς παρθενίας τῆς σῆς, κλεῖθρα ἐφάνης Μαρία, ὅθεν οὖν ὑπάνοιξον, θύραν σωτήριον.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
         Κλεινοὶ Νεομάρτυρες, τῆς Ἐσθονίας λιταῖς, μὴ παύσητε ἅπαντες, ὑπὲρ ἡμῶν πρὸς Χριστόν, ἀεὶ ἱκετεύοντες, ὅπως ἐκ τῶν παγίδων, τοῦ ἐχθροῦ λυτρωθῶμεν, Πλάτων Ἱερομάρτυς, Πρεσβυτέρων τὸ πλῆθος, Διάκονοι τοῦ Ὑψίστου, καὶ ἄλλοι ἐπίλοιποι.

Θεοτοκίον.
          ς βάτον ἑώρακε, τὸν τοκετόν σου Ἁγνή, Μωσῆς ὁ θεόληπτος, ἐν τῇ ἐρήμῳ ποτέ, Παρθένε Πανάμωμε, σὺ γὰρ τὸν Θεὸν Λόγον, ὥσπερ πῦρ ἐν νηδύϊ, ἔφερες μὴ φλεχθεῖσα, Ἀειπάρθενε Κόρη, διὸ καὶ ἐπευφημοῦμεν, τὸν βίον σου ᾄσμασι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
         Νῦν ἡ ποίμνη σου Ἅγιε, Πλάτων Ἱεράρχα, τὴν θείαν μνήμην σου, εὐφροσύνως ἄγει σήμερον, ἀνυμνολογοῦσα τὴν σὴν ἄθλησιν.

          ριστεὺς ἐννομώτατος, ἐν τοῖς μαρτυρίοις ἐδείχθης ἔνδοξε, καταπλήξας τοὺς  διώκτας σου, τῇ θαρσαλεότητι τῆς γνώμης σου.

          Κραταιῶς τὸν ἀντίπαλον, καὶ ἀρχαῖον ὄφιν τῇ ἀντιστάσει σου, κατεῤῥάκωσας ἀοίδιμε, Πλάτων Ἀρχιθύτα ἀξιάγαστε.

Θεοτοκίον.
          γιάσασα Δεσποίνα, ἅπαντα τὸν κόσμον τῇ σῇ κυήσει σου, τῶν ἀνθρώπων κλῖμαξ γέγονας, ὁδηγοῦσα τούτους πρὸς τὰ κρείττονα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
          να τὴν ζωήν, τὴν αἰώνιον κερδήσητε, Νεομάρτυρες Κυρίου Ἐσθονοί, ὑπεβλήθητε προσκαίρως εἰς παλαίσματα.


           Τάρτου καὶ Ταλλίν, τὰ ὀστέα ὑμῶν ἔχοντες, Ἐσθονοὶ Μεγαλομάρτυρες Χριστοῦ, παραμύθιον λαμβάνουσιν ἐν θλίψεσιν.

           λως τὸν Χριστόν, ἐν καρδίᾳ ὑμῶν φέροντες, οὐκ ἠσχύνθητε ἐνώπιον ἀνδρῶν, ἀθεΐας ἀνυμνῆσαι τὸν θεάνθρωπον.


Θεοτοκίον.
         ψωσον Ἁγνή, τοὺς χαμαὶ πεσόντας δούλους σου, ταῖς ὀξείαις σου πρεσβείαις πρὸς Χριστόν, πρὸς ὃν ἔχεις παῤῥησίαν ἀκαταίσχυντον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
          Στρατείαν, τοῦ πονηροῦ νικήσαντες, Ἐσθονίας ἀθλοφόροι οἱ νέοι, τῶν Πρεσβυτέρων ὁμὰς ἡ ἁγία, καὶ Διακόνων δυὰς ἡ περίδοξος, ὁμοῦ καὶ λαϊκοὶ σεμνοί, στεφανῖται Κυρίου ἐδείχθητε.

           Σοφίαν, ἐκδιδαχθεὶς τὴν ἄνωθεν, ἀντετάχθης ἱερώτατε Πλάτων, τοῖς δυσσεβέσιν ἀνδράσι γενναίως, κατεδαφίσας αὐτῶν τὸ γαυρίαμα, ταῖς σαῖς θεόφρον διδαχαῖς, εἰς οὐδὲν τὰ δεινὰ λογισάμενος.

          πήνεγκας, τὰς αἰκίας σώματος, τὰ ὀνείδη καὶ τὰ θράση ἀθέων, τὴν κακουργίαν ἀτάκτων πνευμάτων, καὶ μηχανήματα τούτων τὰ κάκιστα, θανὴν ἐπώδυνον εἱρκτήν, καὶ τὰ βάσανα πάντα ὡς ἄσαρκος.

Θεοτοκίον.
            Νενίκηνται, Θεοτόκε Ἄχραντε, τῇ λοχείᾳ σου τῆς φύσεως ὅροι, σὺ γὰρ ἀσπόρως Υἱὸν τοῦ Ἀνάρχου, ἐν τῇ γαστρί σου ἐδέχθης καὶ τέτοκας, καὶ ὤφθης πάντων γηγενῶν, εὐεργέτις καὶ σώτειρα Πάναγνε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
            ορτάζει σήμερον, ἡ Ἐσθονία, Ἱεράρχην Πλάτωνα, καὶ σὺν αὐτῷ τοὺς εὐσεβεῖς, καὶ κραταιοὺς Νεομάρτυρας, δι' ὧν δοξάζει, Χριστὸν τὸν Φιλάνθρωπον.
Οἶκος
           Τῶν Ἐσθονῶν τὰ Ὀρθόδοξα πληρώματα, πρὸς σὲ Ἐπίσκοπε ἅγιε βλέποντες, καὶ ἀναθεωροῦντες τὴν ἔκβασιν, τῆς ἐπὶ γῆς ἀναστροφῆς σου, τὸν θεοφιλῆ ἅγιον βίον σου, τὴν κατὰ Θεὸν καὶ τὴν θύραθεν πλουσίαν γνῶσίν σου, τὰς σωστικὰς διὰ τὰς ἐνορίας τῆς Ἐκκλησίας σου περιοδείας, τὴν ἰσχὺν τῶν λόγων σου, τὴν ἀπτόητον θέλησίν σου, τὸν ἐγκλεισμόν σου ἐν τῇ εἱρκτῇ, τὰ ὀνείδη καὶ τὰ σκώμματα, καὶ τὸν ἐπώδυνον διὰ τυφεκισμοῦ θάνατόν σου, δοξάζουσι τὸν μόνον ἀληθινὸν Θεόν, τὸν δόντα τοῖς πιστοῖς ποιμενάρχας ἀξίους, βαστάσαι τὸ ὄνομα Αὐτοῦ, δι' ὧν ὁ λαὸς δοξάζει, Χριστὸν τὸν Φιλάνθρωπον.
Συναξάριον.
           Τῇ δεκάτῃ τετάρτῃ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Πλάτωνος, Ἐπισκόπου Ἐσθονίας, ἀθλήσαντος ἐν ἔτει, χιλιοστῷ ἐνακοσιοστῷ Δεκάτῳ καὶ Ἐνάτῳ (͵αϡιθ΄), καὶ τυφεκισμῷ τελειωθέντος.

Στίχοι.
            Ἱερόαθλε Πλάτων τῆς Ἐσθονίας, τυφεκισμῷ ἐπεράτωσας τὸν βίον.
Δεκάτῃ μηνὸς τετάρτῃ, τὸ ζῆν ἐξεμέτρησε Πλάτων.

ἅγιος Ἱερομάρτυς Πλάτων ἐγεννήθη εἰς τὰς δέκα τρεῖς (13) Ἰουλίου τοῦ 1869,εἰς  τήν  ἐπαρχίαν Pätnu τῆς Ἐσθονίας. Ἐφοίτησε ἐν διαφόροις θεολογικαῖς σχολαῖς χειροτονηθεὶς Ἱερεύς. Περιώδευε κηρύττων τὸν λόγον τοῦ Θεοῦ εἰς πάσας τὰς Ὀρθοδόξους ἐνορίας τῆς Ἐσθονίας. Ἐχειροτονήθη Ἐπίσκοπος Ἐσθονίας εἰς τὰς 31 Δεκεμβρίου τοῦ 1917, ἐπιδείξας μεγάλην δραστηριότητα καὶ ἀγῶνα διὰ τὴν ἀνόρθωσιν τῶν Ὀρθοδόξων Ἐνοριῶν. Τὸ 1919 συνελήφθη ὑπὸ τοῦ ἀθέου καθεστῶτος τῆς Μόσχας καὶ βασανισθεὶς ποικιλοτρόπως ἐτελεύτησε τυφεκισθεὶς ὑπὸ τῶν κομμουνιστῶν, τὴν 14ην ἡμέραν Ἰανουαρίου μηνός.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμην τελοῦμεν καὶ τῶν ἁγίων ἐπιλοίπων Νεομαρτύρων Πρεσβυτέρων, Διακόνων, Πρεσβυτερῶν καὶ κοσμικῶν Ἐσθονῶν ποικίλοις τρόποις βασανισθέντων καὶ τελειωθέντων. Ἡ μνήμη αὐτῶν ἐστιν ἡ 14η Ἰουνίου, ἀλλὰ διά τε τὴν ὁμοήθειαν καὶ τὸ κοινὸν γένος τῷ ἁγίῳ Πλάτωνι ἑορτάζεται μετ' αὐτοῦ ἐν τῇ αὐτῇ ἡμέρᾳ.

Ἅγιοι Νεομάρτυρες Ἐσθονίας καλῶς ἠθλήσατε ἐν τῷ βίῳ τούτῳ.
Τὰ ἐπίλοιπα ἐκ τοῦ Μηναίου.
Ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
         σμένως Ἱεράρχα, καθυπέστης τὸν μῶμον, καὶ τὰ ὀνείδη ὁμοῦ, τὰς ὕβρεις τῶν ἀθέων, καὶ τὰς προπηλακίσεις, μὴ ἐκστὰς Πλάτων ἅγιε, τῆς Ὀρθοδόξου ζωῆς, καὶ πίστεως οὐδόλως.

         πὸ τὰς ἀλγηδόνας, τοῦ σοῦ σώματος Πλάτων, ἐν φυλακῇ τῇ φρικτῇ, οὐκ ἔπαυες κηρύττων, Χριστοῦ τοῦ σοῦ Σωτῆρος, τὰ ἐντάλματα Ἅγιε, τοῖς Ὀρθοδόξοις πιστοῖς, καὶ πᾶσι τοῖς ἀθέοις.

          Τὸν βίον σου περάνας, τυφεκίοις θεόφρον, τοῖς οὐρανίοις χοροῖς, Μαρτύρων τῶν Ἁγίων, σοφὲ συνηριθμήθης, σὺν αὐτοῖς πρὸς τὸν Κύριον, καθικετεύων ἀεί, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Θεοτοκίον.
         σεὶ ἀπηλπισμένος, ἐκ πολλῶν ἁμαρτάδων, καὶ ψυχοφθόρων παθῶν, πρὸς σὲ τὰς χεῖρας τείνων, Παρθένε Θεοτόκε, καὶ ζητῶν ὑποστήριξιν, ἵνα ἐκφύγω τὸ πῦρ, τὸ ἄστεκτον γεέννης.


ᾨδὴ η΄. Τὸν βασιλέα.
          μνῶ τὰ πάθη, τοῦ μαρτυρίου σου Πλάτων, καὶ θαυμάζω καρτερίας σου τὸν τρόπον, πῶς τὰ ἄλγη Πάτερ, ὑπήνεγκας ἀσμένως.

          Μνήμης σου Πλάτων, τῆς ἱερᾶς ἐτησίως, ἐκτελοῦμεν ἐν τῇ χώρᾳ Ἐσθονίας, ἀνυμνολογοῦντες, τοὺς ἄθλους σου ἐν πόθῳ.

          Νῦν Ἐσθονία, ἡ σὴ πατρὶς θεοφόρε, σὺν ἑτέροις τοῖς ἀθλήσασιν ὁμοίως, νέοις στεφανίταις, τιμᾷ σε ἐπαξίως.

Θεοτοκίον.
          πὸ τὴν σκέπην, τῆς ἐποπτείας σου Μῆτερ, τὸν ἀντίδικον ἐχθρὸν τῆς σωτηρίας, πάντες προσδοκῶμεν, καταβαλεῖν τελέως.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
          άματα παρέχει, τῶν ὀστῶν σου Πλάτων, ἡ μυροβλύζουσα λάρναξ τοῖς σπεύδουσι, κατασπασθῆναι ἐν πίστει, αὐτὰ πανόλβιε.


           ς ὄρθρος προμηνύων, ἐν τῇ σκοτοδίνῃ, τῆς σωτηρίας Χριστὸν μέγαν ἥλιον, ἐν τοῖς ἐσχάτοις ὦ Πλάτων, ἐφάνης ἔτεσιν.

           χώρα Ἐσθονίας, καὶ ἡ Ἐκκλησία, εὐγνωμονοῦσαι τὰ θεῖα μνημόσυνα, τῆς ἐπετείου σου ἄγουσι, φαιδρυνόμεναι.

Θεοτοκίον.
          Λιμὴν τῶν Ὀρθοδόξων, καὶ τῆς Οἰκουμένης, τὸ ἀγαθὸν καὶ τὸ καύχημα γέγονας, Ὑπεραγία Παρθένε, Θεοχαρίτωτε.


Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
         τρόμητε Ἐπίσκοπε, τῆς Ἐσθονίας ἅγιε, Πλάτων πανεύφημε Πάτερ, Νεομαρτύρων τὸ κλέος, καὶ οἱ περιφανέστατοι, σὺν σοὶ Ἱερομάρτυρες, καὶ κοσμικοὶ θεόφιλοι, ὑμῶν ἐν ὕμνοις τιμῶμεν, τοὺς σεβασμίους ἀγῶνας.

Θεοτοκίον.
          Μαρία θεονύμφευτε, κοινὸν διαλλακτήριον, Θεοῦ τε καὶ τῶν ἀνθρώπων, ταῖς σαῖς λιταῖς πρὸς Υἱόν σου, εἰρήνην δὸς τοῖς δούλοις σου, τὴν ἀταξίαν σκέψεων, καὶ τῆς καρδίας τάραχον, ἀπομακρύνουσα Μῆτερ, ἐκ τῶν πιστῶν Ὀρθοδόξων.
Εἰς τοὺς Αἴνους.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
          Πλάτων Ἐσθονίας καύχημα, τῇ θερμουργῷ σου πνοῇ, ἀθεΐας τὸν ἄνεμον, ἔσβεσας Πανεύφημε, καὶ τοῦ Πνεύματος ἤνεγκας, ζωὴν ἁγίαν καὶ τὴν ἀνάψυξιν, τοῖς Ὀρθοδόξοις πιστοῖς τῆς χώρας σου, ὦ τῶν χαρίτων σου, Ἱεράρχα ἅγιε, δι' ὧν πολλούς, πρὸς τὴν πίστιν ἤγρευσας, θεοχαρίτωτε.


          ρχιθύτα ἔνδοξε, ἐπιδρομὴν κατὰ σοῦ, τοῦ ἀρχαίου ἀλάστορος, ἀνδρικῶς ἀπέκρουσας, πτερωθεὶς τὴν διάνοιαν, ῥοπῇ τῇ θείᾳ τοῦ Παντοκράτορος, καὶ πρὸς ἀγῶνας χαίρων ἐχώρησας, τοῦ μαρτυρίου σου, τὰς αἰκίας σώματος, ὀνειδισμούς, καὶ θανὴν ἐπώδυνον, ὑποστησάμενος.

          Πλάτων ποιμενάρχα ἄριστε, τύπος ἐγένου πιστῶν, τῇ λαμπρᾷ πολιτείᾳ σου, πράξεσι καὶ ῥήμασι, καὶ σεπτῷ μαρτυρίῳ σου, σὺ γὰρ παρεῖδες, ὡς παρερχόμενα, τοῦ βίου πάντα, τὰ μὴ αἰώνια, καὶ πρὸς τὰ κρείττονα, τοῦ Χριστοῦ καὶ μένοντα, διηνεκῶς, ἔδραμες καὶ εἴληφας, τὰ μὴ φθειρόμενα.

          γιε Πλάτων μακάριε, καὶ σὺ χορεία ὁμοῦ, ἀθλητῶν ὁμοφρόνων σοι, οἱ πατρίδα ἔχοντες, Ἐσθονίαν τὴν εὔανδρον, πρὸ τῶν βασάνων, μὴ δειλανδρήσαντες, ἀλλὰ σταθέντες, ὀρθοὶ ἐπλήξατε, τὸν πολυμήχανον, καὶ τὰ τούτου ὄργανα, διὸ ἡμᾶς, ὡς προστάτας ἔχομεν, ἀξιοτίμητοι.

Δόξα Πατρί. Ἦχος πλ. α΄.
          Τὴν ἀρχιερατικήν σου τιμήν, ἄμωμον Πάτερ ἐφύλαξας, διὰ σοῦ γὰρ ὁ Παράκλητος, ἐν τοῖς ἐσχάτοις τῆς ἀθεΐας χρόνοις, τοῖς Ὀρθοδόξοις πιστοῖς ἐλάλησε, καὶ τὸν Χριστὸν ἐφανέρωσεν. Εἶτα δὲ τὴν ψυχὴν νευρώσας, ἐν εὐφροσύνῃ ἐβάδισας, τὴν ὁδὸν τοῦ μαρτυρίου, καταλιπὼν τοῖς Ἐσθονοῖς, ὑπόδειγμα καλοῦ ποιμένος, καὶ περιφανεστάτου στεφανίτου, ζηλώσαντος τὴν δόξαν, τῶν ἀρχαίων Ἱεροάθλων, μεθ' ὧν ἱκέτευε, Πλάτων μακάριε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καί  νῦν.
          Μακαρίζομέν  σε, Θεοτόκε  Παρθένε, καί  δοξαζομέν  σε οἱ  πιστοί  κατά  χρέος, τήν  πόλιν  τήν  ἄσειστον, τό  τεῖχος  τό  ἔρρηκτον, τήν  ἀρραγῆ  προστασίαν, καί  καταφυγήν  τῶν  ψυχῶν ἡμῶν.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
 
Τὰ Τυ­πι­κὰ καὶ οἱ Μα­κα­ρι­σμοί. Ἀναστάσιμοι δ΄ καὶ ἐκ τῶν Ἁγίων ἡ γ΄ καὶ στ΄ ᾠδή. Ἀπόστολος καὶ Εὐ­αγ­γέ­λι­ον τοῦ Ἱεροῦ Χρυσοστόμου.

Κοι­νω­νι­κόν.
Εἰς μνη­μό­συ­νον αἰ­ώ­νι­ον...     
 
Με­γα­λυ­νά­ρι­ον.

          Τάρτου τῆς εὐάνδρου καὶ τοῦ Ταλλίν, Πλάτων ἀνεδείχθης, ὁ προστάτης καὶ βοηθός, ὅθεν σὲ γεραίρει, ἡ Ἐσθονία πᾶσα, ἣν ταῖς εὐχαῖς σου Πάτερ, ἀεὶ περίσκεπε.

 

 

 
 
 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου