Τετάρτη, 10 Οκτωβρίου 2012

ΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΑΝΑΡΓΥΡΩΝ ΤΩΝ ΡΩΜΑΙΩΝ


Ποίημα Ἰωσήφ τοῦ ἐκ Φουρνᾶ.
Διορθώσεις - Τεχνική  ἐπεξαργασία Ἀντ. Μάρκου

ΠΡΟΛΕΓΟΜΕΝΑ
            παροῦσα  Ἀκολουθία  τῶν  Ἁγίων  Ἀναργύρων  τῶν  Ρωμαίων,  εἶναι  ποίημα  τοῦ λογίου  Ἰωσήφ  τοῦ  ἐκ  Φουρνᾶ  τῆς  Εὐρυτανίας, Ἀρχιμανδρίτου  τῆς  Μεγάλης  τοῦ  Χριστοῦ  Ἐκκλησίας. Ὁ  Μητροπολίτης Θεσσαλιώτιδος  καί Φαναριοφαρσάλων Ἰεζεκιήλ Βελανιδιώτης, ἀναφέρει στόν  Πρόλογο  τῆς  ἐκδόσεως  τῆς  Ἀκολουθίας,  τό  1933:
«Περιοδεύοντες πρό διετίας ἀνά τόν ὀρεινόν τέως Δῆμον Γόμφων τῆς Ἐπαρχίας Καρδίτσης, εὕρομεν ἐν τῷ Ἱερῷ Βήματι τοῦ ἐνοριακοῦ Ναοῦ τοῦ χωρίου Ζερέτσι, χειρόγραφον τεῦχος καλλιτεχνικῶς γεγραμμένον καί καλῶς διά δέρματος ἐσταχομένον, περιέχον δέ Ἀκολουθίαν τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καί Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων καί τῇ 1η  Ἰουλίου ἑορταζομένων. Τό τεῦχος ἐμπεριέχει προλεγόμενα, ἐξ ὧν δηλοῦται ὅτι συνθέτης τούτου εἶναι ὁ καί ἐξ ἄλλων ὁμοίων γνωστός Ἰωσήφ, Ἀρχιμανδρίτης τοῦ Οἰκουμενικοῦ Θρόνου, ἐκ Φουρνᾶ τῶν Ἀγράφων, ὡς παντοῦ ὑπογράφεται.
Τήν Ἀκολουθίαν ταύτην οὐν ταῖς προσθήκαις τῶν ἐν τῷ Μηναίῳ ἐλλειπόντων εὐτάκτως κατέστρωσεν, αἰτήσει θερμῇ καί σπουδῇ τῶν ἐν τῇ Μονῇ τῶν Ἁγίων Ἀναργύρων Ζερετσίου - παρακειμένῃ τοῦ συνωνύμου χωρίου - ἀσκουμένων πατέρων, τοῦ τε Ἡγουμένου Θεοκλήτου καί τῶν λοιπῶν, εἰς δοξολογίαν καί πανήγυριν τῶν Ἁγίων, φέρει δέ χρονολογίαν α´ Μαρτίου αωδ´ (1804)...
Ἡ παροῦσα Ἀκολουθία ἀναφέρεται εἰς τούς Ἁγίους Ἀναργύρους Κοσμᾶν καί Δαμιανόν, τούς ἑορταζομένους τῇ 1η  Ἰουλίου. Ὁ συνθέτης συνεπλήρωσεν - ὡς προαναφέρει - τήν ἐν τῷ Μηναίῳ Ἀκολουθίαν, προσθέσας Μικρόν Ἑσπερινόν· εἰς τόν Μέγαν Ἑσπερινὸν προσέθεσε πέντε στιχηρά, εἰς τήν Λιτὴν προσέθεσε δύο τροπάρια, Θεοτοκίον καί ἐν τέλει Ἀπολυτίκιον. Εἰς τόν Ὄρθρον προσέθεσε ἐννέα καθίσματα καί Ἰδιόμελον τοῦ Ὀρθρινοῦ Εὐαγγελίου. Ὁμοίως παραλείψας τόν τοῦ Μηναίου Κανόνα, συνέθεσε ἴδιον τῆς Θεοτόκου καί δύο τῶν Ἁγίων, πλήν εἰς τὸν δεύτερον προτάσσει «ποίημα Ἰωσήφ».
Σημειωτέον, ὅτι καί ὁ τοῦ Μηναίου Κανών προτάσσει τόν συνθέτην «Ἰωσήφ», ὁ δέ διορθώσας τήν ἔκδοσιν ἀοίδιμος Διδάσκαλος Βαρθολομαῖος ὁ Κουτλουμουσιανὸς, ἐν ὑποσημειώσει γράφει: «Τά τετυπωμένα Μηναῖα ἔχουσιν ἕτερον Κανόνα τοῦ Ἰωσὴφ, κἀκεῖνον σωζόμενον ἐν τοῖς χειρογράφοις, πλήν ἀνέκδοτον, τυποῦται δέ ὁ παρών ὡς γλαφυρώτερος καί ἀνέκδοτος». Δέν ἔχω ὑπ᾿ ὄψιν μου παλαιοτέραν ἔκδοσιν Μηναίου καί ἀγνοῶ ἄν τις τῶν Κανόνων τοῦ ἀρχιμ. Ἰωσήφ, εἶναι σύνθεσις τοῦ παλαιοῦ ὑμνογράφου Ἰωσήφ. Ὁμοίως, πλήν τοῦ ἐν τῷ Μηναίῳ, ἔχει καί ἕτερον Κάθισμα, Ἐξαποστειλάριον καί Κοντάκιον, ὡς καὶ ἓν τροπάριον τῶν Αἴνων. Κατόπιν ἔχει δύο Ἰδιόμελα καί Μεγαλυνάρια, τρία Ἀπολυτίκια εἰς τήν Ζωοδόχον Πηγὴν καί τόν κατά πλάτος βίον τῶν Ἁγίων.  Ἐν τέλει ἔχει Μεγαλυνάρια τῆς Ζωοδόχου Πηγῆς καί στίχους εἰς τούς Ἁγίους Ἀναργύρους, ὡς ἐκ προσώπου τῶν Πατέρων τῆς Μονῆς.
Τήν χειρόγραφον ταύτην Ἀκολουθίαν εἰς τούς Ἁγίους Ἀναργύρους Κοσμᾶν καί Δαμιανόν, ἐθεωρήσαμεν καλόν νά διασώσωμεν, τύποις ἐκδίδοντες, ἀπό τόν ἀφανισμόν, ὡς ἔργον λογίου καί ζηλωτοῦ Κληρικοῦ, τό δέ χειρόγραφον ἀφιερώσαμεν πρός διατήρησιν, εἰς τό Σπουδαστήριον τῆς Θεολογικῆς Σχολῆς τοῦ ἐν Ἀθήνησι Πανεπιστημίου».
  συντάκτης  τῆς  Ἀκολουθίας  ἀρχιμ. Ἰωσήφ, ὑπῆρξε  λόγιος κληρικός  τοῦ  18ου – 19ου  αἰ., ἀδελφός  τῆς  Ἱερᾶς  Μονῆς  Δουσίκου  Τρικάλων  καί  (κατά  τόν  Μητροπ. Ἰεζεκιήλ), «διεσκεύασεν τήν  Ἀκολουθίαν   τοῦ ἁγ. Νικολάου  τοῦ ἐν  Βουνένοις· ὁμοίως  διεσκεύασεν τήν  Ἀκολουθίαν τοῦ ἁγ. Σεραφείμ  Ἀρχιεπισκόπου  Φαναρίου, ὁμοίως  τήν Ἀκολουθίαν  τοῦ  ἁγ. Βασιλείου  τοῦ ἐν Ἀγκύρᾳ, ἀπαντᾶται  δέ ὡς  συνθέτης  ἐπιγραμμάτων  εἰς  τήν  Ἀκολουθίαν  τοῦ ἁγ. Βησσαρίωνος Ἀρχιεπισκόπου  Λαρίσης»
  Ἀκολουθία ἐκδόθηκε  τό  ἔτος  1933, σέ  500  μόλις  ἀντίτυπα,  μέ  τήν  συνδρομή  τοῦ  Μητροπ. Ἰεζεκιήλ, ἀπό  τόν Τυπογράφο Παναγιώτη Σ. Μανωλέση, Κατηχητή  τοῦ  Ἱ. Ν. Ἁγίων  Ἀναργύρων (τοῦ  ὁμωνύμου, σήμερα, Δήμου  τῆς Ἀττικῆς).
Μία  δεύτερη, πλέον ἐπιμελημένη,  ἔκδοσις  τῆς  Ἀκολουθίας  αὐτῆς, ἔγινε  ἀπό  τον  Ἱ. Ν. Ἁγίων  Ἀναργύρων  Καραβᾶ, ἐπί  Μητροπολίτου  Πειραιῶς  Χρυσοστόμου  Ταβλαδωράκη. (Στήν  ἔκδοση  αὐτή  περιελήφθηκε  καί  Παρακλητικός  Κανών  πρός  τούς  Ἁγίους, ποίημα  Γερασίμου  Μοναχοῦ  Μικραγιαννανίτου).
  ἔκδοσις  τοῦ 1933, πλήν  τοῦ  Βίου  καί  τῶν  σχετικῶν  μέ  τήν  Ζωοδόχον  Πηγήν, κατόπιν  τῶν  ἀναγκαίων  διορθώσεων, ἀναδημοσιεύεται χάριν  τῶν  φιλακολούθων  καί  ἁγιοφίλων  πιστῶν,  τῶν ἐπικαλουμένων  τίς  θεοπειθεῖς πρεσβείες  τῶν Ἁγίων  Ἀναργύρων.

Στίχοι Ἰαμβικοίπρός τούς Ἁγίους Ἀναργύρους

Ποίημα Ἰωσήφ  τοῦ  ἐκ  Φουρνᾶ

Δυάς με σῴζεις τῶν σοφῶν Ἀναργύρων,
Μέλη προσαρμόσαντα τοῖς τροπαρίοις,
οἱ παλαιοί εἰργάσαντο πνεύματι.
μοί δέ μεμπτῷ τυγχάνοντι τοῖς ὅλοις,
Σύγγνωτε πράως δωρεάν, Χριστοῦ φίλοι.

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ´ καί ψάλλομεν τά παρόντα Τροπάρια.

Ἦχος πλ. β´.Τριήμερος ἀνέστης Χριστέ.
νάργυροι Χριστοῦ ἀθληταί*  καί κήρυκες πανεύφημοι,* οἱ ἐν Ρώμῃ τόν καλόν* ἐπί τῆς γῆς ἀγῶνα τελέσαντες·* μή παύσησθε πρεσβεύειν,* ὑπέρ τῶν πίστει ἀνυμνούντων ὑμᾶς. (Δίς).

ν βίῳ τῷ προσκαίρῳ Χριστέ,* ἀπαύστως ἐκ τοῦ κλύδωνος* χειμαζόμενοι, βοῶμεν ἐκτενῶς·* σῶσον τόν κόσμον ἅπαντα,* πρεσβείαις τῶν ἁγίων καί σοφωτάτων Ἀναργύρων Σου.

θεῖοι καί σεπτοὶ ἀθληταί,* παγκόσμιοι Ἀνάργυροι,* οἱ ἰάσεις τοῖς αἰτοῦσι δωρεάν,* παρέχοντες ἀφθόνως,* πρεσβεύσατε Κυρίῳ* ὑπέρ τῶν πίστει γεραιρόντων ὑμᾶς.

Δόξα. Ἦχος δ´.
Καταλιπόντες τά τερπνά* τῆς προσκαίρου ζωῆς,* Ἅγιοι Ἀνάργυροι,* προσεκολλήθητε Χριστῷ,* τῷ δι᾿ ἡμᾶς ἐνανθρωπήσαντι·* ὑπέρ οὗ καί ἀθλήσαντες* ἐν κακουχίαις ἁπάσαις,* στεφάνους ἀμαραντίνους,* παρ᾿ Αὐτοῦ ἐδέξασθε,* τοῦ ἀντιδοξάζοντος* τούς Αὐτόν δοξάζοντας.* Καί νῦν Αὐτῷ παριστάμενοι,* χαίρετε αἰωνίως καί συναγάλλεσθε,* ἱκεσίας ποιούμενοι,* ὑπέρ τῶν πιστῶς ἐκτελούντων* ὑμῶν τά μνημόσυνα.

Καί νῦν.
          Σέ μεγαλύνομεν, Θεοτόκε, βοῶντες·* Σύ εἶ βάτος,* ἐν ᾖ ἀφλέκτως  Μωσῆς  κατεῖδεν,* ὡς  φλόγα  τό  πῦρ  τῆς  θεότητος.

Εἰς τόν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Εὐφραθ
Πηγή ὡς ἀληθῶς,* τυγχάνει ἰαμάτων,* ναός ὁ τῶν ἐνδόξων* καί θείων Ἀναργύρων,* ἐν ᾧ πάντες συνέλθωμεν.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ  Κύριος.
Νάματα ἐκ πηγῆς,* τῶν θείων Ἀναργύρων,* ἀρύσασθε ὑγείας,* οἱ νόσοις συσχεθέντες* καί τόν Χριστόν δοξάσατε.

 Ἰδού δή τί καλόν ἢ τί τερπνόν, ἀλλ’ ἤ τό κατοικεῖν ἀδελφούς  ἐπί  τῷ  αὐτῷ.
Χαίρετε εὐκλεεῖς,* Κοσμᾶ Δαμιανέ τε,* ὡς ἀναργύρως πᾶσι,* τοῖς νόσοις συσχεθεῖσι* τήν ῥῶσιν χαριζόμενοι.

Δόξα καί νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ,* ἐντρύφημα Ἀγγέλων,* χαρά τῶν Ὀρθοδόξων,* παντός κόσμου προστάτις* καί κτίσεως Βασίλισσα.

Νῦν ἀπολύεις. Τρισάγιον.  Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
            γιοι Ἀνάργυροι καί θαυματουργοί,* ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν·* δωρεάν ἐλάβετε, δωρεάν δότε ἡμῖν.

 Ἀπολυτίκιον ἄλλον. Ἦχος γ´. Θείας Πίστεως.
Θείου Πνεύματος τῇ χειρουργίᾳ,* θεραπεύετε παντοίας νόσους,* σύν τῷ Κοσμᾶ Δαμιανέ, οἱ Ἀνάργυροι·* ὁ γάρ Σωτήρ ἰατροὺς ὑμᾶς ἔδειξεν,* εἰς περιποίησιν πάντων καί ἴασιν·* ὅθεν ῥύσασθε παθῶν, δυσχεριῶν καί θλίψεων,* τούς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.

Ἀπολυτίκιον ἕτερον. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
νάργυροι Κυρίου, οἰκουμένης τό κλέος,* Ἐκκλησίας ἀγλάϊσμα καί πιστῶν τό  διάσωσμα·* ἐκ Ῥώμης ἐξέλαμψεν ἡμῖν,* ὡς ἥλιος ἐκ τῶν ἀνατολῶν,* ἡ ὑμῶν πάμφωτος μνήμη καί   ἱερά* καί εὐφροσύνης ἔπλησε τούς μέλποντας·* δόξα τῷ Βασιλεῖ ἡμῶν Θεῷ,* δόξα τῷ ὑμᾶς δοξάσαντι,* δόξα τῷ ἐνεργοῦντι  δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Καί νῦν. Θεοτοκίον.
Τοῦ Γαβριήλ φθεγξαμένου Σοι, Παρθένε,  τό  χαῖρε,* σύν τῇ  φωνῇ ἐσαρκοῦτο,*  τῶν  ὅλων  Δεσπότης,* ἐν  Σοί τῇ  ἁγίᾳ  κιβωτῷ,* ὡς  ἔφη  ὁ δίκαιος  Δαυΐδ·* ἐδείχθης*  πλατυτέρα  τῶν  οὐρανῶν,* βαστάσασα  τόν  Κτίστην Σου.* Δόξα  τῷ  ἐνοικίσαντι  ἐν  Σοί,* δόξα τῷ  προελθόντι  ἐκ Σοῦ,* δόξα  τῷ  ἐλευθερώσαντι  ἡμᾶς*  διά  τοῦ  τόκου Σου.

 Καί  Ἀπόλυσις.

ΜΕΓΑΛΟΣ ΕΣΠΕΡΙΝΟΣ

Στιχολογοῦμεν τό «Μακάριος ἀνήρ»· εἰς δέ τό «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους η´ καί ψάλλομεν στιχηρά προσόμοια.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
            λην ἀποθέμενοι* ἐν οὐρανοῖς τήν ἐλπίδα,* θησαυρόν ἀσύλητον,* ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν·* δωρεάν ἔλαβον,* δωρεάν διδοῦσι,* τοῖς νοσοῦσι τά ἰάματα·* χρυσόν ἢ ἄργυρον,* εὐαγγελικῶς μή κτησάμενοι·* ἀνθρώποις τε καί κτήνεσι* τάς εὐεργεσίας μετέδωκαν·* ἵνα διά πάντων,* ὑπήκοοι γενόμενοι Χριστῷ,* ἐν παρρησίᾳ πρεσβεύωσιν* ὑπέρ τῶν ψυχῶν ἡμῶν.

λην ἐβδελύξαντο* τήν ἐπί γῆς φθειρομένην,* οὐρανοπολῖται δέ,* ἐν σαρκί ὡς Ἄγγελοι ἐχρημάτισαν*, ἡ ὁμόφρων σύσκηνος,* ξυνωρίς ἡ  θεία* τῶν Ἁγίων καί ὁμόψυχος·* δι᾿ ὃ τοῖς κάμνουσι,* πᾶσι τάς ἰάσεις βραβεύουσιν,* ἀνάργυρον παρέχοντες* τήν εὐεργεσίαν τοῖς χρῄζουσιν·* οὓς ἐν ἐτησίοις* τιμήσωμεν ἀξίως ἑορταῖς,* ὡς παρρησίᾳ πρεσβεύοντας* ὑπέρ τῶν ψυχῶν ἡμῶν.

λην εἰσοικήσασα,* ἐν ἑαυτῇ τήν Τριάδα,* δυάς ἡ ἀοίδιμος,* Κοσμᾶς καί Δαμιανός οἱ θεόφρονες·* ὡς κρουνοὶ βλύζουσιν,* ἐκ πηγῆς νάματα,* ζωηφόρου τῶν ἰάσεων,* ὧν καί τά λείψανα,* πάθη δι᾿ ἀφῆς θεραπεύουσι·* καί μόνα τά ὀνόματα,* νόσους ἐκ βροτῶν ἀπελαύνουσι·* πάντων τῶν προσφύγων* σωτήριοι τελοῦντες, τῷ Χριστῷ* ἐν παρρησίᾳ πρεσβεύουσιν,* ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Πάντοτε τόν Κύριον,* θαυματουργοῦντες ἐν κόσμῳ,* συνεργόν ἐσχήκατε,* Ἅγιοι Ἀνάργυροι, Κοσμᾶ ἔνδοξε,* Δαμιανέ θεῖε·* ἀσθενέσι ῥῶσιν πάντοτε,* πηροῖς σαφῶς τήν ἀνάβλεψιν,* χωλοῖς τε τό βάδισμα* καί τοῖς παρειμένοις ἀνόρθωσιν,* παρέχετε, Θεόληπτοι,* δωρεάν καί πᾶσι τοῖς χρῄζουσι,* τάς εὐεργεσίας δωρεῖσθε· διόπερ καί ἡμεῖς* τήν φωτοφόρον πανήγυριν,* τήν ὑμῶν δοξάζομεν.

Ἕτερα προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φιλεόρτων συστήματα,* λαμπρυνθέντες τῷ πνεύματι,* ἑορτήν συστήσωμεν ἀγαλλόμενοι,* τῶν Ἀναργύρων καί ᾄσματα,* Θεῷ ἀναπέμψομεν,* τῷ δοξάσαντι αὐτούς,* ἐν σημείοις καί τέρασι·* καί βοήσωμεν,* ὁ Θεός τῶν ἁπάντων καί Δεσπότης,* διατήρησον ἀτρώτους,* ἡμᾶς τούς πίστει τιμῶντας Σε.

Τούς πανσέπτους θεράποντας* τοῦ Θεοῦ προσκυνήσωμεν,*  Κοσμᾶν τόν ἔνδοξον, σύν Δαμιανῷ·* τούς Ἀναργύρους τοῦ Πνεύματος,* τά ἄνθη τά εὔοσμα,* τούς τοῦ κόσμου ἰατρούς,* ἰωμένους ὀξύτατα, ἀναργύρως τε,* τάς ψυχάς καί τά σώματα ἀνθρώπων,* τῶν ἐν πίστει ἐκτελούντων* αὐτῶν τήν μνήμην τήν ἔνδοξον.

ατροί παναοίδιμοι,* ἀθληταί γενναιότατοι,* τῶν πιστῶν τό καύχημα τό περίδοξον* καί περιλάλητον ἄκουσμα,* Ἀνάργυροι ἔνδοξοι,* Κοσμᾶ καί Δαμιανέ,* εὐσεβείας τό στήριγμα· διασώσατε* ἐκ παντοίων κινδύνων τούς ὑμνοῦντας* καί ὑμῶν τήν θείαν μνήμην,* περιχαρῶς ἑορτάζοντας.

ς πολύφωτος ἥλιος,* ἐκ τῆς Ρώμης ἐκλάμψαντες,* θεϊκῇ στιλπνότητι καταλάμπετε,* τῆς οἰκουμένης τά πέρατα,* Ἀνάργυροι ἔνδοξοι· καί νοσήματα δεινά,* ἐξ ἀνθρώπων ἐλαύνετε· ὅθεν σήμερον* τήν ὑμῶν λαμπράν μνήμην ἐκτελοῦμεν* καί ἐν πίστει προσκυνοῦμεν,* ὑμῶν τά πάνσεπτα λείψανα.

Δόξα. Ἦχος πλ. β´. Ἀνατολίου.
τελεύτητος ὑπάρχει* τῶν Ἁγίων ἡ χάρις,* ἣν παρά Χριστοῦ ἐκομίσαντο·* ὅθεν αὐτῶν καί τά λείψανα* ἐκ θείας δυνάμεως,* διηνεκῶς ἐνεργοῦσι τά θαυμάσια·* ὧν καί τά ὀνόματα μόνα,* ἐκ πίστεως ἐπιβοώμενα,* τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι·* δι᾿ ὧν Κύριε καί ἡμᾶς,* τῶν τῆς ψυχῆς καί  τοῦ σώματος* παθῶν ἐλευθέρωσον,* ὡς Φιλάνθρωπος.

Καί νῦν. Θεοτοκίον.
Τίς μή μακαρίσει Σε, Παναγία Παρθένε…

Εἰ βούλει, εἰπέ τό παρόν δοξαστικόν.

Ἦχος πλ. β´.
Δεῦτε φιλομάρτυρες πάντες,* δεῦτε καί τοῖς ᾄσμασι καταστέψωμεν,* τήν θεολαμπῆ ξυνωρίδα·* δεῦτε χοϊκοῖς χείλεσιν ἀνυμνήσωμεν,* τό ἁγιόλεκτον ζεῦγος* τῶν Ἀναργύρων τοῦ Χριστοῦ,* Κοσμᾶν τόν θεόληπτον* καί Δαμιανόν τόν πανεύφημον·* τήν δυάδα τήν ἱεράν,* τῆς Τριάδος τούς κήρυκας,* τούς προμάχους τῆς Πίστεως·* τούς ἐκ Ρώμης διαλάμψαντας,* ὡς ἥλιος ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας·* τά ἄνθη τά ἡδύπνοα,* τούς ἀειλαμπεῖς ἀστέρας τῆς οἰκουμένης·* τούς πηγάζοντας* δωρεάν τοῖς πιστοῖς τά ἰάματα·* ὧν ταῖς εὐχαῖς,* πολυεύσπλαχνε Κύριε,* σῶσον τάς ψυχάς ἡμῶν.

Εἴσοδος, «Φῶς ἱλαρόν»,  προκείμενον τῆς ἡμέρας καί τά Ἀναγνώσματα.

Προφητείας  Ἠσαΐου  τό  Ἀνάγνωσμα  (Ἠσ.  μγ’, 9 – 14).
            Τάδε  λέγει  Κύριος. Πάντα  τά  ἔθνη  συνήχθησαν  ἅμα  καί συναχθήσονται  ἄρχοντες  ἐξ  αὐτῶν. Τίς  ἀναγγελεῖ  ταῦτα  ἐν  αὐτοῖς; Ἤ  τά  ἐξ  ἀρχῆς,  τίς  ἀκουστά  ποιήσει  ὑμῖν; Ἀγαγέτωσαν  τούς  μάρτυρας  αὐτῶν καί  δικαιωθήτωσαν  καί  εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ  μοι  μάρτυρες  καί  ἐγώ  μάρτυς  Κύριος    Θεός  καί    παῖς  ὅν  ἐξελεξάμην, ἵνα  γνῶτε  καί  πιστεύσητέ  μοι  καί  συνῆτε, ὅτι  ἐγώ  εἰμί. Ἔμπροσθέν  μου  οὐκ  ἐγένετο  ἄλλος  θεός  καί  οὐκ ἔσται  πάρεξ  ἐμοῦ    σώζων. Ἐγώ  ἀνήγγειλα  καί  ἔσωσα. Ὠνείδισα  καί  οὐκ  ἦν  ἐν  ὑμῖν  ἀλλότριος. Ὑμεῖς  ἐμοί  μάρτυρες  καί  ἐγώ  μάρτυς  Κύριος    Θεός. Ὅτι  ἐξ  ἀρχῆς  ἐγώ  εἰμί  καί  οὐκ  ἔστιν    ἐκ  τῶν  χειρῶν  μου  ἐξαιρούμενος. Ποιήσω  καί  τίς  ἀποστρέψει  αὐτό; Οὕτω  λέγει  Κύριος    Θεός, ὁ  λυτρούμενος  ἡμᾶς, ὁ  Ἅγιος  Ἰσραήλ.

Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων  ψυχαί  ἐν χειρί  Θεοῦ  καί  οὐ  μή  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καί  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καί    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δέ  εἰσίν  ἐν  εἰρήνῃ. Καί  γάρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐάν  κολασθῶσιν, ἡ  ἐλπίς  αὐτῶν  ἀθανασίας  πλήρης. Καί  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεός  ἐπείρασεν  αὐτούς  καί  εὗρεν  αὐτούς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσόν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτούς  καί  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καί  ἐν  καιρῷ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καί  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καί  κρατήσουσι  λαῶν  καί  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τούς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ Αὐτῷ συνήσουσιν  ἀλήθειαν  καί  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  Αὐτῷ, ὅτι  χάρις  καί  ἔλεος  ἐν  τοῖς  Ὁσίοις  Αὐτοῦ  καί  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  Αὐτοῦ.

Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
            Δίκαιοι  εἰς  τόν  αἰῶνα  ζῶσι  καί  ἐν  Κυρίῳ    μισθός  αὐτῶν  καί    φροντίς  αὐτῶν  παρά  Ὑψίστῳ. Διά  τοῦτο  λήψονται  τό  βασίλειον  τῆς  εὐπρεπείας  καί  τό  διάδημα  τοῦ  κάλλους  ἐκ  χειρός  Κυρίου. Ὅτι  τῇ  δεξιᾶ  Αὐτοῦ  σκεπάσει  αὐτούς  καί  τῷ  βραχίονι  ὑπερασπιεῖ  αὐτῶν. Λήψεται  πανοπλίαν  τόν  ζῆλον  Αὐτοῦ  καί  ὁπλοποιήσει  τήν  κτίσιν  εἰς  ἄμυναν  ἐχθρῶν. Ἐνδύσεται  θώρακα  δικαιοσύνην  καί  περιθήσεται  κόρυθα  κρίσιν  ἀνυπόκριτον. Λήψεται  ἀσπίδα  ἀκαταμάχητον  ὁσιότητα, ὀξυνεῖ  δέ  ἀπότομον  ὀργήν  εἰς  ρομφαίαν. Συνεκπολεμήσει  Αὐτῷ    κόσμος ἐπί τούς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες  ἀστραπῶν  καί  ὡς  ἀπό  εὐκύκλου  τόξου  τῶν  νεφῶν, ἐπί  σκοπόν  ἁλοῦνται  καί  ἐκ  πετροβόλου  θυμοῦ  πλήρεις  ριφήσονται  χάλαζαι. Ἀγανακτήσει  κατ’ αὐτῶν  ὕδωρ  θαλάσσης, ποταμοί  δέ  συγκλήσουσιν  ἀποτόμως· ἀντιστήσεται  αὐτοῖς  πνεῦμα  δυνάμεως  καί  ὡς  λαίλαψ  ἐκλιμήσει  αὐτούς  καί  ἐρημώσει πᾶσαν  τήν  γῆν  ἀνομία  καί    κακοπραγία  περιτρέψει  θρόνους  δυναστῶν. Ἀκούσατε  οὗν  Βασιλεῖς  καί  σύνετε, μάθετε  δικασταί  περάτων  γῆς, ἐνωτίσασθαι  οἱ  κρατοῦντες  πλήθους  καί  οἱ  γεγαυρωμένοι  ἐπί  ὄχλοις  ἐθνῶν. Ὅτι  ἐδόθη  παρά  Κυρίου    κράτησις  ὑμῖν  καί    δυναστεία  παρά  Ὑψίστου.

Εἰς τὴν Λιτὴν Στιχηρὰ Ἰδιόμελα. Ἦχος β´.
πηγή τῶν ἰαμάτων,* ἕνα καί μόνον ἐθεράπευε κατ’ ἔτος·* ἡ σκηνή τῶν Ἀναργύρων,* ἅπαν τό πλῆθος θεραπεύει τῶν νοσούντων·* ἀνενδεής γάρ ὑπάρχει καί ἀδαπάνητος* ὁ πλοῦτος τῶν Ἁγίων·* ταῖς αὐτῶν ἱκεσίαις Χριστέ,* ἐλέησον ἡμᾶς.

Θεοφάνους, ὁ αὐτός.
Πόθῳ θείῳ* καί ἔρωτι τῶν μελλόντων* πρακτικῶς πολιτευσάμενοι,* τάς σωτηρίους ὁδούς διηνύσατε·* ὅθεν τό καρτερόν τῆς ψυχῆς* ἀκηλίδωτον τηρήσαντες,* τῶν ἐνύλων τελείως ἀντέστητε·* Πνεύματι δέ Θείῳ χρυσωθέντες,* ἀχρύσως τάς ἰάσεις,* τοῖς νοσοῦσι παρέχετε·* δυάς ἱερά,* φωταυγής ξυνωρίς,* πεφωτισμένον θεῖον ζεῦγος Ἀνάργυροι,* οἱ ἐν θλίψεσι καί νόσοις* ἐπισκεπτόμενοι ἡμᾶς* καί τῶν ψυχῶν ἡμῶν τάς νόσους,* ἀναργύρως ἰώμενοι.

Γερμανοῦ, ὁ αὐτός.
Μεγάλων ἀξιωθέντες δωρεῶν, Πανεύφημοι,* ἐν ταπεινότητι βίου* ἐν τῇ γῇ ἐπολιτεύεσθε·* καί διερχόμενοι πανταχοῦ,* δωρεάν τῶν νοσούντων* τά πάθη ἰώμενοι,* ὤφθητε Ἀγγέλων συνόμιλοι·* Κοσμᾶ σύν Δαμιανῷ τῷ σοφῷ,* ἀδελφοί τερπνότατοι·* καί ἡμῶν τά πάθη,* ταῖς εὐχαῖς ὑμῶν ἰάσασθε.

Γερμανοῦ, ὁ αὐτός.
γάλλεται ὁ χορός* τῶν Ἁγίων εἰς αἰῶνας·* βασιλείαν γάρ οὐρανῶν ἐκληρονόμησαν·* γῆ τά λείψανα αὐτῶν δεξαμένη,* εὐωδίαν διέπνευσε·* δοῦλοι Χριστοῦ γεγόνασι,* κατασκηνώσαντες εἰς ζωήν τήν αἰώνιον.

Ὁ αὐτός.
ατροί τῶν ἀσθενούντων,* θησαυροί τῶν ἰαμάτων,* σωτήρες τῶν πιστῶν,* Ἀνάργυροι πανευκλεεῖς,* τούς ἐν ἀνάγκαις κράζοντας* καί ὀδυνομένους ἰάσασθε·* ἱκετεύοντες Θεόν τόν ἀγαθόν,* λυτρώσασθαι ἡμᾶς* τῶν παγίδων τοῦ ἐχθροῦ.

Ἰωσήφ, ὁ αὐτός.
ν ψυχῇ καθαρᾷ* καί διανοίᾳ διαυγεστάτῃ,* δεῦτε πιστοί σύν τοῖς Ἀγγέλοις* καί ἡμεῖς πανηγυρίσωμεν,* τήν πάντιμον μνήμην* τῶν Ἀναργύρων τοῦ Χριστοῦ·* καί μετά πόθου καί πίστεως,* αὐτοῖς ἐκβοήσωμεν·* χαίροις Κοσμᾶ ἁγιώτατε,* χαίροις Δαμιανὲ ἀξιάγαστε·* χαίρετε ξυνωρίς* παμφαεστάτη καί πάντρεπνε·* χαίρετε τῶν νοσούντων* ἰατροί ὀξύτατοι* καί πάσης τῆς οἰκουμένης* τό περίδοξον εὖχος καί ἄκουσμα·* ὡς ἔχοντες παρρησίαν πρός τόν Κύριον,* ἐκτενῶς πρεσβεύσατε* ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Ἰωσήφ, Ἦχος γ´.
Πῶς μή θαυμάσωμεν,* τούς ἀθλητικούς ὑμῶν ἀγῶνας,* Ἅγιοι Ἀνάργυροι·* ὑμεῖς γάρ τά φθαρτά παριδόντες* καί ὡς σκύβαλα ἡγησάμενοι,* προσεκολλήθητε Χριστῷ,* τῷ δι᾿ ἡμᾶς ἐνανθρωπήσαντι·* διό καί τοῖς ἴχνεσι Τούτου ἑπόμενοι,* εὐαγγελικῶς τόν βίον διηνύσατε·* χάριν δέ λαβόντες* τήν τοῦ Ἁγίου Πνεύματος,* πηγάζετε τοῖς πιστοῖς* ἰαμάτων χαρίσματα·* ἐξαιτούμενοι τόν Σωτῆρα Χριστόν,* ἵνα ἄφεσιν δωρήσῃ* ταῖς ψυχαῖς τῶν πιστῶς ἑορταζόντων* τήν πάμφωτον μνήμην ὑμῶν.

Δόξα. Ἦχος πλ. β´. Ἀνδρέου Πυροῦ.
Φαιδρά καί ἐπίφωτος* ἀνέτειλε σήμερον* ἡ μνήμη τῶν Ἀναργύρων Χριστοῦ,* λαμπρῶς καταλάμπουσα* ταῖς ἀκτῖσι τῶν θαυμάτων·* δεῦτε οὖν φιλέορτοι* πιστῶς πανηγυρίσωμεν·* δεῦτε τῇ σορῷ τῶν Ἁγίων,* προθύμως πάντες προσδράμωμεν·* ὅπως ταχίστην ἴασιν ἀφθόνως* παρ᾿ αὐτῶν κομισώμεθα·* ἀναργύρως γάρ παρέχουσι πᾶσι,* τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος,* τῶν ἰαμάτων τά χαρίσματα.

Καί νῦν. Θεοτοκίον. Τριήμερος ἀνέστης Χριστέ.
Πανύμνητε κατάβαλε, ἐχθρῶν* μιαιφονούντων ἰσχύν* καί τήν λύπην τοῦ λαοῦ Σου* εἰς χαράν, Παρθένε, μετάβαλε·* καὶ ἔλεος παράσχου,* ὅπως σωθέντες ἀνυμνῶμεν Σε.

Εἰς τόν Στίχον Στιχηρά Προσόμοια.  Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ἀναργύρων τῇ μνήμῃ* πάντες συνδράμωμεν,* ἐν καθαρᾷ καρδίᾳ* καί ἁγνῷ συνειδότι,* αὐτοῖς συνεκβοῶντες, χαίροις δυάς* τῶν ἀσθενούντων ἡ ἴασις·* ὅτι ὑμεῖς ἀπειλήφατε ἐκ Θεοῦ,* τήν ἐξουσίαν τῶν ἰάσεων.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τάς ἐντολάς τοῦ Κυρίου* καλῶς φυλάξαντες,* φιλαργυρίας νόσον,* ἐκτεμόντες πανσόφως,* ἰᾶσθε ἀναργύρως· ὅθεν ὑμῶν* τήν πανσέβαστον ἄθλησιν,* ἀξιοχρέως τιμῶμεν· θαυματουργοί,* ἱκετεύσατε σωθῆναι ἡμᾶς.

 Ἰδού δὴ τί καλόν ἢ τί τερπνόν, ἀλλ’ ἤ τό  κατοικεῖν  ἀδελφούς  ἐπί  τῷ  αὐτῷ;
ς παρρησίαν λαβόντες* παρά τοῦ μόνου Θεοῦ,* τοῦ ἐλεεῖν καί σῴζειν* ἐκ ποικίλων κινδύνων,* λυτρώσασθε τούς πίστει ὑμνοῦντας ὑμᾶς,* θεοφόροι Ἀνάργυροι·* καί ἐκ παθῶν καί κινδύνων καί πειρασμῶν,* ψυχῆς ἅμα καί τοῦ σώματος.

Δόξα. Ἦχος πλ. β´.
Πάντοτε ἔχοντες Χριστόν,* ἐνεργοῦντα ἐν ὑμῖν* Ἅγιοι Ἀνάργυροι,* θαυματουργεῖτε ἐν κόσμῳ,* ἀσθενοῦντας θεραπεύοντας·* καί γάρ τό ἰατρεῖον ὑμῶν,* πηγή ὑπάρχει ἀνεξάντλητος·* ἀντλουμένη δέ μᾶλλον ὑπερεκβλύζει* καί χεομένη περισσεύεται·* καθ᾿ ἑκάστην κενουμένη καί πληθυνομένη,* πᾶσι χορηγοῦσα καί μή λειπομένη·* καί οἱ ἀρυόμενοι κορέννυνται ἰάματα* καί αὕτη διαμένει ἀδαπάνητος·* τί οὖν ὑμᾶς καλέσωμεν;* θεράποντας ἰατρούς* ψυχῶν τε καί σωμάτων;* ἰατῆρας παθῶν ἀνιάτων;* δωρεὰν ἰωμένους ἅπαντας;* εἰληφότας χαρίσματα;* παρά τοῦ Σωτῆρος Χριστοῦ,* τοῦ παρέχοντος ἡμῖν τό μέγα ἔλεος.

Καί νῦν. Θεοτοκίον. Τριήμερος ἀνέστης Χριστέ.
            Μετάνοιαν οὐ κέκτησαι,* ψυχὴ ἀμετανόητε,* τί βραδύνεις;* τοῦ θανάτου ἡ τομή ἐγγίζει* καί τό τέλος ἐφέστηκεν ὡς κλέπτης·* τῇ Θεοτόκῳ δράμε, πρόσπεσον.

Νῦν ἀπολύεις. Τρισάγιον.  
 
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
            γιοι Ἀνάργυροι καί θαυματουργοί,* ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν·* δωρεάν ἐλάβετε,* δωρεάν δότε ἡμῖν.

 Ἀπολυτίκιον ἄλλον. Ἦχος γ´. Θείας Πίστεως.
Θείου Πνεύματος τῇ χειρουργίᾳ,* θεραπεύετε παντοίας νόσους,* σύν τῷ Κοσμᾶ Δαμιανέ, οἱ Ἀνάργυροι·* ὁ γάρ Σωτήρ ἰατροὺς ὑμᾶς ἔδειξεν,* εἰς περιποίησιν πάντων καί ἴασιν·* ὅθεν ῥύσασθε παθῶν, δυσχεριῶν καί θλίψεων,* τούς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.

Ἀπολυτίκιον ἕτερον. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
νάργυροι Κυρίου, οἰκουμένης τό κλέος,* Ἐκκλησίας ἀγλάϊσμα καί πιστῶν τό  διάσωσμα·* ἐκ Ῥώμης ἐξέλαμψεν ἡμῖν,* ὡς ἥλιος ἐκ τῶν ἀνατολῶν,* ἡ ὑμῶν πάμφωτος μνήμη καί   ἱερά* καί εὐφροσύνης ἔπλησε τούς μέλποντας·* δόξα τῷ Βασιλεῖ ἡμῶν Θεῷ,* δόξα τῷ ὑμᾶς δοξάσαντι,* δόξα τῷ ἐνεργοῦντι  δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Καί νῦν. Θεοτοκίον.
      Τοῦ Γαβριήλ φθεγξαμένου Σοι Παρθένε...

ΟΡΘΡΟΣ

Μετά τόν Ἐξάψαλμον  εἰς  τό «Θεός Κύριος», τά Ἀπολυτίκια  ὡς  εἰς  τον  Ἑσπερινόν.

Μετά  τήν  α’ στιχολογίαν  Κάθισμα. Ἦχος α´. Τόν τάφον Σου Σωτήρ.
Δυάδα σεπτήν* τῶν σοφῶν Ἀναργύρων,* Κοσμᾶν τόν θαυμαστόν* καί τόν σύμπνοα τούτου,* τόν ἔνδοξον Δαμιανόν,* ξυνωρίδα τήν ἔνθεον*, ἀνυμνήσωμεν* δεῦτε ἐν πίστει καί πόθῳ*, ἑορτάζοντες* τήν τούτων πάνσεπτον μνήμην,* φαιδρῶς διαλάμπουσαν.

Δόξα. Ὅμοιον.
νάργυροι σεπτοί,* ξυνωρίς θειωτάτη,* Τριάδος τῆς  σεπτῆς* κήρυκες λόγῳ  καί  ἔργῳ·* οἱ Λόγου  ἐκφάντορες*  καί  τῆς  Πίστεως  πρόμαχοι,* ἑορτάζοντας* τούς τήν λαμπράν ὑμῶν μνήμην,* νόσων, ζάλης τε* καί ἐκ παντοίας ἀνάγκης,* ἐν τάχει λυτρώσασθε.

Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
λπίς Χριστιανῶν,* Παναγία Παρθένε,* Ὅν ἔτεκες Θεόν,* ὑπὲρ νοῦν τε καί λόγον,* ἀπαύστως ἱκέτευε,* σύν ταῖς ἄνω Δυνάμεσι,* δοῦναι ἄφεσιν* ἁμαρτιῶν ἡμῖν πᾶσι* καί διόρθωσιν* βίου, τοῖς πίστει καί πόθῳ ἀεί Σε δοξάζουσι.

Μετά τήν β´ στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχύ προκατάλαβε.
Φωστῆρες ὑπέρλαμπροι τῆς Ἐκκλησίας Χριστοῦ,* ἐκ Ρώμης ἐκλάμψαντες τῇ οἰκουμένῃ σοφοί,* Ἀνάργυροι ἔνδοξοι·* πάρεστε ἀοράτως,* τοῖς ὑμᾶς μελῳδοῦσι,* κάμνοντας ἀσθενείᾳ,* διασώσατε τάχος·* ἐλπίζοντες γάρ ἐφ᾿ ὑμᾶς,* πίστει προστρέχομεν.
Δόξα. Ὅμοιον.
Πολλαῖς περιστάσεσι συνεχομένους ἡμᾶς,* πεσεῖν δέ ἐγγίζοντας ἐν ἀπογνώσει δεινῇ,* Ἀνάργυροι Ἅγιοι,* ῥύσασθε ταῖς πρεσβείαις* ταῖς ὑμῶν, Ἀθλοφόροι·* σπεύσατε βοηθῆσαι,* τοῖς θερμοῖς αἰτουμένοις* ὑμᾶς, τήν λύσιν σφαλμάτων καί μέγα ἔλεος.

Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
λπίς ἀκαταίσχυντε τῶν πεποιθότων εἰς Σέ,* ἡ μόνη κυήσασα ὑπερφυῶς ἐν σαρκί,* Χριστόν τόν Θεόν ἡμῶν·* τοῦτον σύν τοῖς Ἁγίοις Ἀναργύροις δυσώπει,* δοῦναι τῇ οἰκουμένῃ,* ἱλασμόν καί εἰρήνην* καί πᾶσιν ἡμῖν πρό τέλους βίου διόρθωσιν.

Μετά τόν Πολυέλεον Κάθισμα.  Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
ν καρδίᾳ καθαρᾷ,* δεῦτε συνδράμωμεν πιστοί,* Ἀναργύρων τῶν σοφῶν,* τῇ πανενδόξῳ ἑορτῇ·* καί ἐν ὠδαῖς ᾀσμάτων τούτους δοξάσωμεν·* μεγάλως γάρ αὐτούς* Χριστός ἐδόξασεν* καί κόσμῳ ἰατρούς,* θείους ἀνέδειξεν·* καί τῇ Αὐτοῦ δυνάμει ὁπλισθέντες,* θαυματουργοῦντες οὐ παύονται*, πάθη ποικίλα,* τῶν ἀσθενούντων,* παραδόξως ἰώμενοι.
Δόξα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
ορτάζει σήμερον ἡ οἰκουμένη,* τήν φαιδράν πανήγυριν* τῶν Ἀναργύρων τῶν σοφῶν,* ἐν εὐφροσύνῃ κραυγάζουσα,* δυάς ἁγία, ἡμῖν ἀεί πρόστηθι.

Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
Τάς ἀχράντους χεῖρας Σου Παρθενομῆτορ* ἐφαπλοῦσα σκέπασον,* τούς πεποιθότας ἐπί Σέ* καί τῷ Υἱῷ Σου κραυγάζοντας,* πᾶσι παράσχου* Χριστέ τά ἐλέη Σου.

Οἱ Ἀναβαθμοί. Τό α´ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον. Ἦχος δ´.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γάρ ἐφ᾿ ὑμᾶς τάς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγάς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου, ἀποβήσεται δέ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν μή προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γάρ δώσω ὑμῖν στόμα καί σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν· παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων· καί θανατώσουσιν ἐξ ὑμῶν· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τό ὄνομά μου· καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν.
Εἶτα ὁ Μ´ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀναργύρων…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Στίχος, λέησόν με ὁ Θεός…
Ἰδιόμελον τῶν Ἁγίων. Ἦχος πλ. β´.
Δεῦτε πιστοί σήμερον,* πνευματικῶς πανηγυρίσωμεν* καί φαιδρῶς ἑορτάσωμεν* τήν πάμφωτον μνήμην* τῶν σοφωτάτων Ἀναργύρων* καί χαρμονικῶς αὐτοῖς ἐκβοήσωμεν·* χαίρετε στρατιῶται τοῦ Χριστοῦ γενναιότατοι·* χαῖρε Κοσμᾶ* λαμπτὴρ διαυγέστατε·* χαῖρε Δαμιανέ πανάριστε·* χαίρετε ἄμφω ξυνωρίς ὁμότροπε* καί ἰατροί ποικίλων νοσημάτων·* μή παύσητε πρεσβεύειν ὑπέρ ἡμῶν,* τῶν μετά πόθου ἐκτελούντων* ὑμῶν τά μνημόσυνα.

Οἱ Κανόνες. Πρῶτον τῆς Θεοτόκου, μετά τῶν Εἱρμῶν εἰς ἕξ· εἶτα τῶν Ἁγίων  Κανόνες δύο εἰς η´.
Ὁ Κανών τῆς Θεοτόκου. Ἦχος δ´.
νοίξω τό στόμα μου* καί πληρωθήσεται Πνεύματος* καί λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί·* καί ὀφθήσομαι,* φαιδρῶς πανηγυρίζων·* καί ᾄσω γηθόμενος,* Ταύτης τά θαύματα. (Δίς).

Σύ μόνη ἀντίληψις,* καταφυγή καί συντήρησις,* τῶν δούλων Σου πέφυκας,* Θεογεννῆτορ Ἁγνή·* διά τοῦτό Σοι* προσπίπτω καί κραυγάζω,* σῶσόν με τόν ἄθλιον,* τῇ συμπαθείᾳ Σου.

Αἱ πράξεις αἱ κρύφιαι,* τό συνειδός μου μαστίζουσι,* πρό προσώπου φέρουσαι,* τούτου τόν ἔλεγχον·* σπεῦσον, Δέσποινα,* βοήθεια γενοῦ μοι·* πρό τῆς τελειώσεως,* ῥῦσαι καί σῶσόν με.

γίασον, Δέσποινα,* τήν μολυνθεῖσαν καρδίαν μου,* ἡ τόν Ὑπεράγιον* Λόγον κυήσασα* καί ὑπάρχουσα* πασῶν ἁγιωτέρα,* τῶν ἄνω Δυνάμεων, μόνη Πανύμνητε.

ν Σοί τάς ἐλπίδας μου,* τῆς σωτηρίας ἀνέθηκα* καί πρός Σέ τήν εὔσπλαγχνον,* πίστει κατέφυγον·* μή παρίδῃς με,* ἐλπὶς ἀπελπισμένων,* ἀλλ᾿ ὡς παντοδύναμος,* πρόφθασον σῶσόν με.

Ὁ Κανών τῶν Ἁγίων. Ἦχος ὁ αὐτός. Τῷ ὁδηγήσαντι.
Τούς ἐκ Θεοῦ δεδομένους,* πᾶσιν ἡμῖν χάριτι,* θαυματουργούς καί ἰατρούς·* τῆς Ἐκκλησίας τό στήριγμα,* τῶν εὐσεβῶν τό κραταίωμα,* φωναῖς ἀγαλλιάσεως,* ὑμνολογήσωμεν  σήμερον.

Οἱ ἐν βυθῷ νοσημάτων* καὶ χαλεπῷ, τρικυμιζόμενοι πάντοτε,* δεῦτε λιμένι προσέλθωμεν χαίροντες,* τῶν Ἀναργύρων ἰατρῶν,* ὅπως σωθείημεν.

Οἶκος δειχθέντες τοῦ Θείου* καί Παντουργοῦ Πνεύματος,* ταῖς ὑπερφώτοις ἀρεταῖς τοῦτον ἡμῖν,* Παμμακάριστοι, τόν θεῖον οἶκον δεικνύετε πέλαγος,* ταῖς ἐπισκέψεσιν ὑμῶν θείων ἰάσεων.

Θεοτοκίον.
Σέ τοῦ Θεοῦ τό χωρίον,* τήν νοητὴν τράπεζαν,* τήν καλλονήν τοῦ Ἰακώβ,* τήν εὐδιάβατον γέφυραν* καί ἀδιάσειστον κλίμακα,* Ἄχραντε, αἱ γενεαί τῶν γενεῶν* πόθῳ μακαρίζομεν.

Ἕτερος Κανών. Ποίημα Ἰωσήφ.
Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Δίδου μοι λόγον Βασιλεῦ οὐράνιε,* τοῦ ἀνυμνῆσαι τούς Σούς, Χριστέ Ἀναργύρους,* τούς ἐν κόσμῳ λάμψαντες,* δίκην φωστήρων χάριτι,* παρά Σοῦ τῇ δοθείσῃ* καί τήν ψυχήν μου καταύγασον,* τήν ἐσκοτισμένην τοῖς πάθεσι.

Δυάς σεπτή τῶν Ἀναργύρων ἔνδοξε,* τῆς Ἐκκλησίας Χριστοῦ,* λαμπτῆρες οἱ θεῖοι,* οἱ γῆν οὐρανώσαντες,* ταῖς διδαχαῖς θεόσοφοι,* αἷς πολλούς ἐκ τῆς πλάνης,* τῆς τῶν εἰδώλων ἐστρέψατε,* πρός θεογνωσίαν πανόλβιοι.

Δυναμωθέντες τοῦ Χριστοῦ τῇ χάριτι,* θεῖοι Ἀνάργυροι,* πᾶσαν τῶν δαιμόνων,* τήν ἰσχὺν ἐλύσατε* καί ἰατροὶ ἐδείχθητε* νοσημάτων ποικίλων,* ψυχῆς ὁμοῦ τε καί σώματος,* πᾶσι τοῖς ἐν πίστει προστρέχουσι.

Θεοτοκίον.
ὑπερούσιος Θεός Πανάμωμε,* ἐκ Σοῦ σεσάρκωται* καί δι᾿ ἡμᾶς ὤφθη* καθ᾿ ἡμᾶς ὡς ἄνθρωπος·* Ὅν ἐκτενῶς ἱκέτευε,* ὑπὲρ πάντας ἀνθρώπους,* ἡμαρτηκότα με, Πάναγνε,* σῶσαι καί κολάσεως ῥύσασθαι.

Ὠδή γνι ι θεοσαατουργο______________________________________________________________________________________________________________´.
Τούς Σούς ὑμνολόγους Θεοτόκε,* ὡς ζῶσα καί ἄφθονος πηγή,* θίασον συγκροτήσαντος* πνευματικόν, στερέωσον·* καί ἐν τῇ θείᾳ δόξῃ Σου,* στεφάνων δόξης ἀξίωσον. (Δίς).

Τήν δρόσον τῆς Σῆς μοι εὐσπλαγχνίας* παράσχου, Πανάμωμε Ἁγνή,* τῆς ἁμαρτίας καύσωνι* τηκομένῳ καί θλίψεων,* ψυχήν ἐπαναψύχουσα* καί τήν καρδίαν μου εὐφραίνουσα.

Νοός μου τό σκότος Θεοτόκε,* φωτί τῷ ἐν Σοὶ ὡς ἀγαθή,* ἐκδυσωπῶ διάλυσον* καὶ μετανοίας δάκρυσι,* ῥιφθῆναί με ἀξίωσον* ὡς συμπαθής καί πολυέλεος.

Ρανίσιν ἐλέους Σου Παρθένε,* τούς ἄνθρακας σβέσον τῶν ἐμῶν* παθῶν, Θεοχαρίτωτε,* καί ἐσβεσμένον ἄναψον,* τόν λύχνον τῆς καρδίας μου,* χρυσῆ λυχνία ὑπάρχουσα.

Χειμάζει με κλύδων ἁμαρτίας* καί σάλος ἀτόπων λογισμῶν,* σπλαγχνίσθητι, Πανάμωμε,* καί χεῖρα βοηθείας μοι,* ὡς ἐλεήμων ἔκτεινον,* ὅπως σωζόμενος γεραίρω Σε.

Ἄλλος. Ὁ στερεῶν βροντήν.
Δυάς σεπτή θείων Ἀναργύρων,* ταῖς τρισηλίοις λάμψεσι,* καταυγασθεῖσα πανευκλεῶς,* ἰαμάτων δᾳδουχίαις,*  φωταγωγεῖ τά πέρατα,* εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν.

γγελικοῖς χορείαις συνημμένοι* καί παρεστῶτες, Ἅγιοι,* θρόνῳ δόξης πανευκλεῶς,* ἐπισκέπτεσθε τούς κάτω,* ἐν συμπαθείᾳ πάντοτε* δεινῶν ἐξαιρούμενοι.

Τριαδικῶς τήν θείαν μοναρχίαν* θεολογοῦντες, Ἅγιοι, ἐπολιτεύσασθε* ἐπὶ γῆς ὥσπερ Ἄγγελοι,* τό θεῖον ἀποπληροῦντες βούλημα* καί νῦν μακαρίζεσθε.

Θεοτοκίον.
φοβερός ταῖς ἄνω στρατηγίαις,* ἐν Σοί ἀφράστως ᾤκησε,* καθαρωτέραν εὑρηκώς,* ὁρατῆς καί νοουμένης,* ἁγνὴ Παρθένε, φύσεως,* διό Σε μακαρίζομεν.

Ἄλλος. Σύ εἶ τό στερέωμα.
σεπτός ναός ὑμῶν,* θεῖοι Ἀνάργυροι, κέκτηται* παρά Θεοῦ χάριν καί ὑγείαν,* τοῖς νοσοῦσι βραβεύεται.

γιοι Ἀνάργυροι,* Χριστιανοῖς ἀεί πάρεστε* καί δωρεάν ἐξιᾶσθε τούτων,* τά ποικίλα νοσήματα.

Κοσμᾶ ἁγιώτατε,* Δαμιανέ τε πανάριστε,* κάμφθητε νῦν, τῇ ταλαιπωρίᾳ* τῶν βροτῶν, παναοίδιμοι.

 Θεοτοκίον

Στῆσόν μου τόν τάραχον* τῶν λογισμῶν, ἁγνὴ Δέσποινα·* παῦσον ψυχῆς πᾶσαν ἀθυμίαν,* τόν Χριστὸν ἡ κυήσασα.

Κάθισμα. Ἦχος πλ. δ´. Τήν σοφίαν καί λόγον.
αμάτων φωστῆρες θαυματουργοί* καί θαυμάτων λαμπτῆρες φωταγωγοί* πᾶσιν ἀνεδείχθητε,* τῇ τοῦ Πνεύματος χάριτι·* τῶν γάρ παθῶν τήν φλόγα,* τῇ πίστει δροσίζοντες,* τῶν πιστῶν ἐν ταύτῃ* τό φρόνημα θάλπετε·* ὅθεν ἰατρεῖον* τῶν ψυχῶν κεκτημένοι,* τόν θεῖον ναόν ὑμῶν,* θεοφόροι Ἀνάργυροι·* διά τοῦτο βοῶμεν ὑμῖν,* πρεσβεύσατε Χριστῷ τῷ Θεῷ,* τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,* τοῖς ἑορτάζουσι πόθῳ* τήν ἁγίαν μνήμην ὑμῶν.

Ἕτερον. Ἦχος γ´. Τὴν ὡραιότητα.
Φαιδρά πανήγυρις,* δεῦτε συνδράμωμεν* πιστῶς, φιλέορτοι,* καί ἐκβοήσωμεν,* θεῖοι Ἀνάργυροι Κοσμᾷ,* σύν Δαμιανῷ τῷ κλεινῷ·* πάθη τῶν ψυχῶν ἡμῶν,* ἀλγηδόνας σωμάτων τε,* τάχει ἐξιάσασθε,* ἐνεργείᾳ τοῦ Πνεύματος· δωρεάν γάρ ἐκ Θεοῦ λαμβάνοντες,* δωρεάν τε ὑμεῖς δίδοσθε.

Θεοτοκίον. Ὅμοιον.
Τήν νεκρωθεῖσαν μου τοῖς παραπτώμασι,* ψυχὴν, Πανάμωμε* Δέσποινα, ζώωσον,* ὡς παρρησίαν μητρικήν,* πρός τόν Υἱόν Σου ἔχουσα·* Σύ γάρ μόνη ἔτεκες,* ὑπὲρ νοῦν καί διάνοιαν,* Λόγον τόν συνάναρχον,* τῷ Πατρί καί τῷ Πνεύματι,* ζωήν καί ἀφθαρσίαν τῷ κόσμῳ,* διδόντα ἀεί καί τό μέγα ἔλεος.

Ὠδὴ δ´. Ὁ Εἱρμός.
Τήν ἀνεξιχνίαστον θείαν βουλήν,* τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,* Σοῦ τοῦ Ὑψίστου,* ὁ Προφήτης Ἀββακούμ,* κατανοῶν ἐκραύγαζε·* δόξα τῇ δυνάμει Σου Κύριε. (Δίς).

πανυπερθαύμαστος μήτηρ Θεοῦ,* λάμψον μετανοίας ἀκτῖνά μοι,* λῦσον τόν ζόφον* τῆς ἀθλίας μου ψυχῆς* καί πονηρούς ἀφάνισον* διαλογισμούς τῆς καρδίας μου.

Σέ τό ἱλαστήριον πάντων βροτῶν,* πίστει ἱκετεύω· καί δέομαι,* ὡς ἐλεήμων* ἴλεών μοι τόν Κριτήν* καί Σόν Υἱόν ἀπέργασαι,* ὅπως ἐν αἰνέσει δοξάζω Σε.

Τήν τεταπεινωμένην, μόνη Ἁγνή,* καί λελεπρωμένην καρδίαν μου,* ταῖς ἀκαθάρτοις* τῶν παθῶν ἐπαγωγαῖς,* ὡς ἰατρός θεράπευσον* καί χειρός δαιμόνων ἐξάρπασον.

Σκέπη καί ἀντίληψις, καταφυγή,* γενοῦ μοι Παρθένε τῷ δούλῳ Σου* καί λύτρωσαί με* τῆς γεέννης τοῦ πυρός,* τόν καταδίκης ἄξιον,* ὅπως αἰωνίως δοξάζω Σε.

Ἄλλος. Εἰσακήκοα ὁ Θεός τήν ἀκοήν.
φθαρσίας καταστολὴν ἐνδεδυμένοι,* τῇ ἀπεκδύσει τοῦ γεώδους σκήνους, Ἅγιοι,* σύν Ἀγγέλοις πάντοτε,* τῷ τῆς Τριάδος θρόνῳ παρίστασθε.

Πολυώδυνα τῶν ψυχῶν ἰᾶσθε πάθη* καί ἀρρωστίας τῶν σωμάτων θεραπεύετε,* εὐκλεεῖς Ἀνάργυροι,* ῥῶσιν χαριζόμενοι* καί τῶν λυπούντων πάντων ἀνάκλησιν.

Τούς προστρέχοντας εὐσεβῶς* ἐν τῷ ἁγίῳ ναῷ ὑμῶν,* ἐπισκέψασθε Ἀνάργυροι,* ῥῶσιν χαριζόμενοι* καί τῶν λυπούντων πάντων ἀνάψυξιν.

Θεοτοκίον.
λαμπάς τοῦ θείου φωτός,* ἡ ἀνωτέρα πάντων,* ἡ τόν ἄνθρωπον θεώσασα,* ὡς Θεόν κυήσασα,* ἡ Θεοτόκος δοξάζεται.

Ἄλλος. Σύ μου ἰσχύς Κύριε.
ξ ἁπαλῶν ὀνύχων, θεῖοι Ἀνάργυροι,* τόν Σωτῆρα καί Θεόν ποθήσαντες,* τά δέ τερπνά βίου τοῦ φθαρτοῦ,* σαφῶς παριδόντες,* τῶν ἄνω ἐπαπολαύετε* καί νῦν σύν τοῖς Ἀγγέλοις* ἐκβοᾶτε ἀπαύστως·* τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Πᾶς εἰσιών, ἐν πίστει καθαγιάζεται,* τῷ τεμένει ὑμῶν, Παμμακάριστοι·* τῷ ὄντι γάρ Πνεύματος πλουτεῖ* Σιλωάμ ὡς ἄλλη πηγή* χάριν καί δύναμιν·* καί σώζει ἐκ κινδύνων,* τούς πιστῶς ἐκβοῶντας·* τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Τούς τήν ὑμῶν θείαν πανήγυριν, Ἅγιοι,* ἐκτελοῦντας, ῥύσασθε κολάσεως* καί προσβολῶν τῶν τοῦ πονηροῦ,* βλάβης τε παντοίας* καί ἐπηρείας καί θλίψεως,* προθύμως ἵνα πάντες,* τῷ Θεῷ ἐκβοῶμεν·* τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Θεοτοκίον.
Μετά πασῶν τῶν Οὐρανίων Δυνάμεων,* μετά πάντων, Δέσποινα Πανάμωμε,* τῶν Προφητῶν καί τῶν Ἀθλητῶν* καί τῶν Ἀποστόλων* καί τῶν Ὁσίων ἱκέτευε,* τυχεῖν με σωτηρίας,* τόν πολλὰ ἁμαρτόντα* καί ῥυσθῆναι μελλούσης κολάσεως.

Ὠδὴ ε´.
ξέστη τά σύμπαντα,* ἐπὶ τῇ θείᾳ δόξῃ Σου·* Σὺ γάρ, Ἀπειρόγαμε Παρθένε,* ἔσχες ἐν μήτρᾳ τόν ἐπί πάντων Θεόν* καί τέτοκας ἄχρονον Υἱόν,* πᾶσι τοῖς ὑμνοῦσί Σε,* σωτηρίαν βραβεύοντα. (Δίς).

Νεκρούμενος πάθεσι* καί λογισμοῖς, Πανάμωμε,* πρός τούς οἰκτιρμούς Σου καταφεύγω,* πρός τήν θερμήν Σου προστρέχω, Δέσποινα,* σκέπην καί βοήθειαν, ζωήν* μόνη ἡ κυήσασα,* τήν καρδίαν μου ζώωσον.

Ρομφαίᾳ τρωθέντα με,* τῆς ἁμαρτίας ἴασαι,* τῷ δραστικωτάτῳ Σου φαρμάκῳ,* ἡ τόν Σωτῆρα τεκοῦσα Κύριον,* λόγχῃ τόν τρωθέντα δι᾿ ἐμέ,* Ἄχραντε, καί τρώσαντα,* τήν καρδίαν τοῦ ὄφεως.

Νοός μου θεράπευσον* τάς ἐκτροπάς, Πανάμωμε, ἴασαι τά πάθη τῆς ψυχῆς μου,* τῆς ῥαθυμίας σκότος ἀπέλασον,* ὅπως εὐχαρίστως ἀνυμνῶ,* πόθῳ καί γεραίρω Σε,* τήν θερμήν μου ἀντίληψιν.

άσεων νάματα* ὀμβρίζεις, Ἀειπάρθενε,* πᾶσι τοῖς νοσοῦσιν, ὡς νεφέλη* ἔμψυχος ὄντως τοῦ Βασιλέως Χριστοῦ·* ὅθεν δυσωπῶ Σε ἐκτενῶς,* δρόσον ἰαμάτων μοι,* ἀσθενοῦντι κατάπεμψον.

Ἄλλος. Ἀνάτειλόν μοι Κύριε.
νατολῆς ὁρμώμενοι,* τῆς ὄντως φωτοδότιδος,* οἱ εὐκλεεῖς Χριστοῦ Ἀνάργυροι,* φωτίζουσι τόν κόσμον,* ἰαμάτων λάμψεσι* καί τό σκότος λύουσι* τῶν παθῶν τό χαλεπόν.

Οἱ νόσοις χειμαζόμενοι* καί πάθεσι ποντούμενοι* καί τρικυμίαις βυθιζόμενοι,* ἀμέτρων συμπτωμάτων,* δεῦτε καταφύγωμεν,* τῷ λιμένι χαίροντες,* τῶν πανσόφων ἰατρῶν.

Τριάδα τήν ὑπέρθεον,* ποθήσαντες οἱ Ἅγιοι,* Ταύτης θεράποντες ἐδείχθησαν·* διό ἐν συμπαθείᾳ,* πάντων θεραπεύουσι,* τά δεινά νοσήματα, ἀεί  θαυμαζόμενοι.

Θεοτοκίον.
νάτειλόν μοι Δέσποινα,* ἀκτῖνα θείας γνώσεως,* τῷ ἐν τῷ σκότει τῆς ἀγνωσίας* δεινῶς συνεχομένῳ·* καί πρός φῶς ὁδήγησον* μετανοίας, Ἄχραντε,* πύλη οὗσα τοῦ φωτός.

Ἄλλος. Ἵνα τί με ἀπώσω.
Πολυώδυνα πάθη,* ἐξιᾶσθε ὀξέως,* σοφοί Ἀνάργυροι,* καί τήν εὐρωστίαν* τοῖς νοσοῦσιν ἑτοίμως χαρίζεσθε·* καί γάρ ὁ Δεσπότης, Χριστός* ὑμῖν ἐπιβραβεύει,* ἰαμάτων τήν χάριν, Πανόλβιοι.

Τούς τήν μνήμην τελοῦντας* καί πιστῶς ἀνυμνοῦντας* ὑμῶν τήν ἄθλησιν,* κατὰ πάντα τρόπον* καί καιρόν ἐπισκέψασθε, Ἅγιοι,* ἐξ ἀνάγκης πάσης* καί ἐπηρείας τῶν δαιμόνων,* θείῳ σθένει αὐτούς διασῴζοντες.

ὑμῶν θεῖος οἶκος,* ἰατρεῖον τυγχάνει Χριστοῦ τῇ χάριτι·* τυφλοῖς γάρ τό βλέπειν* καί βαδίζειν χωλοῖς σαφῶς δίδοται,* φωνή δέ ἀλάλοις καί παρειμένοις εὐτονία,* τῇ ὑμῶν ἐπισκέψει χαρίζεται.

Θεοτοκίον.
Θεοῦ Θεός λόγος,* σάρκα ἀνελάβετο,* ἔννοιαν καί ἔμψυχον,* ἐκ Σοῦ Παναγία καί δι᾿ οἶκτον ἐγένετο ἄνθρωπος* καί ἐθέωσέ με, τόν παραβάσει ἀπωσθέντα·* Ὅν ἱκέτευε σῶσαι τά σύμπαντα.

Ὠδή στ´.
Τήν θείαν ταύτην καί πάντιμον,* τελοῦντες ἑορτήν οἱ θεόφρονες* τῆς Θεομήτορος,* δεῦτε τάς χεῖρας κροτήσωμεν,* τόν ἐξ αὐτῆς τεχθέντα* Θεόν δοξάζοντες. (Δίς).

μόνη πάντων βοήθεια,* βοήθησον ἡμῖν κινδυνεύουσι* καί χεῖρα ὄρεξον* καί πρός λιμένα κατεύθυνον* τῆς σωτηρίας, μόνη Θεοχαρίτωτε.

Λογοθεσίου με, Πάναγνε,* ἐν ὥρᾳ τῇ φρικτῇ Σύ ἐξάρπασον* τῆς τῶν δαιμόνων τε* δεινῆς ἀπάτης καί κρίσεως,* πυρός με ῥυομένη τοῦ αἰωνίζοντος.

μνολογῶ Σε, Πανύμνητε,* δοξάζω τά σεπτά μεγαλεῖα Σου·* τῶν ἀκαθάρτων με* διό παθῶν ἐλευθέρωσον* καί τῆς ἀφράστου δόξης με καταξίωσον.
μνεῖν Σε χρέος ὀφείλομεν,* ἀλλ᾿ ὄντως πρός ἀξίαν οὐ σθένομεν,* διό θαυμάζοντες,* σιγῇ τιμῶμεν τό ἄφραστον,* φρικτῶς ἐν Σοί, Παρθένε, πραχθέν Μυστήριον.
Ἄλλος. Ζάλη με λογισμῶν καταλαβόντα.
Βρύοντες ὡς πηγαί τοῦ σωτηρίου,* ἰάσεων νάματα,* ἐκπλύνετε πάντα ῥῦπον,* νοσημάτων ψυχῶν τε καί σωμάτων,* Ἀνάργυροι φωστῆρες,* τῆς οἰκουμένης ὑπέρλαμπροι.
γιος ὁ ναός ὑμῶν ὑπάρχει,* θαυμασίοις κοσμούμενος καί σημείοις,* ἐν ᾧ πᾶς τις προστρέχων ἐκ ψυχῆς,* κομίζεται ῥῶσιν,* χρεωστικῶς μακαρίζων ὑμᾶς.
ς δύο ἐκλάμπετε ἀστέρες,* ἐν τῷ στερεώματι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας* καί φωτίζετε Ταύτην εὐσεβῶς,* ἀκτῖσιν ἰαμάτων* θαυματουργοί μεγαλώνυμοι.
Θεοτοκίον.
Σῶσόν με ἡ τεκοῦσα τόν Σωτῆρα,* βυθός γάρ συνταράσσει με ἁμαρτημάτων* καί χειμάζει με κλυδώνιον ἡδονῶν* καί ζάλῃ τῶν πνευμάτων* τῆς πονηρίας ἐκθλίβει με.
Ἄλλος. Ἱλάσθητί μοι Σωτήρ.
τῶν λειψάνων ὑμῶν* σωρὸς κατευωδιάζουσα* τήν Ἐκκλησίαν Χριστοῦ,* Ἀνάργυροι ἔνδοξοι,* συγκαλεῖται ἅπαντας* πρός τήν εὐωδίαν* καί τήν δόξαν τοῦ Θεοῦ ἡμῶν.
Χαίροις Κοσμᾶ ἐκλεκτέ,* Δαμιανέ τε πανάριστε·* χαίροις δυάς φωταυγής,* ξυνωρίς θεόστεπτε,* Ἐκκλησίας ἥδυσμα·* χαίροις ζεῦγος θεῖον* καί τοῦ κόσμου ἀγαλλίαμα.
Κινδύνων παντοδαπῶν* καί ζάλης καί περιστάσεως,* λιμοῦ, λοιμοῦ τε ὁρμῆς ἀθέων, Ἀνάργυροι,* καί πάσης κακώσεως,* σπεύσατ᾿ ἐξελέσθαι,* τούς τιμῶντας ὑμᾶς, Ἅγιοι.
Θεοτοκίον.
Συνείληφας ἀληθῶς* τόν θεῖον Λόγον ἐν μήτρᾳ Σου* καί Τοῦτον ὑπερφυῶς,* Πανάμωμε, τέτοκας·* Ὅν λιταῖς ἱλέωσαι,* ὑπὲρ τῶν κυρίως Θεοτόκον ἀνυμνούντων Σε.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν Ἀναργύρων τῶν σοφῶν τήν μνήμην σήμερον,* τελειωσάντων εὐκλεῶς τό ζῆν ἐν τῇ Ρώμῃ,* τοῦ Χριστοῦ τό ὄνομα διά τό κηρύττειν·* ἀνυμνήσωμεν, φιλέορτοι, γηθόμενοι* καί προσπέσωμεν αὐτοῖς θερμῶς ἐκ πίστεως,* ἀνακράζοντες,* δυάς χαῖρε πανθαύμαστε.
Κοντάκιον ἕτερον. Ἦχος β´.
Οἱ τήν χάριν λαβόντες τῶν ἰαμάτων,* ἐφαπλοῦτε τήν ῥῶσιν τοῖς ἐν ἀνάγκαις,* ἰατροί θαυματουργοὶ ἔνδοξοι·* ἀλλά τῇ ὑμῶν ἐπισκέψει* καί τῶν πολεμίων τά θράση κατεβάλετε,* τόν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.
Ὁ Οἶκος.
Πάσης συνέσεως καί σοφίας, ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν· τήν ῥῶσιν γάρ δωρεῖται πᾶσιν ἀφθόνως· ὅθεν κἀμοί διηγήσεως χάριν δεδώρηται, ὑμνῆσαι ὡς θεοφόρους εὐαρέστους Χριστοῦ καί θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γάρ πάντας λυτροῦνται, τόν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.
Συναξάριον
Μήν Ἰούλιος, ἔχων ἡμέρας λα·´ ἡ ἡμέρα ἔχει ὥρας ιδ´ καί ἡ νὺξ ὥρας ι´. Τῇ α’ τοῦ  μηνός  μνήμη τῶν ἁγίων Μαρτύρων καὶ ἰαματικῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ρώμῃ τελειωθέντων.
Στίχοι.
Κοσμᾶν γεραίρω σύν Δαμιανῷ ἅμα,
Σοφούς ἰατρούς καί Λόγου Θεοῦ φίλους·
Οἱ τόν βίον ἔλειψαν ἐν Ρώμης ὄρει,
Κοσμᾶς Δαμιανός τε, πέτρῃσι δόλῳ κτάνθησαν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς· Ἀμήν.
Ὠδή ζ´. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν,* τῇ κτίσει οἱ θεόφρονες* παρά τόν Κτίσαντα·* ἀλλά πυρός ἀπειλήν,* ἀνδρείως πατήσαντες,* χαίροντες ἔψαλλον,*  Ὑπερύμνητε·* ὁ τῶν πατέρων Κύριος* καί Θεός, εὐλογητὸς εἶ.
ναλλοίωτον* τεκοῦσα μόνη Κύριον,* Θεοχαρίτωτε,* τῇ παναλκεῖ δεξιᾷ,* τόν νοῦν ἀλλοιῶσαί μου* Αὐτὸν ἱκέτευε,* πρός τά κρείττονα,* δεινῶς περιτρεπόμενον,* τῶν δαιμόνων ἐπηρείαις.
Βασίλισσα* Παρθένος ἡ κυήσασα,* τόν Βασιλέα Χριστόν,* οἰκτείρησον, σῶσον με,* κλονούμενον πάθεσι,* πίστει στερέωσον* καί ὁδήγησον,* πρός σωτηρίας τρίβον με,* τῶν πιστῶν ἡ σωτηρία.
λαστήριον μοι* φάνηθι, Πανάμωμε,* πρός τόν τεχθέντα ἐκ Σοῦ,* ἀποκοπάς χαλεπῶν,* χρεῶν προξενοῦσά μοι* καί Βασιλείας Θεοῦ θείαν εἴσοδον* καί τῆς τρυφῆς ἀπόλαυσιν* καί φωτός τήν μετουσίαν.
Παναμώμητε Μαρία* καί ἀσύγκριτε τῇ ἁγιότητι,* ἡ τόν Θεόν ἐν σαρκί,* Παρθένε κυήσασα,* ἀπειρογάμως ἁγνή,* Αὐτῷ πρέσβευε,* παντοίας με κακώσεως* καί κολάσεως ῥυσθῆναι.
Ἄλλος. Τό πρίν εἰκόνι τῇ χρυσῇ.
λαός ὁ τοῦ Θεοῦ,* συναθροιζόμενος πίστει,* ἐν τῷ τεμένει ὑμῶν, μακάριοι,* τάς δωρεάς ὑμῶν καταγγέλλει,* τάς ἰάσεις ἀνυμνεῖ,* ἀνευφημεῖ περιφανῶς* τόν τρόπον τόν ἔνθεον* καί μακαρίζει ἀεὶ* τήν πολιτείαν τήν σεπτήν.
Δεῦτε ἴδωμεν τήν πηγήν,* πίστει θαυμάτων ῥεῖθρα πηγάζουσαν* καί τῷ Κυρίῳ ἐν εὐφροσύνῃ* ἐκβοήσωμεν ὁμοῦ·* ὡς θαυμαστός εἶ ὁ Θεός,* παράδοξα τέρατα,* ἐπιτελῶν ἐπί τῆς γῆς,* διά τῶν Σῶν θεραπευτῶν.
ραιώθη ὁ ναός* τῶν ἱερῶν Ἀναργύρων,* ἐν θαυμασίοις πολλοῖς καί τέρασιν·* ἐν ᾧ ποικίλα ἰῶνται πάθη* τῶν ἐν πίστει ἀκλινεῖ,* προσερχομένων ἐν αὐτῷ* καί ἐν Θεῷ ἄνεσιν ἀναπεμπόντων ἀεί,* ὡς χορηγοῦ τῶν ἀγαθῶν.
Θεοτοκίον.
Καταβήσεται Χριστός,* ὡς ὑετὸς ἐπὶ πόκον,* ἐν τῇ γαστρί Σου, Θεοχαρίτωτε,* καί τούς χειμάρρους τῆς ἀνομίας,* καταπαύσει ὡς Θεός* καί ἀφθαρσίαν καί ζωήν* πηγάσει τοῖς μέλπουσιν·* εὐλογητός ὁ Θεός ὁ τῶν πατέρων ἡμῶν.
Ἄλλος. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Δεῦτε πιστοί ἐνθέοις ὕμνοις,* ἀνυμνήσωμεν τούς θείους Ἀναργύ-ους,* τῷ πανσέπτῳ αὐτῶν τεμένει εἰσιόντες* καί σύν αὐτοῖς βοήσωμεν,* ὁ Θεός εὐλογητός εἶ.
Θαύματα ἄπειρα πηγάζει,* ἡ πανσέβαστος σορός τῶν Ἀναργύρων,* τοῖς ἐν πίστει θερμῇ ταῦτῃ προσιοῦσι* καί ἐκ καρδίας κράζουσιν,* ὁ Θεός εὐλογητός εἶ.
Θεῖε Κοσμᾶ Δαμιανέ τε,* στρατιῶται Χριστοῦ τοῦ Παμβασιλέως,* τούς ὑμνητὰς ὑμῶν τηρήσατε ἐκ βλάβης* καί ἀρρωστημάτων φοβερῶν,* ποικίλως συμβαινόντων.
Θεοτοκίον.
Σῶσον με, Μῆτερ τοῦ Σωτῆρος,* συνεχόμενον βυθῷ ἁμαρτημάτων,* καί παντοίας ἐχθροῦ ἐξάρπασον κακίας,* ἵνα τήν Σύν σωζόμενος* κηρύσσω προστασίαν.
Ὠδὴ η´. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,* ὁ πόκος τῆς Θεοτόκου διεσώσατο,* τότε μέν τυπούμενος,* νῦν δέ ἐνεργούμενος,* τήν οἰκουμένην ἅπασαν ἐγείρει ψάλλουσαν· τόν Κύριον ὑμνεῖτε τά ἔργα* καί ὑπερυψοῦτε* εἰς πάντας τούς αἰῶνας. (Δίς).
σώτως τόν βίον διανύσας* καί πᾶσαν ἀκαθαρσίαν ἐργασάμενος,* τρέμω τό κριτήριον,* την  τε φρικτήν ἐξέτασιν* καί τήν δεινήν ἀπόφασιν τῆς καταδίκης μου·* ἐλέησον, Κόρη, τήν ψυχήν μου* καί πρό τοῦ θανάτου,* συγχώρησιν παράσχου.
ράθης Ἀγγέλων ὑπερτέρα,* Θεόν ἀπορρήτως σωματώσασα·* Τοῦτον οὗν ἱκέτευε,* Δέσποινα Πανάμωμε,* τῶν σαρκικῶν ἀνώτερον, γενέσθαι με πειρασμῶν* καί κρίσεως μελλούσης ῥυσθῆναι* καί τῆς αἰωνίου ζωῆς ἀξιωθῆναι.
Ναμάτων με πλήρωσον, Παρθένε,* ἐνθέων, ἡ τήν πηγήν κυοφορήσασα,* λύτρωσον τοῦ καύσωνος,* τῶν ἁμαρτημάτων με* καί πρός ζωήν ὁδήγησον καί σωτηρίαν, Ἁγνή,* ὅπως ᾄδω, πᾶσι τά θαυμάσια* καί γεραίρω Σου πόθῳ τήν δύναμιν.
Ἄλλος. Τοῦ Κυρίου ἡ γῇ καί πάντα τά ἐν αὐτῇ.
Νῦν οἰκοῦντες ἐν οὐρανοῖς,* ἐκτήσασθε πολίτευμα σαφῶς,* ἀγωνισάμενοι καλῶς* καί τόν ὄφιν καταβαλῶντες* καί χάριν λαβόντες,* τοῦ ἰᾶσθαι βροτῶν νοσήματα,* εἰς δόξαν καί αἶνον,* Ἀνάργυροι, Κυρίου.
Διανοίγετε ὀφθαλμούς, Ἅγιοι,* ἐντεύξει πρός Θεόν,* χωλοῖς παρέχετε σαφῶς εὐδρομίαν* καί παρειμένοις ὑγείαν τελείαν,* θαυμαζόμενοι πίστει, Ἀνάργυροι·* ὅθεν κατά χρέος,* ὑμᾶς ἀνευφημοῦμεν.
ς παράδεισος νοητός, Ἅγιοι,* γνωρίζεται ἡμῖν οὗτος ὁ οἶκος* μυστικὴν εὐωδίαν ἀεὶ προσφέρων* τήν ἔνθεον χάριν,* ἣν ἡμῖν Ἰησοῦς ἐχαρίσατο,* κατευωδιάζων ἡμῶν τάς διανοίας.
Θεοτοκίον.
ξ αἱμάτων σου ἱερῶν σεσάρκωται* ὁ πλαστουργὸς ἁπάντων* καί Σοῦ προῆλθεν ἐκ γαστρός,* Σέ παρθένον διαφυλάξας· ὦ θαῦμα θαυμάτων,* ὦ καινῶν μυστηρίων φανέρωσις,* ἐν Σοί πεπραγμένων* εἰς πάντας τοὺς αἰῶνας.
Ἄλλος. Ἑπταπλασίως κάμινον.
Φωτοφανής ἀνέτειλεν* ἡ ὑμῶν μνήμη, Ἅγιοι·* καί θεολαμπής ἡ ἑορτή ἐπέλαμψε,* φωτίζει γάρ ἅπαντας,* ἀκτῖσι τῶν ἰάσεων·* καί τούς ἐν ἀνάγκαις,* διεγείρει κραυγάζειν·* οἱ παῖδες εὐλογεῖτε,* Ἱερεῖς ἀνυμνεῖτε,* λαός ὑπερυψοῦτε* εἰς πάντας τούς αἰῶνας.
Δεῦτε πιστοί κατίδωμεν,* πηγήν τήν ἀείρροον,* τήν τῶν ἰαμάτων ὀχετοὺς προρρέουσαν ἀφθόνως,* τοῖς πάσχουσι δεινοῖς ἀρρωστήμασι·* καί τῶν Ἀναργύρων τήν ὑπέρφωτον μνήμην,* αἰνέσωμεν συμφώνως,* τόν Χριστόν ἀνυμνοῦντες,* τόν δόντα τούτοις χάριν,* εἰς πάντας τοὺς αἰῶνας.
ν οὐρανοῖς οἱ Ἅγιοι,* τήν ἐλπίδα ἀνέθεντο* καί τόν θησαυρόν τόν ἄσυλον ἐπλούτησαν* καί τοῦτον τοῖς χρῄζουσιν,* ἀφθόνως διανέμουσι·* καί τήν δωρεάν ἣν ἐκ Θεοῦ εἰλήφασι,* παρέχουσι τοῖς χρήζουσι, δωρεὰν ἐν ἀνάγκαις,* ὡς ἐν εὐαγγελίοις, ὁ Κύριος ἀγγέλλει.
Θεοτοκίον.
Νομοθετῶν εὐσέβειαν* καί διδάσκων μετάνοιαν,* ὁ Ἐμμανουὴλ ἐκ Σοῦ τεχθείς ἐπέφανεν·* Ὅν νῦν ἐκδυσώπησον,* Ὑπεραγία Δέσποινα,* τῆς δικαιοσύνης ὑπανοῖξαί μοι πύλας* καί σῶσαί με βοῶντα·* Ἱερεῖς ἀνυμνεῖτε,* λαός ὑπερυψοῦτε,* εἰς πάντας τούς αἰῶνας.
Ὠδὴ Θ´. Ὁ Εἱρμός.
πας γηγενής,* σκιρτάτῳ τῷ πνεύματι λαμπαδοχούμενος·* πανηγυριζέτω δέ,* ἀΰλων νόων φύσις γεραίρουσα,* τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος* καί βοάτω,* χαίροις Παμμακάριστε,* Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. (Δίς).
Στῆσον τήν νομήν,* τήν τῆς ἁμαρτίας μου, Θεοχαρίτωτε,* τήν λυμαινομένην μου,* ψυχήν καί σῶμα καί τήν διάνοιαν,* τῇ πανσθενεῖ πρεσβείᾳ τε καί προστασίᾳ Σου,* θεραπείαν διδοῦσα σωτήριον,* τοῦ Δεσπότου τόν φόβον τόν ἄχραντον.
Σύ μου φωτισμός,* Σύ μου ἀπολύτρωσις καί συμμαχία μου,* Σύ δόξα καί καύχημα* καί προσδοκία καί σωτηρία μου* ὑπάρχεις, Παντευλόγητε,* καί Σέ πιστῶς προσκυνῶ καί βοῶ Σοι,* σῶσον με τόν ἄθλιον,* τόν ἀφρόνως Θεοῦ μακρυνόμενον.
Σῶσόν με, Ἁγνή,* Σωτῆρα κυήσασα καί Πανοικτίρμονα,* οἴκτειρον τόν δοῦλόν Σου,* πρὸς μετανοίας τρίβους ὁδήγησον,* τοῦ πονηροῦ τά σκάνδαλα ἐκ μέσου ποίησον,* τῆς αὐτοῦ δέ λύτρωσαι ἐνέδρας με* καί πυρός αἰωνίου ἐξάρπασον.
Νοῦς ἀδυνατεῖ* καί πᾶσα διάνοια ἰλιγγιᾷ γηγενῶν,* Σέ τήν ὑπεραίρουσαν* καί τούς Ἀγγέλους ἐν ἁγιότητι* καί Σεραφεὶμ ἐπέκεινα καί Χερουβὶμ ἀνυμνεῖν,* Παναγία, ὅθεν εὐφημοῦντές Σε* τοῦ Ἀγγέλου τό χαῖρε κραυγάζομεν.
Ἄλλος. Ἐποίησε κράτος ἐν βραχίονι.
ς μέγιστος οὗτος* ὁ πανάγιος ναός, Ἀνάργυροι,* πρός ὃν ἐπιφοιτῶντες,* μεγαλεῖα καί φρικτά ἐκτελεῖτε ἀληθῶς,* σημεῖα καί τέρατα, σοφοί,* διό μεγαλοφώνως συνελθόντες σήμερον,* ὑμᾶς ἀνευφη-μοῦμεν.
Στησώμεθα πάντες* νῦν χορούς πνευματικούς,* δοξάζοντες Κοσμᾶν τόν θεόφρονα,* Δαμιανόν τόν κλεινόν,* τήν δυάδα τήν σεπτήν,* την δοξάσαντα ἔργοις ἀγαθοῖς,* τόν τοῦ παντός Δεσπότην καί Θεόν* καί Κύριον καί Σωτῆρα πάντων.
νέῳκται πᾶσιν* ἰατρεῖον ἐπί γῆς,* ὁ ἅγιος τῶν Ἀναργύρων ὁ οἶκος,* τῇ προσφοιτήσει αὐτῶν,* ἀποπαύων πυρετούς,* πνευμάτων λυτρούμενος δεινῶν,* τούς καταπονουμένους* καί παντοίαν ἴασιν* χορηγῶν ἀνθρώποις.
Θεοτοκίον.
Φανεῖσα Παρθένε* τῶν Χερουβίμ ἀνωτέρα,* ἀνώτερον ἀπέργασαι τόν νοῦν μου,* τῶν σαρκικῶν ἡδονῶν* καί τοῦ βίου πειρασμῶν* καί δίδου βαδίζειν εὐσταλῶς,* τάς σωτηρίους τρίβους,* τάς φερούσας, Ἄχραντε,* πρός τήν ἄνω πόλιν.
Ἄλλος. Ἐξέστη ἐπί τούτῳ οὐρανός.
ς ἄστρον φαεινότατον ἡ σεπτή,* τῶν Χριστοῦ Ἀναργύρων* ἐπέλαμψε μνήμη καί γάρ ὁ Κύριος* ἐδόξασεν τούτους ἀληθῶς,* ὡς τούτου τοῖς ἴχνεσι πολιτευσαμένους εἰλικρινῶς·* καί νῦν σύν τοῖς Ἀγγέλοις,* εὐφραίνονται δικαίως,* Θεόν τῶν πάντων μεγαλύνοντες.
ξέστη ὁ Καρῖνος διαλεχθείς,* τοῖς Ἁγίοις ἐν Ρώμῃ* καί ἔφριξε· περί Χριστοῦ,* τούτων διδασκόντων, ὅτι Θεός ἐστι·* αὐτοῦ μή πειθομένου δέ,* ξένως διεστράφη ἡ κεφαλή αὐτοῦ, *ἕως οὗ ἔγνω πάντων* δημιουργόν καί πλάστην πέλοντα.
φθόνος πρίν ἐξέβαλε τόν Ἀδάμ* Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως·* φθόνος ὑμᾶς, ἔκτεινεν ἐπ᾿ ὄρους* λίθοις συχνοῖς·* καί νῦν εἰς τά οὐράνια,* ζῶντες συγχορεύεται ἀθληταῖς,* ἀεὶ σύν τοῖς Ἀγγέλοις,* πρεσβεύοντες Τριάδι* ὑπέρ ἡμῶν θεῖοι Ἀνάργυροι.
νάργυροι πανάριστοι ἰατροί,* τοῦ Χριστοῦ γενναιόφρονες κήρυκες,* Κοσμᾶ κλεινέ καί Δαμιανὲ παναοίδιμε·* ὑμῖν οὓς ὕμνους ᾄδομεν,* δέχοισθε δεόμεθα εὐλαβῶς,* νεόδμητον μονήν δέ ταύτην* και τούς ἐν αὐτῇ τε* διαφυλάττητε ἀλώβητους.
Θεοτοκίον.
Φωνάς τῶν οἰκετῶν Σου ὡς ἀγαθή* μή παρίδῃς, Πανάμωμε Δέσποινα·* ἀλλ᾿ ἐκτενῶς,* αἴτησαι τὸν πάντων δημιουργόν,* τῷ βασιλεῖ τά τρόπαια* καί τήν εὐρωστίαν τήν ψυχικήν* δωρήσασθαι, Παρθένε,* καί θείας βασιλείας* τήν μετουσίαν καί λαμπρότητα.
Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ.
Τήν χάριν τῶν ἰάσεων,* ἐκ Θεοῦ εἰληφότες,* Ἀνάργυροι μακάριοι,* τοῦ ἰᾶσθαι τάς νόσους* καί θεραπεύειν ἅπαντας,* τούς πιστῶς προστρέχοντας,* τῷ θείῳ ὑμῶν τεμένει·* διά τοῦτο συμφώνως,* μακαρίζομεν ἀξίως,* τήν σεπτὴν ὑμῶν μνήμην.
Ἕτερον. Φῶς ἀναλλοίωτον Λόγε.
Τούς τήν ὑμῶν ἐκτελοῦντας,* πάμφωτον μνήμην ἐν πίστει,* Ἀνάργυροι θεόληπτοι,* Κοσμᾷ σύν τῷ Δαμιανῷ,* φρουρεῖτε, σκέπετε πάντας,* δεινῶν ἐκ νόσων καί βλάβης* Σατάν τοῦ βροτοκτόνου.
Θεοτοκίον. Ὅμοιον.
Δεῖξον ὑπήκοα σπλάγχνα,* Πανύμνητε Θεοτόκε,* καί σῷζε τούς προσκυνοῦντας* τήν ἄχραντόν Σου εἰκόνα·* ὅτι εἰς Σέ τάς ἐλπίδας, ἔχομεν πάντες,* ὡς ἀσφαλῆ προστασίαν.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ´ καί ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Νάμασι τοῦ Πνεύματος,* ὡς ποταμοὶ προσκλυζόμενοι* καί σαφῶς πελαγίζοντες,* τήν κτίσιν ἀρδεύετε ταῖς θεοσημείαις* καί ταῖς παραδόξοις* τῶν ἰαμάτων παροχαῖς* καί ψυχοφθόρα πάθη ξηραίνετε* καί νόσους θεραπεύετε* καί φυγαδεύετε πνεύματα,* θεοφόροι Ἀνάργυροι,* πρεσβευταί τῶν ψυχῶν ἡμῶν.
Πάθη ἀλογώτατα* καθυποτάξαντες, Ἅγιοι,* ψυχικαῖς ταῖς δυνάμεσιν,* ἀνθρώποις καί κτήνεσι τάς εὐεργεσίας,* ἐπιχορηγεῖτε, παρά Χριστοῦ τήν δωρεάν* τῶν ἰαμάτων καταπλουτήσαντες·* διό τήν ἱερὰν ὑμῶν* καί φωτοφόρον πανήγυριν,* ἐκτελοῦντες αἰτούμεθα* φωτισμόν ταῖς ψυχαῖς ἡμῶν.
θεῖος ναός ὑμῶν,* ὡς οὐρανός ἀναδέδεικται,* φωταυγής καί οὐράνιος,* ὡς ἄστρα τά θαύματα τά σωτηριώδη,* νῦν προσκεκτημένος* καί ὥσπερ ἥλιον φαιδρόν,* τῶν ἰαμάτων θείαν ἐνέργειαν,* Κοσμᾶ μακαριώτατε,* Δαμιανέ παναοίδιμε,* τοῦ Κυρίου θεράποντες,* πρεσβευταί τῶν ψυχῶν ἡμῶν.
νάργυροι ἔνδοξοι,* Ὀρθοδοξίας ὑπέρμαχοι* καί νοσούντων ἀκέστορες,* δυνάμει τοῦ Πνεύματος* τήν χάριν λαβόντες* τήν τῶν ἰαμάτων,* πᾶσι προφθάνετε ἀεί* καί τήν ὑγείαν ἐπιβραβεύετε·* διό ὑμᾶς γεραίρομεν* καί τήν πανσέβαστον ἄθλησιν,* εὐσεβῶς ἑορτάζομεν* τήν ὑμῶν, εὐκλεέστατοι.
Δόξα. Ἦχος δ´.
Πηγήν ἰαμάτων ἔχοντες,* Ἅγιοι Ἀνάργυροι,* τάς ἰάσεις παρέχετε,* πᾶσι τοῖς δεομένοις,* ὡς μεγίστων δωρεῶν ἀξιωθέντες,* παρά τῆς ἀεννάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ·* φησί γάρ πρός ὑμᾶς ὁ Κύριος,* ὡς ὁμοζήλους τῶν Ἀποστόλων·* ἰδοὺ δέδωκα ὑμῖν τήν ἐξουσίαν* κατά πνευμάτων ἀκαθάρτων,* ὥστε αὐτά ἐκβάλλειν καί θεραπεύειν* πᾶσαν νόσον καί πᾶσαν μαλακίαν·* διό τοῖς προστάγμασιν Αὐτοῦ* καλῶς πολιτευσάμενοι,* δωρεάν ἐλάβετε,* δωρεάν παρέχετε,* ἰατρεύοντες τά πάθη* τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν.
Εἰ δέ βούλει τό παρόν Δοξαστικόν.
Ἦχος πλ. δ´.
Τούς θεορρύτους κρουνούς τῆς Χάριτος,* τούς θαυματουργούς Ἀναργύρους,* τούς ἐν Ρώμῃ ἐξαστράψαντας,* σήμερον πιστοὶ φαιδρῶς ἑορτάσωμεν* καί πνευματικῶς πανηγυρίσωμεν·* οὗτοι γάρ ἐκ νεότητος* τοῖς ἴχνεσι τοῦ Χριστοῦ* εὐαγγελικῶς πολιτευσάμενοι,* ᾔσχυναν γενναίως* τοῦ Βελίαρ τά ἔνεδρα* καί τῆς Ἁγίας Τριάδος* γενόμενοι κήρυκες,* πλήθη δυσεβῆ* τῆς τῶν εἰδώλων πλάνης ἀπήλλαξαν·* τῇ δέ ἐνεργείᾳ* τοῦ Παναγίου Πνεύματος,* βραβεύουσι δωρεάν* τοῖς ἀσθενούσι τὰ ἰάματα·* ὡς εὐεργέτας οὖν καί ἡμεῖς* τῷ κόσμῳ ἀναφανέντας,* χρεωστικῶς αὐτούς* μακαρίσωμεν λέγοντες·* ὦ πεφωτισμένη δυάς,* ὦ θεῖον ζεῦγος,* ὦ τερπνή ξυνωρίς,* Κοσμᾶ καί Δαμιανέ παμμακάριστοι,* μή παύσησθε πρεσβεύειν* ὑπέρ ἡμῶν πρός τόν Κύριον,* ὅπως ἵλεως γένηται ἡμῖν* ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καί νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων* τούς δούλους Σου φύλαττε,* εὐλογημένη Θεοτόκε,* ἵνα Σε δοξάζωμεν,* τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Δοξολογία  Μεγάλη
Εἰς τήν Λειτουργίαν τά Τυπικά καί ἐκ τῶν Κανόνων τῶν Ἁγίων ἡ γ´ Ὠδή.
Ὁ Ἀπόστολος ἐκ  τῆς  Πρὸς Κορινθίους α´ Ἐπιστολῆς  («Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καί μέλη ἐκ μέρους…» Ζήτει τοῦτον ἐν τῇ  α’ Νοεμβρίου).
Εὐαγγέλιον  ἐκ  τοῦ κατά Ματθαῖον («Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητάς αὑτοῦ…» Ζήτει καί τοῦτο ἐν τῇ α’ Νοεμβρίου).
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον…
 Μεγαλυνάρια
ώσεως οὐκ οἶδεν ἄλλον μισθόν* ἀπαιτεῖν ἢ μόνον, τήν εὐσέβειαν πρός Χριστόν,* ἡ ἁγιωτάτη δυάς τῶν Ἀναργύρων,* Κοσμᾶς Δαμιανός τε, οὓς μεγαλύνομεν.
Τέμενος τό θεῖον καί ἱερόν,* ὑμῶν θεοφόροι,* Ἀναργύρων δυάς σεπτή,* θαύματα πηγάζει,* τοῖς προσιοῦσι πᾶσιν,* ὑγείαν τε βραβεύει,* ψυχῆς καί σώματος.
Πάντιμος καί ἔνδοξος καί φαιδρά,* μνήμη ὑμῶν πέλει,* Ἀναργύρων τῶν εὐκλεῶν* καί πάντας εὐφραίνει* τούς ταύτην ἐκτελοῦντας* καί πόθῳ προσκυνοῦντας* ὑμῶν τά λείψανα.
Δόξα τῷ δοξάσαντι τούς σεπτούς,* θείους Ἀναργύρους* καί ἐνδόξους θαυματουργούς,* τῷ Θεῷ τῶν ὅλων, Κοσμᾶν τόν θεοφόρον,* Δαμιανόν τε ὄντως,* τόν ἀξιάγαστον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί,* τήν σεπτήν δυάδα* Ἀναργύρων τῶν εὐκλεῶν,* τῶν τελειωθέντων ἐν Ρώμῃ μετά δόξης,* Χριστοῦ ὁμολογίᾳ Ὀρθοδοξίᾳ τε.
Νόσων καί παντοίων ὑμᾶς δεινῶν,* λυτρώσασθε πάντας* τούς γεραίροντας τήν ὑμῶν* μνήμην τήν ἁγίαν,* Κοσμᾶ, Δαμιανέ τε,* Ἀνάργυροι Κυρίου,* πιστοί θεράποντες.
Χαίροις Ἀναργύρων δυάς σεπτή,* Κοσμᾶ θεοφόρε* καί τρισμάκαρ Δαμιανέ·* χαίροις τερπνόν ζεῦγος,* τό τοῦ Χριστοῦ κυρύξαν,* ἐν Ρώμῃ διατόρως Αὑτοῦ  τό ὄνομα.
Θεοτοκίον.
Δέσποινα καί μήτηρ τοῦ Ἰησοῦ* καί Θεοῦ τῶν ὅλων,* ταῖς πρεσβείαις τῶν εὐκλεῶν* θείων Ἀναργύρων,* ἐκ Ρώμης τῶν λαμψάντων,* παντοίων ἐκ κινδύνων, ῥῦσαι τούς δούλους Σου.
 
Ἰδιόμελα χρήσεως  ἁγίου  ἐλαίου
 Ὅτε δίδοται ἅγιον ἔλαιον τοῖς πανηγυρισταῖς, ἐκ τῆς κανδήλας τῶν Ἁγίων, εἰς ὑγείαν ψυχῆς καί σώματος,   ψάλλομεν τά παρόντα Ἰδιόμελα.
Ἦχος β´.
Δεῦτε πιστοί,* τήν πανσέβαστον εἰκόνα,* τῶν πανενδόξων Ἀναργύρων,* προσκυνοῦντες ἀσπασώμεθα·* δεῦτε ἀρυσώμεθα χάριν καὶ ἔλεος·* δεῦτε οἱ νόσοις τηκόμενοι* εὐρωστίαν κομισώμεθα·* δεῦτε οἱ ἐν θλίψεσι* τήν παράκλησιν λάβωμεν·* ἰδού γάρ προκειμένους ὁρῶμεν,* τοὺς κήρυκας τοῦ Χριστοῦ,* τῆς Ἐκκλησίας τά ἄνθη τά εὔοσμα,* τούς μαργαρίτας τούς θείους,* τήν τῶν ἰαμάτων πηγήν τήν ἀνεξάντλητον·* τήν δυάδα τήν ἱεράν,* τήν πάντερπνον ξυνωρίδα,* τό ἔκλαμπρον θεῖον ζεῦγος,* Κοσμᾶν καί Δαμιανόν τούς γενναιόφρονας,* τούς ἱκετεύοντας ἀπαύστως,* Θεόν τόν Παντάνακτα,* ὑπέρ τῶν πιστῶς ἐκτελούντων,* αὐτῶν τά μνημόσυνα.
Δόξα. Ἦχος πλ. α´.
Χαρμονικῶς φιλέορτοι,* σήμερον πανηγυρίσωμεν.* Ἰδού γάρ ἡ φωτοφόρος μνήμη,* τῶν σοφωτάτων Ἀναργύρων,* καταυγάζει τήν Ἐκκλησίαν τοῦ Χριστοῦ·* ὁ ναός δέ αὐτῶν ὁ ἅγιος,* κατευωδιάζει τούς πιστούς* τῇ μυροθήκῃ τοῦ Πνεύματος·* πηροῖς δέ ἀνάβλεψιν,* χωλοῖς τε εὐδρομίαν,* καί παρειμένοις εὐτονίαν χαρίζεται·* πυρέσσουσιν εὐρωστίαν ἐπιβραβεύεται·* καί τοῖς ἀθυμοῦσιν* εὐθυμίαν δαψιλεύεται·* καί πάντας εὐεργε-τεῖται δωρεάν,* τούς ἐν αὐτῷ εἰσιόντας* καί ἐν πίστει καί πόθῳ προσκυνοῦντας,* τήν τῶν Ἁγίων εἰκόνα* τήν χαριτόβρυτον.
Καί νῦν. Θεοτοκίον.
Μακαρίζομεν Σε,* Θεοτόκε Παρθένε,* καί δοξάζομέν Σε* οἱ πιστοί κατά χρέος,* τήν πόλιν τήν ἄσειστον,* τό τεῖχος τό ἄρρηκτον,* τήν ἀρραγῆ προστασίαν* καί καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Τέλος  καί  τῷ Θεῷ  δόξα. Ἀμήν.
 




 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου