Δευτέρα, 14 Μαρτίου 2011

ΣΤΙΧΟΙ ΚΑΙ ΕΓΚΩΜΙΑ ΑΓ. ΙΩ. ΒΛΑΔΙΜΗΡΟΥ

 Ποίημα Μητροπολίτου πρώην Κιτίου Κοσμᾶ.
Διορθωθέν ὑπό Ἀντωνίου Μάρκου.

Κλέος Βασιλέων καί ἀγλάϊσμα θείων Μαρτύρων,
Πέλει ὁ γενναῖος καί πανεύφημος Μεγαλομάρτυς
ντως, Ἰωάννης χαριτώνυμος ὁ ἐν τοῖς Ἁγίοις.
Κύδος Βλαδιμήρου, ἐγκαλλώπισμα φαιδρόν τοῦ πόλου,
ναξ χρηματίσας πάσης Ἰλλυριῶν γῆς καί Ἀλβανίας,
Τῆς τε Βουλγαρίας, Μυσσῶν, Δαλμάτων τε καί τῆς Σερβίας.
θλησεν ἀνδρείως ὑπέρ τῆς Πίστεως Χριστοῦ καί ἀληθείας.
Στέφος, κράτος, δόξαν, τά ἐπίκηρα καταφρονήσας πάντα,
Νῦν τῆς ἀθανάτου τῶν Οὐρανῶν μετέχει Βασιλείας.
Παρεστώς τῶ θρόνῳ τοῦ Παντάνακτος Θεοῦ τῶν ὅλων,
Μετά τῶν Ἀγγέλων καί Ἁγίων ὑπέρ ἡμῶν ἀεί πρεσβεύει.
Οὗ τό θεῖον σκῆνος καί τό λείψανον ἐνθᾶδε κεῖται,
Σορός ἡ τιμία καί κόνις ἄμωμος καί σεβασμία,
Θαύμασι παντοίοις κλεϊζόμενον καί τεκμηρίοις.
νωθεν δωρεῖται τοῖς προστρέχουσι θερμῶς ἰάσεις,
φεσιν πταισμάτων καί συγχώρησιν παραπτωμάτων,
Τοῖς ἐν μετανοίᾳ προσιουσι, πόθῳ ζέοντι καί πιστῆ καρδίᾳ.
Κράξωμεν οὗν πίστει, Παμμακάριστε Μάρτυς Κυρίου,
Θεῖε Ἰωάννη Βλαδίμηρε, θεόστεπτε Μάκαρ,
Ρῦσαι τούς προστρέχοντας τῶ σῶ τεμένει,
Πάσης ἐπηρείας, βλάβης, ζάλης τε, δεινῆς ἀνάγκης,
ρατῶν ἐχθρῶν, ἅμα μέντοιγε καί ἀοράτων.
χεις παρρησίαν γάρ, ὡς ἀήττητος Σημειοφόρος,
Πάντων τε προστατεύης τῶν τιμώντων σε ὡς Ἀθλοφόρος.
Σκέπε δή κἀμέ τόν οἰκτρόν θεράποντα καί σόν οἰκέτην,
Κοσμᾶν τόν ταπεινόν,
Κυτιαίων πόλεως Κυπρίου νήσου τέως Ἀρχιερέα.
Σύν αὐτῶ δέ κἀμέ Ἀντώνιον τόν Μάρκου,
Διά τόν κόπον, ὅσος, βραβεύεις γάρ προθυμίαν.

ΕΓΚΩΜΙΑ
ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΤΟΥ ΙΕΡΟΥ ΛΕΙΨΑΝΟΥ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΒΑΣΙΛΕΩΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΛΑΔΙΜΗΡΟΥ

Εἰς στάσεις δύο
Ποίημα Θεοδώρου Χατζηφιλιππίδου τοῦ Ἐλβασανίτου,
διορθωθέν ὑπό Ἀντωνίου Μάρκου.

Στάσις Πρώτη. Ἡ ζωή ἐν τάφῳ.
Ὑμνογράφοι πάντες συναθροίσθητε νῦν, σύν ἐμοί τοῦ ἀνυμνεῖν τόν Βλαδίμηρον, Ἰσαπόστολον τόν ὄντως φαεινόν.


Μέμνησο τῶν πίστει, τῶν ἐν τῶ σῶ ναῶ, προσερχομένων καί αἰτουμένων τήν ἄφεσιν τοῦ λαβεῖν ταῖς σαῖς πρεσβείαις πρός Θεόν.

Νυμφῶνος τοῦ προσκαίρου, βδελυττόμενος σύ, τόν οὐράνιον ἀπέλαβες, Ἔνδοξε, συνηδόμενος ἀρρήτῳ ἠδονῆ.

Οἱ ἐν ἐπωδύνοις ἀλγηδόσι πιστοί, τω ἀμίσθῳ ἰατρῶ νῦν προσέλθετε, ἵνα λάβητε τήν ρῶσιν τῶν παθῶν.

Ὕμνους ἐξοδίους, τῶν Ἀγγέλων χοροί καί ἀνθρώπων ἀπονέμουσιν, Ἅγιε, σοῦ τρωθέντος ὑπό τῶν συγγενῶν.

Σύν τοῖς μεγιστᾶσι τόν ὀφθέντα Σταυρόν προσκυνήσας, ἐν αὐτῶ κατεδάφησας, τῶν δαιμόνων δύναμιν τήν καθ’ ἡμῶν.

Ὦ Χαριτοβρύτα Ἱερομονάχους τούς τό σόν σκῆνος αἴροντας φύλαξον, ἀβλαβεῖς τηρῶν αὐτούς διηνεκῶς.

Ἄγγελον ἐν εἴδει, ἴδες τοῦ ἀετοῦ ἐπιφέροντος Σταυρόν τοῖς μετέφρεσι, δι’ οὗ ἔγνωκας τήν ἄνωθεν ζωήν.

Νεῦσον, Μυροβλύτα, θωρακίσαι ἡμᾶς, ῥείθροις ἐκ τῶν θείων Λειψάνων σου, τῶν δαιμόνων τήν ἰσχύν καταβαλών.

Ὡς Μωσέως θήβη, ἐν θαλάσσῃ ποτέ, τοῦ Λειψάνου σου ἡ θήκη διέδρασεν, ἐπιπλεύσασα τόν νέον Φαραώ.

Σταυρός σοι ἐφάνη Κωνσταντίνῳ καθά, οὐρανόθεν ἐν τῶ τόπῳ οὗ τό σῶμα σου, τά νῦν κεῖται ὡς μυρίπνους θησαυρός.

Δός Χριστέ τήν λύσιν, Ἰησοῦ μου κἀμοί, ὀφλημάτων ἅπερ ἔπραξα δέομαι, ἱκεσίαις Ἰωάννου τοῦ Σοφοῦ.

Ὤφθης φωτοδότης Ἀλβανίας σοφέ, ὡς διδάξας τό ὄνομα σέβασθαι τό πανάγιον Τριάδος τῆς Σεπτῆς.

Δόξα. Τριαδικόν.

Πάτερ, Λόγε, Πνεῦμα, Τρισυπόστοτον Φῶς, ταῖς λιταῖς Ἰωάννου κατάπεμψον τά ἐλέη Σου πλουσίως ἐφ’ ἡμᾶς.

Καί νῦν. Θεοτοκίον.

Ἡ Θεόν τεκοῦσα ὑπέρ φύσιν σαρκί, δυσωποῦεν μή ἐλλείπης πρεσβεύουσα τῶ Υἱῶ Σου καί θεῶ ὑπέρ ἡμῶν.

Στάσις Δευτέρα. Αἱ γενεαί πᾶσαι.
Αἱ γενεαί πᾶσαι μακαρίζομέν σε, Βλαδίμηρε Τρισμάκαρ.
Δεῦτε νῦν ἐν ὕμνοις κυκλώσωμεν τόν τάφον, τοῦ θείου Ἰωάννου.
Τόν Μάρτυρα Κυρίου τιμήσωμεν προθύμως, ἐν τῶ αὐτοῦ τεμένει.
Προσδράμωμεν ἐν φόβῳ τῆ σορῶ τῆ θείᾳ τοῦ Μάρτυρος Κυρίου.
Μῦρον ἐξ ἀκενώτου τῆς θήκης Ἰωάννου, ἰάσεις νῦν δωρεῖται.
ν οὐρανίοις θώκοις, μετά τῶν μακαρίων, κατάπαυσιν νῦν εὗρες.
Ἰωάννη Μάκαρ, τῆς Ἀλβανίας κλέος, Ἰλλυρικοῦ ἡ δόξα.
Μεγάλων χαρισμάτων, χαριτοβρύτων δώρων, τά νάματα προχέεις.
Σκέπασον, Μυροβλύτα, τούς ὧδε προσδραμόντας, σήν ἑορτήν τελέσαι.
Μετά Ἁγίων Πάντων καί τῶν ἀΰλων Νόων, νῦν συνδοξάζῃ, Μάκαρ.
Εἷς ἄφρων συγγενής σου, ἀπέτεμε τήν κάραν τήν σήν τιμίαν, Μάκαρ.
Τοῖς πόθῳ τε καί φόβῳ τό σκῆνος σου τιμῶσι, δίδου τά πρός συμφέρον.
Τμηθείς ἐφ’ ἡμιόνος φέρεις τήν σήν κάραν εἰς τόπον εὐδοκίας.
Κατά τῆς Ἄγαρ γένους, ὁπλίζου ἡμᾶς ρῦσαι, ἀεί τοῦ τυραννοῦντος.
Πᾶσα πνοή καί φύσις εὐφραίνονται συμφώνως, τῆ μνήμῃ Ἰωάννου.
Χαριτοβρύτα καί Μάρτυς Μυροβλύτα, τούς σέ ὑμνούντας σκέπε.
Τούς σοῦ περικυκλοῦντας τόν τάφον πάντας σῶσον, ἐπηρειῶν παντοίων.
Τῆς Ἀλβανίας Γένος, σύν τῶ τῆς Βουλγαρίας, δοξάζουσί σε, Μάκαρ.
Νίκην Ὀρθοδόξοις, ὡς Βασιλεύς παράσχου, κατά τῶν ἀντιπάλων.
Εἰρήνην τοῖς σοῖς δούλοις, ὁμόνοιαν καί ρῶσιν, δώρησαι τήν κατ’ ἄμφω.
ς παρρησίαν ἔχων, πρέσβευε ὑπέρ πάντων, τυχεῖν τοῖς ἄνω δόξης.
Δοξάσωμεν ἐν ὕμνοις, τόν δοξάσαντά σε, ἵνα συνδοξασθῶμεν.
Δόξα. Τριαδικόν.Τῶ θρόνῳ τῆς Τριάδος, σύ παρεστώς πρεσβεύεις, ὑπέρ τῶν σέ τιμώντων.
Καί νῦν. Θεοτοκίον. Θεοτόκος Κόρη, Ἐμμανουήλ ἡ Μήτηρ, Βλαδίμηρε σέ στέφει.

ΤΕΛΟΣ ΚΑΙ ΤΩ ΘΕΩ ΔΟΞΑ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου