Σήμερον τῆς Παγκοσμίου χαρᾶς τὰ προοίμια, σήμερον αἱ νοηταὶ ἀκτῖνες τοῦ τῆς εἰρήνης ἡλίου τῇ οἰκουμένῃ πάσῃ προανατέλλουσι· σήμερον τὰ τοῦ Δεσποτικοῦ σώματος μέλη, πολλοῖς πρότερον χρόνοις διεσπαρμένα τε καὶ ἐρρηγμένα πρὸς τὴν ἕνωσιν ἀλλήλων ἐπείγεται.
Οὐ γὰρ ἀνέχεται ἡ κεφαλὴ πάντων Χριστὸς ὁ Θεὸς ἐφιστάναι διῃρημένῳ τῷ σώματι οὐδὲ τὸν τῆς ἀγάπης δεσμὸν ἐξ ἡμῶν ἀνῃρῆσθαι παντάπασι ἡ ἀγάπη βούλεται· διὰ τοῦτο ἐξήγειρέ σε τὸν τῶν Ἱερέων αὐτοῦ προτεύοντα, πρὸς τὴν ἡμετέραν ταύτην κλῆσιν, καὶ τὸν εὐσεβέστατον ἡμῶν Βασιλέα πρὸς τὴν ὑπακοὴν διανέστησε, καὶ τὸν ἁγιώτατον ἡμῶν Ποιμένα καὶ Πατριάρχην, γήρως ἐπιλαθέσθαι, καὶ ἀσθενείας μακρᾶς παρεσκεύασε, καὶ ἡμᾶς τοὺς ὑπ᾿ αὐτῷ ποιμαινομένους ἁπανταχόθεν συνήθροισε, καὶ μακρᾶς ὁδοῦ καὶ πελάγους, καὶ κινδύνων ἑτέρων κατατολμῆσαι πεποίηκεν, ἀφ᾿ οὗ προφανῶς Θεοῦ δυνάμει καὶ κρίσει γεγένηται· καὶ τόπερ ὁποῖον ἔσται καλὸν καὶ Θεῷ φίλον, ἐντεῦθεν ἤδη προοιμιάζεται· δεῦρο δὴ οὖν, ἁγιώτατε πάτερ, ὑπόδεξαι τὰ σὰ τέκνα μακρόθεν ἐξἀνατολῶν ἥκοντα, πυρίπτυξαι τοὺς ἐκ μακροῦ διεστῶτας τοῦ χρόνου, πρὸς τὰς σὰς καταφυγόντας ἀγκάλας· θεράπευσον τοὺς σκανδαλισθέντας, ἅπαν σκῶλον καὶ πρόσκομμα τῆς εἰρήνης κωλυτικὸν ἐκ μέσου γενέσθαι κέλευσον· εἰπὲ καὶ αὐτὸς τοῖς ἀγγέλοις ὡς τοῦ Θεοῦ μιμητής, ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε.
Μέχρι τίνος οἱ τοῦ αὐτοῦ Χριστοῦ, καὶ τῆς αὐτῆς πίστεως βάλλομεν ἀλλήλους καὶ κατατέμνομεν; μέχρι τίνος οἱ τῆς αὐτῆς Τριάδος προσκυνηταὶ δάκνομεν ἀλλήλους καὶ κατεσθίομεν, ἕως ἂν ὑπ᾿ ἀλλήλων ἀναλωθῶμεν, καὶ ὑπὸ τῶν ἔξωθεν ἐχθρῶν εἰς τὸ μηκέτι εἶναι χωρήσωμεν;
Μὴ γένοιτο, Χριστὲ βασιλεῦ τοῦτο, μηδὲ νικήσῃ τὴν σὴν ἀγαθότητα τῶν ἡμετέρων ἁμαρτιῶν ἡ πληθύς, ἀλλ᾿ ὥσπερ ἐν τοῖς πρότερον χρόνοις ὅτε τὴν κακίαν εἶδες ὑπερταθεῖσαν, καὶ ἐπὶ μέγα χωρήσασαν, διὰ σαυτοῦ καὶ τῶν σῶν Ἀποστόλων ἀνέστειλας αὐτὴν τῆς πρόσω φορᾶς, καὶ πρὸς τὴν σὴν ἐπίγνωσιν ἐπέστρεψας ἅπαντας, οὕτω καὶ νῦν διὰ τῶν σῶν θεραπόντων, οἱ μηδὲν τῆς σῆς ἀγάπης προὐργιαίτερον ἔθεντο·σύναψον ἡμᾶς ἀλλήλοις, καὶ σεαυτῷ, καὶ τὴν εὐχὴν ἐκείνων ἐπιτελῆ ποίησον, ἣν ἡνίκα πρὸς τὸ πάθος ἀπίης εὐχόμενος ἔλεγες. «Δὸς αὐτοῖς ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν», ὁρᾷς κύριε τὴν διασπορὰν ἡμῶν ὡςἐλεεινή, καὶ ὡς οἱ μὲν αὐτονομίᾳ καὶ αὐθαδείᾳ συνειθισθέντες, εἰς ἀφορμὴν τῆς σαρκὸς τὴν ἐλευθερίαν κατεχρησάμεθα, καὶ δοῦλοι τῆς ἁμαρτίας, καὶ τὸ ὅλον σάρκες γεγόναμεν· οἱ δὲ τοῖς ἐχθροῖς τοῦ σταυροῦ σου πρὸς διαρπαγὴν καὶ δουλείαν ἔκδοτοι καθεστήκαμεν, καὶ ὡς πρόβατα σφαγῆς ἐλογίσθημεν· ἱλάσθητι, Κύριε, πρόσχες, Κύριε, ἀντιλαβοῦ ἡμῶν, Κύριε. Τὸ πάλαι θρυλούμενον ὡς Οἰκουμενικῆς Συνόδου χρεία τοῖς πράγμασι, σήμερον ἡμεῖς ἐπληρώσαμεν, καὶ τὸ ἡμέτερον ἅπαν εἰσενηνόχαμεν, δὸς δὴ καὐτὸς τὰ πρὸς τελείωσιν ὧν ἠρξάμεθα, δύνασαι γὰρ εἰ θελήσεις μόνον, καὶ τὸ θέλημά σου πρᾶξίς ἐστι συντετελεσμένη· εἰπὲ καὶ ἡμῖν ὡς πρότερον διὰ τοῦ Προφήτου σου· «ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· σοῦ γὰρ παρόντος, ἅπαντα λοιπὸν εὔοδα καὶ λεῖα γενήσεται.
Καὶ ταῦτα μὲν ἐμοὶ πρός γε τὸ παρὸν ηὔχθω· πρὸς δὲσὲ λοιπὸν ἁγιώτατε πάτερ τὸν λόγον ποιήσομαι. Τίς ἡ τοσαύτη φιλονεικία περὶ τὴν καινοτόμον ταύτην προσθήκην ἥτις τὸ σῶμα Χριστοῦ κατέταμε καὶ διέσχισε, καὶ τοὺς ὑπ᾿ αὐτοῦ καλουμένους ἐπὶ τοσοῦτον ταῖς γνώμαις διέσχισε; τίς ἡ μακρὰ καὶ χρόνιος ἔνστασις, καὶ ἄφιλος ὑπεροψία τῶν ἀδελφῶν καὶ τῶν σκανδαλιζομένων ἡ ἀλλοτρίωσις; τί τῶν πατέρων κατέγνωμεν, ὅτι παρὰ τὰς κοινὰς αὐτῶν παραδόσεις, ἕτερα φρονοῦμεν καὶλέγομεν; τὴν ἐκείνων ἐλλιπῆ τιθέμεθα πίστιν καὶ τὴν ἡμετέραν ὡς τελειοτέραν εἰσάγομεν; τί παρὰ τὸ εὐαγγέλιον ὃ παρελάβομεν ἕτερον εὐαγγελιζόμεθα; τίς ἡμῖν ἐβάσκανε πονηρὸς δαίμων τῆς ὁμονοίας καὶ τῆςἑνώσεως; τίς τὴν ἀδελφικὴν ἀγάπην ἐξ ἡμῶν ἀφεῖλε, τὴν διάφορον θυσίαν εἰσαγαγὼν τὴν οὐκ ὀρθῶς προσφερομένην ἐπὶ μὴ διαιρομένην; ἆρα ψυχῆς ἀποστολικῆς ταῦτα, καὶ Πατρικῆς γνώμης, καὶ ἀδελφικῆς διαθέσεως; ἢ τοὐναντίον σκαιοῦ ἂν καὶ διεστραμμένου καὶ αὐθεκάστου, καὶ οὐδὲν ἡγουμένου δεινὸν εἰ πάντες ἀπώλλυντο; Ἐγὼ μὲν οἶμαι τὸν τὴν διαίρεσιν ταύτην εἰσαγαγόντα, καὶ τὸν ἄνωθεν ὑφαντὸν χιτῶνα τοῦδεσποτικοῦ σώματος διασχίσαντα μείζω τῶν σταυρωτῶν ὑποστήσασθαι δίκην, καὶ τὸν ἀπ᾿ αἰῶνος ἁπάντων ἀσεβῶν καὶ αἱρετικῶν. Ἀλλὰ σοὶ τοὐναντίον ἐξέσται, μακαριώτατε Πάτερ, εἰ βουληθείης μόνον τὰ διεστῶτα συνάψαι, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ καθελεῖν, καὶ Θεοῦ οἰκονομίας ἔργον ἐργάσασθαι. Τούτου καὶ τὴν ἀρχὴν αὐτὸς κατεβάλου, καὶ ταῖς λαμπραῖς φιλοτιμίαις, καὶ μεγαλοδωρίαις ἐπηύξησας, καὶ τόπερἐπιθεῖναι εὐδόκησον, οὐ γὰρ εὑρήσεις ἐπιτήδειον μᾶλλον, ἢ ὃν ὁ Θεός σοι παρέσχετο σήμερον.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε, πολιὰς αἰδεσίμους, καὶ ἱεροπρεπεῖς, κλίνης ἤδη τὸ πλέον, καὶ ἀναπαύσεως δεομένας, ἐκ τῶν οἰκείων ὅρων ἐπαναστάσας καὶ προσδραμούσας τῇ σῇ τελειότητι, μόνῃ τῇ εἰς Θεὸν ἐλπίδι, καὶ τῇ πρὸς ὑμᾶς ἀγάπῃ συνεχομένας· ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης ὃν περιθέσθαι μὴἀναβάλῃ· κατέτεμεν ἕτερος, αὐτὸς συνούλωσον· διέσχισεν ἕτερος, καὶ ἀδιόρθωτον τὸ κακὸν ἔσπευσεν ἐργάσασθαι, σὺ φιλονείκισον ἐπανορθῶσαι τὸ γεγονός· ὡς εἰμὴ δὲ ὅλως ἐγένετο τὴν ἀρχήν· ἤκουσα τῶν παρ᾿ ὑμῖν φιλοσόφων, οἰκονομίας χάριν καὶ διορθώσεώς τινων οὐχ ὑγιῶς περὶ τὴν πίστιν ἐχόντων, τὴν προσθήκην ταύτην ἐξ ἀρχῆς ἐπινοηθῆναι, οὐκ οὖν οἰκονομίας χάριν ἀφαιρεθήτω πάλιν, ἵνα προσλάβησθε ἀδελφούς, ὧν τῷχωρισμῷ σπαράττεσθαι πάντας ὑμᾶς εἰκός, εἰμὴ ἀναλγήτως ἔχετε· λάβε μοι κατὰ νοῦν τὰ τῶν χριστιανῶν αἵματα, τὰ καθ᾿ ἑκάστην ἐκχεόμενα τὴν ἡμέραν, καὶ τὴν ὑπὸ βαρβάρων πικρὰν δουλείαν, καὶ τὸν ὀνειδισμὸν τοῦ σταυροῦ τοῦ Χριστοῦ· προσέτι δὲ θυσιαστηρίων ἀνατροπήν, εὐκτηρίων οἴκων καθαίρεσιν, θείων ὕμνων ἀργίαν, ἁγίων τόπων κατάσχεσιν, ἱερῶν σκευῶν καὶ ἐπίπλων διανομήν.
Ἅπαντα λυθῆναι διὰ τῆς ἡμῶν εἰρήνης καὶ ὁμονοίας εἰκός, τοῦ Θεοῦ συνεργοῦντος, ἣν ἐθελήσετε μόνον τὸ τραχὺ τοῦτο καὶ ἀνένδοτον ἀποθέμενοι συγκαταβῆναι τοῖς ἀσθενέσιν ἡμῖν, καὶ τὰ σκανδαλίζοντα ἡμᾶς ἐκ μέσου περιελεῖν· εἰ γὰρ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα· καὶ μὴν οὐ κεκώλυται τὸ κρέας φαγεῖν· οὕτω καὶ νῦν ἁγιώτατε Πάτερ. Καλὸς μὲν ὡσανεὶ εἴπωμεν, καὶ ὁ ἔνζυμος ἄρτος, καλὸς καὶ ὁ ἄζυμος, ἀλλ᾿ ὁἄζυμος σκανδαλίζει καὶ ἧττον εἰς θυσίαν λογίζεται, καὶ ἀτελής, καὶ νεκρός, καὶ ἄρτος κακώσεως παρὰ τῇ Ἁγίᾳ Γραφῇ καλεῖται· τί μὴ ὁ ἔνζυμος αἰρετέος, καὶ περιαιρετέος ὁ ἄζυμος· ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν, φησὶν ὁ θεῖος ἀπόστολος· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου, (καὶ οὐκ ἀζύμου φησίν) μετέχομεν· ὅπου ἆρα μὴ τοῦ ἑνὸς ἄρτου μετέχομεν, εἰκότως, οὐδὲ σῶμα σύνεσμεν, οὐδὲ συμπνέομεν ἀλλήλοις, καὶ τὴν αὐτὴν ποιούμεθα κίνησιν.
«Παρακαλῶ ὑμᾶς (ὁ αὐτός φησι) διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα»· ὅπου μὴ τὸ αὐτὸ λέγομεν εἰκότως τὸ σχίσμα τοῦτο τὸ μέγα καὶ ἀθεράπευτον ἐν ἡμῖν ἐστι καὶ μέχρι τῆς σήμερον· ποῦ δὲ οὐ τὸ αὐτὸ λέγομεν; οὐκ ἐν γωνίᾳ καὶ παραβύστῳ τινί, καὶ καθ᾿ αὑτοὺς συνιόντες, ὁποῦ καὶ λαθεῖν ἐστι τοὺς πολλούς, ἀλλ᾿ ἐν τῷ κοινῷ Συμβόλῳ τῆς πίστεως, ἐν τῇ τοῦ βαπτίσματος ὁμολογίᾳ· ἐν τῇ χριστιανικῇ σφραγίδι. Καὶ εἰ ὁ βασιλικὸν παραχαράττων νόμισμα, μεγάλης ἐστὶ τιμωρίας ἄξιος, ὁ τὴν κοινὴν σφραγῖδα τῆς χριστιανῶν ὁμολογίας μεταποιῶν τίνα ἂνὑποσχὼν τὴν δίκην, οὐκ ἐλάττω δόξειε δοῦναι τοῦ πλημμελήματος; σκόπει δὲ οὕτως· ἐλέγομέν ποτε τὸ αὐτὸ δηλονότι καὶ οὐκ ἦν ἐν ἡμῖν σχίσματα, τότε δήπου καὶ τοῖς πατράσι συνεφωνοῦμεν ἀμφότεροι· νῦν δὲ ὅτε μὴ τὸαὐτὸ λέγομεν, ὅπως ἆρα ἑκάτερος ἔχομεν, ἡμεῖς μὲν δὴ τὰ αὐτὰ λέγομεν, ἅπερ κἂν τότε καὶ ἡμῖν αὐτοῖς συνεφωνοῦμεν, καὶ τοῖς πατράσιν ἡμῶν, καὶ ὑμῖν ἂν ἐθέλητε τ᾿ ἀληθῆ λέγειν· ὑμεῖς δὲ ἐπεισαγαγόντες καινότερα, πρῶτον μὲν πρὸς ὑμᾶς αὐτούς, εἶτα πρὸς τοὺς κοινοὺς πατέρας, ἔπειτα δέ γε καὶ πρὸς ἡμᾶς διαφωνεῖν ἀναγκάζεσθε· καὶ τί μὴ πρὸς τὴν καλὴν ἐκείνην συμφωνίαν ἐπάνιμεν; ἣ καὶ ἡμῖν αὐτοῖς, καὶ ἀλλήλοις, καὶ τοῖς πατράσιν ὁμολόγους ἀποφανεῖ, καὶ τὸ σχίσμα περιελεῖ καὶ συνάψει τὰ διεστῶτα, καὶ πᾶν ἀγαθὸν ἐργάσεται; Ναὶ πρὸς τῆς Τριάδος αὐτῆς; ναὶ πρὸς τῆς κοινῆς ἐλπίδος ἐφ᾿ ἧς πεποίθαμεν καὶ πεποίθατε· μὴπεριΐδητε κενοὺς καὶ ἀπράκτους ἡμᾶς ἀπελθόντας· ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Χριστοῦ παρακαλοῦντος δι᾿ ἡμῶν· μὴ ἀτιμάσητε τὴν πρεσβείαν, μὴ τὰς εὐχὰς ἀκάρπους ἐλέγξητε, μὴ τὸ θέλημα τῶν ἐχθρῶνἐκπληρώσητε, μὴ τὸν κοινὸν ἡμῶν ἐχθρὸν καὶ πολέμιον ἐπιγελάσαι ἡμῖν ὡς πρότερον συγχωρήσητε· μὴ τὸν Θεὸν καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον λυπηθῆναι παρασκευάσητε. Μετέωρός ἐστι πᾶσα ψυχή, καὶ ἀκοὴ πᾶσα τὴν ὑμῶν ἀναμένουσα γνώμην, ἣν ἐθελήσητε νεῦσαι πρὸς τὴν ἀγάπην καὶ τὰ σκάνδαλα ἐκ μέσου περιελεῖν, ἤρθη τὰ τῶν Χριστιανῶν, πέπτωκε τὰ τῶν ἀσεβῶν· ἔπτηξαν οἱ μισοῦντες ἡμᾶς, καὶ τὸν οἰκεῖον προεγνώκασινὄλεθρον· εἰδ᾿ ὃ μὴ γένοιτο τοὐναντίον ἐκβαίη, καὶ τὸ πονηρὸν ἔθος τῆς διαστάσεως ἐπικρατήσειε τοῦ κοινοῦ καὶ συμφέροντος, ἐγὼ μὲν οὐκέτι δύναμαι περαιτέρω λέγειν, καὶ τῷ πάθει συγχέομαι. Θεὸς δὲ ὁ πάντα δυνάμενος ἐπανορθώσειε τὴν Ἐκκλησίαν αὐτοῦ, ἣν τῷ ἰδίῳ ἐξηγόρασεν αἵματι καὶ τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς γενέσθαι παρασκευάσειεν· ὅτι αὐτῷ πρέπει δόξα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(ΠΗΓΗ: Μοναχού Κάλλιστου Βλαστού αγιορείτη του Εφέσιου: Δοκίμιον ιστορικόν περί του Σχίσματος, Ι. Σκήτη αγίας Άννης, άγιον Όρος, 1895. Το σχετικό απόσπασμα του λόγου του αγίου Μάρκου ευρίσκεται εις παλαιόν χειρόγραφον του Τόμου Απαλλαγής, σελ. 185 ευρισκομένου εις την βιβλιοθήκην της Ι. Σκήτης αγίας Άννης).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου